- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:458.1-459.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论了人们追求肉体快感的原因,包括缓解日常劳苦、感官持续活动带来的劳苦、青年对快速成长的欲求以及黑胆汁质者因体质燥热而对再充填的持续需求,并将其与不伴随痛苦且不存在过度的观相快感进行了对比。
ἡδοναὶ οὖν εἰσι τῶν ἐκ φύσεως φαύλων, ἤτοι τῶν θηριωδῶν ἀνθρώπων καὶ τῶν δι’ ἐθισμοῦ φαύλων τὸ ἐσθίειν ὠμὰ κρέατα καὶ ἃ εἴρηκεν ὄπισθεν. αἱ δὲ τῶν ἡδονῶν εἰσιν ἰατρεῖαι, ἤτοι ἀναπληρώσεις φύσεως, ἤτοι λίαν [καὶ] ἐνδεοῦς ἤτοι ἐλλιποῦς, οἷον ἰατρεῖαι, ἤτοι αἱ ἀναπληρώσεις τῆς γαστρὸς τῆς ἐνδεοῦς βρωμάτων ἡδοναί εἰσιν, αἱ δὲ τῶν ἡδονῶν γίνονται τελειουμένων τινῶν ἐπιθυμημάτων ἢ πληρουμένων τῶν ἐνθυμήσεων καὶ ἐπιθυμιῶν. εἰ γὰρ ἐνθυμοῦμαι καὶ ἐπιθυμῶ ἀφροδισιάσαι καὶ πληρώσω τὴν ἐπιθυμίαν τε καὶ ἐνθύμησιν, ἥδομαι. ὥστε αἱ σωματικαὶ ἡδοναὶ διὰ τοῦτο κυρίως μὲν σπουδαῖαι, ἤτοι ἀγαθαί, οὐ ῥηθήσονται, ἀλλὰ κατὰ συμβεβηκός. Ἔτι διώκονται, ἤτοι ζητοῦνται, αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ σφοδραὶ εἶναι, ἤτοι ὑπερβολικαὶ καὶ ἄμετροι, ὑπὸ τῶν μὴ δυναμένων χαίρειν ἄλλαις τισὶ πράξεσι. τινὲς γὰρ μὴ δυνάμενοι πράττειν τι, ἵνα μὴ ἀργοὶ ὦσι καὶ κάθηνται, δι’ ὅλης τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν βούλονται καὶ αὐτοὶ ἑαυτοῖς δίψας παρασκευάζουσι. βουλόμενοι γὰρ πίνειν δι’ ὅλης τῆς ἡμέρας ἐσθίουσιν ἁλμυρά τινα, ἵνα ἐκδιψότεροι οὕτω γίνωνται. ὅταν οὖν αἱ ἡδοναὶ αἱ σωματικαὶ ὦσιν ἀβλαβεῖς (ἀβλαβεῖς δέ εἰσιν, εἰ σύμμετροί εἰσι) καὶ συμμέτρως τις πίνειν καὶ ἐσθίειν ἥδεται, τότε αἱ σωματικαὶ ἡδοναί εἰσιν ἀνεπιτίμητοι, ἤτοι οὐ ψεκταί, ὅταν δὲ βλαβεραὶ ὦσι (βλαβεραὶ δέ εἰσιν, ὅταν ἀσύμμετροί εἰσιν), ἤτοι ὅταν ὑπερβολικῶς 〈τις〉 πίνειν καὶ ἐσθίειν ἥδεται, τότε φαῦλαι καὶ ψεκταί εἰσι. τινὲς οὖν ζητοῦσι τὰς ὑπερβολικὰς ἡδονὰς τὰς σωματικάς, ἐπεὶ οὐκ ἔχουσιν ἕτερά τινα ἡδέα, ἐφ’ οἷς ἂν ἥδωνται. διὰ τοῦτο, ἤτοι φαῦλοι ὄντες καὶ χυδαῖοι καὶ μὴ δυνάμενοι νοῆσαι τὴν κυρίως ἡδονήν, ζητοῦσι τὰς σωματικὰς ἡδονάς. καὶ πολλοῖς δοκεῖ λυπηρὸν τὸ μὴ ἔχειν ἕτερόν τι ἡδύ,1 ἐφ’ ᾧ ἂν ἡσθῶσιν. ὁ γὰρ ἄνθρωπος μοχθῶν ἀεὶ δέεται ἡδονῆς τινος καὶ ἀναπαύσεως. εἰ δὲ μὴ ἔχει ἡδονήν τινα, ἐν ᾗ ἂν εὐφρανθῇ, εὐθὺς λυπεῖται καὶ ἀδημονεῖ. λυπηρὸν δοκεῖ διὰ τὴν φύσιν, ἤτοι διὰ τὸ ἔχειν φύσιν πολύμοχθον. ἀεὶ γὰρ τὸ ζῷον πονεῖ, καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦσι τὸ ἀεὶ πονεῖν τὸ ζῷον, φάσκοντες λυπηρὸν εἶναι τὸ ἀεὶ τὴν ὁρατικὴν δύναμιν ὁρᾶν καὶ ἐνεργεῖν καὶ τὴν ἀκουστικὴν δύναμιν ἀεὶ ἀκούειν. πόνον γὰρ καὶ λύπην ἐμποιεῖ τῷ ζῴῳ τὸ ἀεὶ ὁρᾶν καὶ ἀκούειν. οὐκ αἰσθανόμεθα δὲ τοῦ πόνου καὶ τῆς λύπης τῆς ἐπιγινομένης ἡμῖν ἐκ τοῦ τὴν ὁρατικὴν δύναμιν καὶ ἀκουστικὴν ἀεὶ ἐνεργεῖν, διότι συνήθεις ἐσμὲν τῷ τοιούτῳ πόνῳ καὶ μόχθῳ. ὁμοίως δὲ καὶ οἱ ἄνθρωποι ἐν νεότητι ὄντες ἀγαπῶσι τὰς σωματικὰς ἡδονὰς τὰς ὑπερβολικὰς διὰ τὸ αὐξηθῆναι συντόμως βούλεσθαι. βούλονται γὰρ ἐσθίειν καὶ πίνειν δι’ ὅλης τῆς ἡμέρας, ἵνα σὰρξ αὐτοῖς πλείων προστεθῇ καὶ συντομώτερον αὐξηθῶσι καὶ ἰσχυροὶ γένωνται. ὥσπερ καὶ οἱ οἰνωμένοι διάκεινται. ἐκδιψότεροι γὰρ γίνονται καὶ διακαεῖς ἀφ’ ὅτου μᾶλλον μεθύσουσι. καὶ ἡ νεότης ἡδύ,2 ἤτοι περὶ ἡδονὰς μᾶλλόν ἐστιν ἐπιρρεπὴς καὶ ἐμπαθῶς διάκειται. Οἱ δὲ μελαγχολικοὶ κατὰ τὴν φύσιν ἀεὶ δέονται ἰατρείας, ἤτοι ἀναπληρώσεως. ἔχουσι γὰρ τὴν χολὴν θερμοτάτην οὖσαν συντόμως καταναλίσκουσαν τὰ ἐν τῇ γαστρὶ βρώματα. καὶ ἵνα μὴ τῆς γαστρὸς κενωθείσης διακαύσῃ πάντα ἐντόσθια ἡ χολὴ ἡ μέλαινα διὰ τὸ μὴ ἔχειν ἕτερόν τι καταναλίσκειν, διὰ τοῦτο δέεται ἀεὶ ὁ μελαγχολικὸς ἰατρεύειν, ἤτοι ἀναπληροῦν βρωμάτων τὴν γαστέρα αὐτοῦ. καὶ γὰρ τὸ σῶμα τῶν μελαγχολικῶν ἀεί ἐστι δακνόμενον, ἤτοι ὀδυνώμενον καὶ ἐκκαιόμενον διὰ τὴν κρᾶσιν. ἡ γὰρ κρᾶσις αὐτῶν τοιαύτη ἐστὶν θερμὴ καὶ μελαγχολική, καὶ ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ, ἤτοι καὶ ὀρέγονται δι’ ὅλης τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν πολλά. ἡ ἡδονὴ οὖν ἐὰν ᾖ ἰσχυρά, ἤτοι ὑπερβολική, ἐξελαύνει καὶ τὴν λύπην, ἥτις ἐστὶν ἐναντία, ἤτοι ὑπερβολική, καὶ τὴν τυχοῦσαν, ἤτοι τὴν ὑπερβολικήν. 〈καὶ γίνονται ἀκόλαστοι καὶ φαῦλοι διὰ ταῦτα, ἤτοι〉 διὰ τὰς ἀμέτρους ἡδονάς. αἱ δὲ ἡδοναὶ αἱ ἀπὸ τοῦ νοεῖν καὶ θεωρεῖν γινόμεναι ἄνευ λύπης εἰσὶ καὶ ὑπερβολὴν οὐκ ἔχουσιν. ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον μᾶλλον ἐπαινεῖται. ὑπερβολαὶ γὰρ ἐπὶ τῶν διανοητικῶν ἀρετῶν οὐκ εἰσιν. ἢ καὶ οὕτως· αἱ δ’ ἄνευ λύπης, ἤτοι αἱ θεωρητικαὶ ἡδοναί, αἳ γίνονται ἄνευ λύπης, ὑπερβολὴν οὐκ ἔχουσιν. αἱ γὰρ σωματικαὶ ἡδοναὶ μετὰ λύπης καὶ ἐπιθυμίας γίνονται. εἰ γάρ τις πεινᾷ, λυπεῖται πρῶτον καὶ ἐπιθυμεῖ φαγεῖν, καὶ οὕτω γίνεται ἡδονὴ αὐτῷ, ἐκ τοῦ ἀναπληρῶσαι τὴν γαστέρα βρωμάτων. ἡ ἡδονὴ ἡ ἐκ τοῦ νοεῖν ἄνευ λύπης ἐστὶν ἐπιγινομένη· οὐ γὰρ λυπεῖται πρῶτον ἡ θεωρητική, εἶτα ἥδεται. αὗται δὲ αἱ ἡδοναί, αἳ ὑπερβολὰς οὐκ ἔχουσι, 〈οὐ〉 ψεκταί εἰσιν, αἱ οὖσαι ἀπὸ τῶν φύσει ἡδέων, ἤτοι κυρίως ἡδέων, καὶ μὴ κατὰ συμβεβηκός.
因此,出于本性而低劣的人、即兽性的人,以及因习惯而低劣的人的快感,便是吃生肉以及他先前所说的事情。而另一些快感则是医治,即是对极度匮乏、即不足的本性的填补;例如,对匮乏食物的胃腹的医治、即填补便是快感;另一些快感则是在某些欲求得以实现,或思虑和欲望得以满足时产生的。因为如果我思虑并欲求沉溺性爱,并且满足了这一欲望与思虑,我便感到快乐。所以,肉体快感正因此在根本意义上不会被称为优良、即善的,而是在附带的意义上被称为善。此外,肉体快感因其剧烈、即过度且无度,被那些不能在任何其他行为中享受快乐的人所追求、即寻求。因为某些人不能做任何事情,为了不致怠惰闲坐,便企图整天饮食和沉溺性爱,并自行招致口渴。因为他们企图整天饮酒,便吃某些咸物,以便借此变得更加口渴。因此,每当肉体快感是无害的(如果它们是适度的,便是无害的),且某人适度地享受饮食时,肉体快感便是无可非难的、即不值得责难的;但每当它们是有害的(每当它们是无度的时候便是有害的),即每当某人过度地享受饮食时,它们便是低劣且值得责难的。因此,某些人寻求过度的肉体快感,是因为他们没有其他可以借以享受的快乐事物。正因如此,即因为他们低劣卑俗、不能理解根本意义上的快感,他们便寻求肉体快感。而且对许多人来说,没有其他可以借以享受的快乐事物显得是令人痛苦的。因为人总是劳碌,因而需要某种快感与休息。如果他没有某种可以借以欢畅的快感,立刻就会感到痛苦和焦虑。由于本性,即由于具有多劳的本性,这显得是令人痛苦的。因为动物总是在劳苦,自然哲学的论述也证实动物总是在劳苦,断言视力总是在看和活动、听力总是在听是令人痛苦的。因为总是在看和在听会在动物身上产生劳苦和痛苦。但我们并未察觉到由于视力和听力总是在活动而产生于我们身上的劳苦和痛苦,这是因为我们习惯了这种劳苦和辛苦。同样,处于青年时期的人也由于企图迅速成长而喜爱过度的肉体快感。因为他们企图整天饮食,以便为自己增添更多的肉,更迅速地成长并变得强壮。正如醉酒之人的状态一样;因为他们越是醉酒,就越发口渴和燥热。青年本身也是一种令人快乐的事物,即对快感更容易倾斜并处于情感冲动之中。而黑胆汁质的人由于本性始终需要医治、即填补。因为他们的胆汁极热,能迅速消耗胃腹中的食物。为了不致在胃腹排空后黑胆汁因无别物可消耗而灼伤全部内脏,黑胆汁质的人因此总是需要医治、即以食物填补他的胃腹。因为黑胆汁质者的身体因其体质总是处于受咬噬、即处于痛苦和灼热之中。因为他们的体质便是这样炽热且偏向黑胆汁质的,并且他们始终处于强烈的欲求之中,即整天欲求大量饮食。因此,快感若是强烈的、即过度的,便驱逐那相反的痛苦(即过度的痛苦)以及任何偶然遇到的痛苦(即过度的痛苦)。并且由于这些事物、即由于无度的快感,[他们变得放荡和低劣]。而产生自思考和观相的快感则不伴随痛苦,且没有过度。因为一个人思考得越是极致,他就越发受到赞扬。因为在理智德性上不存在过度。或者也可以这样说:没有痛苦的[快感]、即那无需痛苦而产生的观相快感,并没有过度。因为肉体快感是伴随着痛苦和欲求而产生的。因为若某人饥饿,他首先会感到痛苦并欲求进食,这样便通过以食物填补胃腹而产生快感。从思考中产生的快感则是在没有痛苦的情况下附加产生的;因为观相能力并不是先感到痛苦然后才感到快乐。而这些没有过度的快感,即那些来源于本性上快乐之事、即根本意义上快乐而非附带快乐之事的快感,是无可非难的。
- 7.0τὸ μὴ ἔχειν ἕτερόν τι ἡδύ
冠词附加不定式短语 τὸ μὴ ἔχειν... 充当非人称结构 δοκεῖ λυπηρόν 的真正主语(“没有……显得是痛苦的”)。其后紧随的 διὰ τὸ ἔχειν φύσιν πολύμοχθον 同样是充当介词 διά 宾语的冠词附加不定式短语。
- 7.0καὶ ἡ νεότης ἡδύ
中性单数谓语形容词 ἡδύ 以阴性名词 νεότης 为主语,构成表述一般性或抽象属性的句式(“青年是快乐之物”)。其后注解者的解释(ἤτοι περὶ ἡδονὰς μᾶλλόν ἐστιν ἐπιρρεπής)将这一谓语理解为青年人更易偏向快感的性向状态。
