- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:451.29-453.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者反驳了认为快感非善的各种责难(关涉节制者与孩童的态度、与痛苦的对立、斯珀西波斯的中道说以及恶劣快感的存在),通过区分快感种类、对立者逻辑、普遍共识以及诸知识的比喻,捍卫了最善快感的存在。
πειρᾶται λῦσαι καὶ τὰς τοιαύτας πάσας δόξας ἐν τῷ αὐτῷ, ἤτοι δι’ ἑνὸς ἐπιχειρήματος, καί φησιν, ὅτι ἐπεὶ εἴπομεν, ὅτι πᾶσαι αἱ ἡδοναὶ αἱ ἐκ τῶν ἐνεργειῶν, αἱ μέν εἰσι τῶν ἀρετῶν ἡδοναὶ πῶς ἀγαθαί, ἤτοι ἁπλῶς καὶ κυρίως, αἱ δέ εἰσι πῶς οὐκ ἀγαθαί, ἤτοι ἁπλῶς μὲν καὶ κυρίως ἀγαθαὶ οὐκ εἰσίν, οἷον αἱ σωματικαί, ἀλλὰ τισίν εἰσιν ἀγαθαὶ καὶ φαινόμεναι ἀγαθαί, τὰ παιδία καὶ τὰ θηρία διώκουσιν, ἤτοι ζητοῦσι, καὶ ὁ σώφρων μισεῖ τὰς τοιαύτας ἡδονάς, τὰς μετ’ ἐπιθυμίας καὶ λύπης γινομένας, ἤτοι τὰς σωματικάς, καὶ οὐκ εἰσι κυρίως ἀγαθαὶ ἀλλὰ φαινόμεναι, καὶ ὁ φρόνιμος τὰς σωματικὰς ἡδονὰς οὐ ζητεῖ, αἵ εἰσι φαινόμεναι ἀγαθαί, ἀλλὰ ζητεῖ τὴν ἀλυπίαν τούτων. ὁ γὰρ φρόνιμος τῇ ἀπουσίᾳ τῶν σωματικῶν ἡδονῶν βούλεται μὴ λυπεῖσθαι, ἤτοι οὐ λυπεῖται. σωματικαί εἰσιν ἡδοναὶ τὰ ἀφροδίσια, τὰ ἄμετρα σιτία καὶ ποτά. αὗται γὰρ αἱ σωματικαὶ ἡδοναὶ τοιαῦταί εἰσιν, ἤτοι μετ’ ἐπιθυμίας καὶ λύπης γίνονται. εἰ γάρ τις πεινᾷ, λυπεῖται διὰ τὸ τὴν γαστέρα εἶναι ἐν ἐνδείᾳ βρωμάτων καὶ ἐπιθυμεῖ ἐμπλῆσαι αὐτήν. ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος λυπεῖται ἐν τῇ ἀπουσίᾳ τῶν ἀφροδισίων καὶ ἐπιθυμεῖ αὐτῶν καὶ τὰς ὑπερβολὰς τούτων τῶν σωματικῶν ἡδονῶν, ἤτοι τὸ ἀμέτρως καὶ ὑπερβολικῶς ἀφροδισιάζειν καὶ πίνειν καὶ ἐσθίειν καθὼς ὁ ἀκόλαστος ἀκόλαστος λέγεται, † ἐν ᾧ ζητοῦσι τὰ παιδία καὶ τὰ θηρία, ἃ μισεῖ ὁ σώφρων καὶ ὁ φρόνιμος. ὁ γὰρ ἀκόλαστος ἀκόλαστος λέγεται ἐν τῷ ζητεῖν τὰς ὑπερβολὰς τῶν σωματικῶν ἡδονῶν. διὸ ὁ σώφρων φεύγει ταύτας, ἤτοι τὰς σωματικὰς ἡδονάς, αἳ οὔκ εἰσι κυρίως ἀγαθαί. εἰσὶ δὲ καὶ οἰκεῖαι τῷ σώφρονι, αἳ αὐτῷ ἐπιγίνονται ἐκ τῶν ἐνεργειῶν τῆς ἕξεως, ἤτοι τῆς σωφροσύνης, καὶ αὗται αἱ ἐκ τῶν ἐνεργειῶν τῶν ἀρετῶν γινόμεναί εἰσι κυρίως ἀγαθαί. τῷ γὰρ δικαίῳ ἡδονὴ γίνεται ἐκ τοῦ τὰ δίκαια πράττειν καὶ τῷ ἀνδρείῳ ἐκ τοῦ τὰ ἀνδρεῖα καὶ τῷ σώφρονι ἐκ τοῦ πράττειν τὰ σώφρονα ἡδονὴ γίνεται. Ἀλλὰ μὴν ὡμολόγηται ὅτι καὶ ἡ λύπη κακόν ἐστιν καὶ φευκτόν. ἡ μὲν γὰρ ἡ λύπη ἐστὶν ἁπλῶς κακόν, οἷον εἰ λυπεῖταί τις ἐν τῇ ἀπουσίᾳ τῶν ἀφροδισίων, ἡ τοιαύτη λύπη ἐστὶν ἁπλῶς 〈κακόν〉, ἡ δὲ οὐκ ἔστιν ἁπλῶς κακόν, ἀλλὰ πῇ κακὸν καὶ φευκτόν, ἤτοι καθὸ ἐμποδιστική, οἷον εἴ τις νοῆσαι πειρᾶται θεώρημά τι, ἐν οἷς δὲ σπουδάζει νοῆσαι αὐτὸ ἀκοῦσαι,1 ὅτι ὁ παῖς ἢ ὁ φίλος αὐτοῦ ἀπέθανε καὶ λυπηθῇ καὶ τῇ λύπῃ συσχεθεὶς μὴ δυνηθῇ θεωρῆσαι τὸ θεώρημα ἐν τῷ θολωθῆναι τὸ λογιστικὸν αὐτοῦ ὑπὸ τῆς λύπης, ἡ τοιαύτη λύπη, ἡ ἐπὶ τῇ τελευτῇ τοῦ παιδός, ἁπλῶς μὲν κακὴ οὐκ ἔστιν, ἀλλὰ πῇ ἐστι κακή, καθὸ ἐνεμπόδισεν αὐτὸν νοῆσαι τὸ θεώρημα. εἰ οὖν ἡ λύπη κακὸν καὶ φευκτόν, τῷ δὲ φευκτῷ καθὸ φευκτόν ἐστιν καὶ κακόν, ἐναντίον ἐστὶν τὸ ἀγαθόν, λείπεται ἄρα τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐὰν θάτερον τὸ τῶν ἐναντίων κακόν ἐστιν, θάτερον ἔσται ἀγαθόν. ἐνδέχεται γὰρ εἶναι καὶ κακόν, οἷον ἀνδρεία δειλία καὶ θρασύτης. ἀντίκειται γὰρ τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης. ἔνστασις τοῦ Σπευσίππου. ἔλεγεν ὁ Σπεύσιππος, ὅτι ὡς τὸ μεῖζον ἀντίκειται τῷ ἐλάττονι καὶ τῷ ἴσῳ, καὶ τὰ μὲν ἄκρα, ἤτοι τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἐστὶν κακά, τὸ δὲ μέσον, ἤτοι τὸ ἴσον ἀγαθόν ἐστιν, οὕτως καὶ ἡ ἡδονὴ ἀντίκειται τῇ ἀλυπίᾳ καὶ τῇ λύπῃ, καὶ τὰ μὲν ἄκρα, ἤτοι ἡ λύπη καὶ ἡ ἡδονή, εἰσὶ κακά, τὸ δὲ μέσον, ἤτοι ἡ ἀλυπία, ἀγαθόν ἐστιν. ὡς γὰρ ὁ Σπεύσιππος ἔλυεν, ὅτι καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη κακόν ἐστιν, ἡ δὲ ἀλυπία ἀγαθόν, οὐ συμβαίνει ἡ λύσις, ὅτι οὐχ ὡμολόγηται τοῦτο πᾶσι. πάντες γὰρ ὁμολογοῦσι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ οὐδεὶς ἂν φαίη τὴν ἡδονὴν εἶναι ὅπερ κακόν,2 ἤτοι ὡς ἐν γένει ἀνάγεσθαι τῷ κακῷ, καὶ εἶδος τοῦ κακοῦ τὴν ἡδονὴν εἶναι, ἤτοι εἶναι κακὸν τὴν ἡδονὴν οὐδεὶς ὁμολογεῖ. Πάλιν εἶπεν ὄπισθεν ὅτι τινὲς ἐδόξαζον, ὅτι ἐπεί εἰσί τινες ἡδοναὶ φαῦλαι, λοιπὸν οὐκ ἔστιν ἡδονὴ τὸ ἄριστον. λύει οὖν καὶ ταύτην τὴν δόξαν καί φησι, οὐδὲν κωλύει τινὰ ἡδονὴν εἶναι τὸ ἄριστον, ἐπεί εἰσί τινες ἡδοναὶ φαῦλαι, ὥσπερ οὐδὲν κωλύει εἶναί τινα ἐπιστήμην ἄριστον, ἤτοι τὴν φιλοσοφίαν, ἐπεί εἰσί τινες ἐπιστῆμαι φαῦλαι. ἐπιστήμας καταχρηστικῶς τὰς βαναύσους ἐνταῦθα ἔλαβεν, οἷον τὴν φαρμακευτικὴν ἐπιστήμην καὶ τὴν ὀρχηστικὴν καὶ τὴν σκυτοτομικήν.
他试图同时化解所有这类意见,即通过单一的一组论证,并且说:既然我们曾说过,由诸活动所产生的一切快感中,诸德性的快感在某种意义上是善的,即断然且本真地是善的,而另一类在某种意义上不是善的,即并非断然且本真地是善的,例如肉体的诸快感,而只是对某些人而言是善的并且是表观之善,那么孩童和野兽所追求即寻求的正是这类快感,而节制者所厌恶的也是这类伴随着欲望与痛苦而产生的快感,即肉体的诸快感,它们不是本真之善而是表观之善;明智者也不寻求肉体的诸快感,这些表观之善,而是寻求免于这些快感的无痛苦状态。因为明智者希望在肉体诸快感缺失时不感到痛苦,即他不感到痛苦。肉体的快感就是情欲之事,以及过度的饮食。因为这些肉体快感就是这类的,即伴随着欲望与痛苦而产生。因为如果某人饥饿,他便因胃部缺乏食物而感到痛苦,并欲望填满它。同样,放荡者也在情欲之事缺失时感到痛苦并欲望它们,以及欲望这些肉体快感的过度,即无节制且过度地沉溺于情欲、饮酒与进食,放荡者正是据此被称为放荡者。孩童和野兽所寻求的正是这一点,而节制者与明智者则厌恶这一点。因为放荡者正是由于寻求肉体快感的过度而被称作放荡者的。因此节制者逃避这些快感,即逃避并非本真之善的肉体快感。但节制者也有本己的快感,这些快感是由其状态的活动,即节制的活动随之在他身上产生的,而这些由诸德性的活动产生的快感才是本真之善。因为公正者因践行公正之事而产生快感,勇敢者因勇敢之事而产生快感,节制者也因践行节制之事而产生快感。 再者,人们一致同意痛苦也是恶且是应逃避的。因为痛苦中有一类是断然的恶,例如如果某人在情欲之事缺失时感到痛苦,这种痛苦就是断然的[恶];而另一类则不是断然的恶,而是在某种意义上是恶且应逃避的,即就其造成妨碍而言是如此。例如,如果某人试图思惟某个定理,而在他热切思惟它时,听说自己的孩子或朋友去世了,并感到悲痛,被痛苦所攫住,以致由于其理性部分被痛苦所浑浊而无法观相该定理,那么对于孩子之死的这种痛苦,断然而言并非恶,但就其妨碍了他思惟该定理而言,在某种意义上则是恶。因此,如果痛苦是恶且应逃避的,而与应逃避者就其为应逃避者和恶而言相对立的是善,那么结论就是快感是善。因为在无中介的对立者中,若对立者之一是恶,另一者就将是善。因为对立者两者皆为恶也是可能的,例如勇敢、怯懦和鲁莽;因为针对怯懦,勇敢和鲁莽两者都是对立的。斯珀西波斯的异议。斯珀西波斯曾说,正如较大者与较小者以及相等者相对立,且两极端——即较大者与较小者——是恶,而中道——即相等者——是善,快感同样也与无痛苦和痛苦相对立,且两极端——即痛苦与快感——是恶,而中道——即无痛苦——是善。然而,斯珀西波斯所做的这种化解(即快感和痛苦皆为恶,而无痛苦是善)并不成立,因为这一点并非人人赞同。因为所有人都赞同快感是善,没有人会说快感是恶的本质,即作为恶这一属而被归入恶,且快感是恶的一种相;也就是说,没有任何人赞同快感是恶。 再次,他在此前曾说过,某些人认为,既然某些快感是恶劣的,因此快感就不是最善之物。于是他也化解了这种意见,并说:尽管某些快感是恶劣的,但这绝不妨碍某种快感是最善之物,正如尽管某些知识是恶劣的,但这绝不妨碍某种知识——即哲学——是最善之物一样。他在这里借用了“知识”一词来指称粗鄙的技艺,例如制药术、舞蹈术和制鞋术。
- 7.0ἐν οἷς δὲ σπουδάζει νοῆσαι αὐτὸ ἀκοῦσαι
在由 εἴ τις νοῆσαι πειρᾶται... 引导的条件句框架内,不定词 ἀκοῦσαι 呈现出破格用法,与随后的虚拟语气 καὶ λυπηθῇ 相应。在句法上,它可被视为祈愿语气(ἀκούσαι)或虚拟语气(ἀκούσῃ)的传抄讹误,抑或省略了 [συμβαίη] 的 εἰ ... ἀκοῦσαι 结构。所有语言均统一将其解读为条件从句内部发生的事件(“当他热切思惟它时,[若]听说……”)。
- 7.0ὅπερ κακόν
该短语意指“本真之恶”或“恶的本质”,注疏者紧接着用 ἤτοι ὡς ἐν γένει ἀνάγεσθαι τῷ κακῷ(即作为属而被归入恶)对其含义进行了阐释。在句法上作表语,解作“恶的本质”或“恶本身”。
