- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:453.9-454.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
他论证了既然幸福是德性不受阻碍的活动而快感也是不受阻碍的活动,因而存在着作为最善之物的快感即幸福。他还阐明了外在诸善的必要性与过度幸运的危害,驳斥了认为身陷极度灾祸者亦能幸福的观点,并指出野兽和孩童追求快感的事实正证明了快感的善。
ἴσως δὲ καὶ ἀναγκαῖόν ἐστιν εἶναί τινα ἡδονὴν αἱρετωτάτην καὶ ἀρίστην, εἴπερ εἰσὶν ἑκάστης ἕξεως, ἤτοι ἀρετῆς, ἐνέργειαι ἀνεμπόδιστοι, καὶ ἐάν ἐστιν εὐδαιμονία πασῶν τῶν ἕξεων, ἤτοι τῶν ἀρετῶν, ἤτοι κἄν τε ἡ εὐδαιμονία συνίστηται ἐκ πασῶν τῶν ἐνεργειῶν τῶν ἀρετῶν, εἴτε εὐδαιμονία ἐστὶν ἡ ἐνέργειά τινος αὐτῶν, ἤτοι μιᾶς τινος ἀρετῆς. ὡς γὰρ ἔμπροσθέν φησιν, ὅτι ὁ θεωρητικός ἐστιν εὐδαίμων. φησὶ γὰρ ἐν τῷ δεκάτῳ, ὅτι ἐκ μόνης τῆς θεωρίας ὁ εὐδαίμων συνίσταται, ἂν ἡ θεωρία ᾖ ἀνεμπόδιστος, ἤτοι ἂν θεωρῇ καὶ νοῇ ἀνεμποδίστως. τοῦτο δέ, ἤτοι ἡ ἀνεμπόδιστος ἐνέργεια, ἐστὶν ἡ ἡδονή. ἐπεὶ οὖν ἡ ἡδονὴ ἐνέργειά ἐστιν ἀνεμπόδιστος, εἰσὶ δὲ ἐνέργειαι ἀνεμπόδιστοι ἑκάστης ἕξεως, ἤτοι ἀρετῆς, κἄν τε ἡ εὐδαιμονία ἡ ἐκ πασῶν τῶν ἐνεργειῶν τῶν ἀρετῶν συνισταμένη, κἄν τε ἡ εὐδαιμονία ἐξ ἐνεργειῶν μιᾶς τινος ἕξεως, ἤτοι τῆς θεωρητικῆς, ὥστε εἰ ἡ εὐδαιμονία συνίσταται ἐκ τῶν ἐνεργειῶν πασῶν τῶν ἀρετῶν ἢ ἐκ τῶν ἐνεργειῶν μιᾶς τινος ἕξεως, καὶ ἔστιν ἡ εὐδαιμονία ἐνέργεια ἀνεμπόδιστος, ἔστι δὲ καὶ ἡ ἡδονὴ ἐνέργεια πασῶν τῶν ἀρετῶν, λοιπὸν ἔστι τις ἡδονὴ ἀρίστη, ἡ εὐδαιμονία καὶ ἡ ἐνέργεια αὐτῆς. ὥστε εἴη ἄν τις, ἤτοι ὥστε καὶ εἰ δώσομεν τὰς πολλάς, ἤτοι τὰς πλείονας ἡδονὰς φαύλας εἶναι, ἀλλ’ οὖν ἔστι τις ἡδονὴ τὸ ἄριστον, ἤτοι ἡ εὐδαιμονία καὶ ἡ ἐνέργεια αὐτῆς. καὶ ἐπεὶ ἡ ἡδονή ἐστιν ἐνέργεια ἀνεμπόδιστος, συνίσταται δὲ καὶ ἡ εὐδαιμονία ἐκ τῶν ἐνεργειῶν ἢ πασῶν τῶν ἀρετῶν ἢ μιᾶς ἀρετῆς, διὰ τοῦτο καὶ τὸν εὐδαίμονα βίον πάντες οἴονται εἶναι ἡδύν· καὶ εὐλόγως τὴν ἡδονὴν συμπλέκουσι τῇ εὐδαιμονίᾳ, ὡς ἑτέραν μὲν οὖσαν τὴν ἡδονὴν τῆς εὐδαιμονίας, συμπαραμιγνύουσι δὲ ταύτην αὐτῇ. προσέθηκε δὲ τὸ εὐλόγως εἰκότως. εἰ γὰρ εὐδαιμονία ἐστὶν τῶν τελείων,1 λοιπὸν καὶ ἐνέργειά ἐστιν ἀνεμπόδιστος. ἔστι δὲ καὶ ἡ ἡδονὴ ἐνέργεια ἀνεμπόδιστος, ὥστε εὐλόγως τὴν ἡδονὴν συμπλέκουσι τῇ εὐδαιμονίᾳ. ἔστιν οὖν ἡ εὐδαιμονία τέλος, καὶ εἰ τέλος ἐστίν, λοιπὸν καὶ ἀνεμπόδιστός ἐστιν ἐνέργεια. οὐδεμία γὰρ ἐνέργεια ἐμποδιζομένη τέλος ἐστίν. ὁρίζονται δὲ καὶ τὴν εὐδαιμονίαν ἐνέργειαν ψυχῆς εἶναι μεθ’ ἡδονῆς ἐν τελείῳ βίῳ. ἐπεὶ οὖν ἡ εὐδαιμονία ἐνέργεια ἀνεμπόδιστός ἐστιν, διὰ τοῦτο προσδεῖται καὶ τῶν ἐν σώματι ἀγαθῶν. τὸ δὲ καὶ ἀντὶ τοῦ ἤτοι·2 ἤτοι τῶν ἐκτός, πλούτου δόξης δυναστείας 〈καὶ〉 τῆς τύχης, ἤτοι τῶν τυχηρῶν ἀγαθῶν, ὅπως μὴ ταῦτα, ἤτοι τὰ ἐκτὸς ἀγαθά, ἀπόντα παρεμποδίζωσι τὴν ἐνέργειαν τοῦ εὐδαίμονος. εἰ γάρ τις ἔχει ἁπάσας τὰς ἀρετάς, οὐκ ἔχει δὲ καὶ τὰ ἐκτὸς ἀγαθά, πλοῦτον δόξαν, οὗτος οὐκ ἂν δυνήσεται οὕτως ἀνεμποδίστως ἐνεργεῖν κατὰ τὰς ἀρετάς, ἀλλὰ καὶ ἄδικά τινα διαπράξεται, ὡς ἂν πλοῦτον συλλέξῃ ἢ ἄλλο τι τῶν ἀναγκαίων. μὴ ἀνεμποδίστως δὲ ἐνεργῶν οὐδὲ εὐδαίμων οὗτος ῥηθήσεται. Οἱ δὲ λέγοντες τὸν τροχιζόμενον,3 ἤτοι τὸν κατὰ τροχοῦ φερόμενον ὑπὸ τῶν πειρασμῶν, ἤτοι τὸν ἀτυχοῦντα καὶ δυστυχίαις μυρίαις περιπίπτοντα εὐδαίμονα, κἂν ἀγαθὸς ᾖ, ἤτοι κἂν ἁπάσας ἔχῃ τὰς ἀρετάς, ἢ ἑκόντες, ἤτοι ἢ γινώσκοντες, ὅτι οὐκ ἔστιν οὗτος εὐδαίμων, κρύπτοντες τὴν ἀλήθειαν, οὐδὲν λέγουσιν, ἤτοι ψεύδονται εὐδαίμονα τὸν τοιοῦτον ὀνομάζοντες, ἢ ἄκοντες, ἤτοι ἀγνοοῦντες τίς ἐστι ὁ κυρίως εὐδαίμων. ἐπεὶ καὶ ὄπισθεν ἐν τῷ πρώτῳ τοῦτο ἐπεσημήνατο εἰπὼν ‘ὁ δὲ Πριαμικαῖς δυστυχίαις περιπεσὼν κἂν πάσας ἔχῃ τὰς ἀρετὰς οὐκ εὐδαίμων ἐστίν.’ ἐπεὶ δὲ ὁ εὐδαίμων προσδεῖται τῆς τύχης, ἤτοι τῶν τυχηρῶν ἀγαθῶν, πλούτου δόξης, δοκοῦσί τινες ταὐτὸν εἶναι τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, ἐπεὶ αὐτὴ ἡ εὐτυχία ἐὰν ὑπερβολική τις ᾖ ἐμποδίζει τὸν εὐδαίμονα ὥστε κατὰ τὰς ἀρετὰς ἐνεργεῖν. εἰ γάρ τις ὑπερβολικὴν δυναστείαν ἔχων ἢ πλοῦτον, ὑπερόπτης ἴσως τῶν εὐτελῶν καταφαίνεται, καὶ τῶνδε μὲν καταδυναστεύων, τούσδε δὲ καὶ ἀδικῶν. ὥστε ἡ ὑπερβολικὴ εὐτυχία ἐμποδίζει μᾶλλον τὸν εὐδαίμονα εἰς τὸ κατὰ ἀρετὴν ἐνεργεῖν. λοιπὸν οὐ δεῖ τὸν εὐδαίμονα ὑπερβολικὴν εὐτυχίαν ζητεῖν, καὶ ἴσως οὐ δίκαιόν ἐστιν τὴν ὑπερβολικὴν εὐτυχίαν εὐδαιμονίαν κατονομάζειν, εἴπερ ἐμποδιστικὴ τῆς εὐδαιμονίας ἐστίν. ἡ γὰρ ὑπερβολικὴ εὐτυχία φαύλη ἐστί. καὶ γὰρ ὅρος αὐτῆς τῆς εὐτυχίας πρὸς τὴν εὐδαιμονίαν ἐστίν. εἰ γὰρ συντελεῖ καὶ ὠφέλιμός ἐστι πρὸς τὴν εὐδαιμονίαν, τότε εὐτυχία ὀνομασθήσεται καὶ ἐπαινετὴ ἔσται, εἰ δ’ οὐ συντελεῖ, ἅτε ὑπερβολική τις οὖσα, οὐδ’ εὐτυχία ὀνομασθήσεται οὔτε μὴ ἐπαινετὴ ἔσται. Ἐπεὶ ἔλεγόν τινες, ὅτι ἐπεὶ αἱ ἡδοναὶ παρὰ τῶν θηρίων καὶ παιδίων διώκονται, ἤτοι ζητοῦνται, διὰ τοῦτο οὐκ εἰσὶν ἀγαθαί, φησὶν οὗτος, ὅτι διὰ τοῦτο μᾶλλον εἰσὶν ἀγαθαί, διότι ὑπὸ τῶν θηρίων καὶ παίδων ζητοῦνται. σημεῖον γὰρ τοῦ εἶναι αὐτήν, ἤτοι τὴν ἡδονήν, ἄριστόν πως, ἤτοι ἀγαθὸν αὐτὸ τοῦτό ἐστιν τὸ ὑπὸ τῶν παιδίων καὶ θηρίων ζητεῖσθαι.
或许也必然存在某种最值得欲求且最善的快感,既然每种品质,即德性,都存在不受阻碍的活动,并且如果幸福属于一切品质,即诸德性——无论是幸福由诸德性的一切活动所构成,还是幸福是它们之中某一种,即某种单一德性的活动。因为正如他此前所说,静观者是幸福的。因为他在第十卷中说,如果观相是不受阻碍的,即如果不受阻碍地观相和思惟,幸福者便仅由观相所构成。而这,即不受阻碍的活动,就是快感。因此,既然快感是不受阻碍的活动,且每种品质即德性都存在不受阻碍的活动,无论是幸福由诸德性的一切活动所构成,还是幸福由某种单一品质即观相品质的活动所构成,所以如果幸福由一切德性的活动构成或由某种单一品质的活动构成,且幸福是不受阻碍的活动,而快感也是一切德性的活动,那么最终必然存在某种最善的快感,即幸福及其活动。因此将存在某种[最善的快感]——即即使我们承认多数即大部分快感是恶劣的,但无论如何仍存在某种作为最善之物的快感,即幸福及其活动。又因为快感是不受阻碍的活动,而幸福也是由一切德性或单一德性的活动构成的,因此所有人都认为幸福的生活是快乐的;并且他们合乎情理地将快感与幸福交织在一起,一方面把快感视作不同于幸福的东西,另一方面又将它与〔幸福〕混合在一起。他理所当然地补充了“合乎情理地”一词。因为如果幸福属于完满之事,那么它最终也是不受阻碍的活动。而快感也是不受阻碍的活动,所以他们合乎情理地将快感与幸福交织在一起。因此幸福是目的,而如果它是目的,那么最终它也是不受阻碍的活动。因为没有任何受阻碍的活动是目的。他们也将幸福定义为“在完满生活中伴随快感的灵魂活动”。因此,既然幸福是不受阻碍的活动,正是由于这一点,它还额外需要肉体上的诸善——而“以及”相当于“即”——即外在的诸善、财富、名声、权势和运气,即基于运气的诸善,以免这些即外在诸善因缺失而妨碍幸福者的活动。因为如果某人拥有一切德性,却不拥有外在诸善,即财富和名声,他便不能如此不受阻碍地按照诸德性去活动,反而还会做出某些不公之事,以便聚敛财富或其他必需之物。而未能不受阻碍地活动的人,也不会被称为幸福者。至于那些宣称受车裂之刑者——即受试炼而在车轮上遭受折磨者,也就是遭遇不幸并陷入无数灾祸者——即使是善人,即即使拥有一切德性也是幸福的人,他们要么是故意地——即明明知道此人不是幸福的,却隐瞒真相——在胡说八道,即称这样的人为幸福是在说谎;要么是无心地——即不知道谁才是本真上的幸福者。因为此前在第一卷中他也曾指出这一点,说“陷入普里阿摩斯式灾祸的人,即使拥有一切德性也不是幸福的”。然而,由于幸福者额外需要运气,即基于运气的诸善、财富和名声,某些人便认为幸运与幸福是同一回事;可是这幸运本身如果过度,就会妨碍幸福者按照诸德性去活动。因为如果某人拥有过度的权势或财富,他或许就会显得蔑视卑微之人,既压制这些人,甚至还对那些人行不义。因此过度的幸运反而妨碍幸福者按照德性去活动。所以,幸福者不应当寻求过度的幸运,并且如果过度的幸运确实妨碍幸福,那么将过度的幸运称为幸福或许也是不正当的。因为过度的幸运是恶劣的。实际上,幸运本身的限度是相对于幸福而言的。因为如果它有助于幸福且对幸福有益,那时它便会被称为幸运且值得赞扬;但如果它因其过度而无助于幸福,它就既不会被称为幸运,也不会值得赞扬。既然某些人曾说,因为快感被野兽和孩童所追求即寻求,所以它们不是善的,于是他说,正是由于它们被野兽和孩童寻求,它们反而因此是善的。因为被孩童和野兽所寻求,这本身就是它即快感在某种意义上是最善之物即善的证据。
- 7.0εἰ γὰρ εὐδαιμονία ἐστὶν τῶν τελείων
处于表语位置的属格(“τῶν τελείων”)。中性复数属格作为“εὐδαιμονία ἐστίν”的表语补足语,表示归属或分类(“属于完满之事”/“为完满事物之一”)。
- 7.0τὸ δὲ καὶ ἀντὶ τοῦ ἤτοι
连词“καί”的解释性用法。针对被注释原文(《尼各马可伦理学》1153b17–18)中提及身体诸善“以及(καί)外在诸善”之处,注释者指出此处的“καί”在句法上并非单纯的并列或累加,而是起到解释说明、同位语替换(即“也就是说”ἤτοι)的作用(epexegetic καί)。
- 7.0Οἱ δὲ λέγοντες τὸν τροχιζόμενον
针对分词主语短语“Οἱ δὲ λέγοντες τὸν τροχιζόμενον ... εὐδαίμονα”(宣称受车裂之刑者……是幸福的人),主要动词“οὐδὲν λέγουσιν”(在说空话/胡说)被置于较远的位置。其间插入了二选一的副词性修饰短语“ἢ ἑκόντες ... ἢ ἄκοντες”(或出于自愿……或出于无心)以及注释者的多重释义从句(如“ἤτοι ἢ γινώσκοντες...”等),使句式结构大幅拉长。
