← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§450.5-451.28

快感为至善及其对立论点的驳斥

注疏者阐释了亚里士多德对否认快感为最善者的诸论点的驳斥,论及快感被误认为生成的原因、有害快感的存在并不能证明快感本身为恶、固有快感能强化而非妨碍明智,以及快感是否存在专门技艺等论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#30

τοῦ γὰρ σώφρονος τὸ αὐτό ἐστιν καὶ ἐνέργεια καὶ τέλος. ἐπεὶ δὲ ἡδονὴ τὸ αὐτό ἐστιν καὶ ἐνέργεια καὶ τέλος, ὁ γὰρ θεωρῶν, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι, ἅμα ἐνεργεῖ καὶ ἥδεται, ὥστε ἐπεὶ καὶ τέλος ἐστίν, λοιπὸν οἱ λέγοντες, ὅτι οὐκ ἔστι τέλος ἡ ἡδονὴ καὶ διὰ τοῦτο οὐδὲ τὸ ἄριστον, κακὸν λέγουσιν.1 εἶτα λέγει καὶ πῶς ἐδόξασαν τὴν ἡδονὴν ὅτι ἐστὶ γένεσις. καί φησιν ὅτι ἐπεὶ ἡ ἐνέργεια κυρίως ἀγαθόν ἐστιν, ᾤοντο δὲ τὴν ἐνέργειαν καὶ τὴν γένεσιν ταὐτὸν εἶναι,2 τιμῶντες τὴν ἡδονὴν καὶ δεικνύοντες, ὅτι ἐστὶν ἡ ἡδονὴ τὸ κυρίως ἀγαθόν, ἔλεγον αὐτὴν γένεσιν εἶναι. δοκεῖ δὲ ἡ ἡδονή, ὅτι ἐστὶ γένεσις, διὰ τὸ καὶ δοκεῖν αὐτοῖς, ὅτι ἐστὶ κυρίως ἀγαθὸν ἡ ἡδονή. ἔστι δὲ ἡ ἐνέργεια ἕτερον τῆς γενέσεως. ἕτερον γάρ ἐστιν ἡ ἐνέργεια ἑκάστης ἕξεως καὶ ἡ γένεσις, ἤτοι ἡ κίνησις καθ’ ἣν κινεῖταί τις πρὸς τὸ ὀρεκτὸν ἢ πρὸς τέλος τι. ἡ γὰρ ἐνέργειά ἐστιν τὸ ποιοῦν τὴν γένεσιν παντὸς πράγματος, ἤτοι τὸ αἴτιον τοῦ γίνεσθαι πᾶν πρᾶγμα. πάλιν ἐπεὶ ἐδόξαζόν τινες, ὅτι ἐπεί εἰσί τινα ἡδέα βλαβερὰ καὶ αἰσχρά, λοιπὸν καὶ πᾶσα ἡδονὴ φαύλη ἐστίν, ἐπιχειρεῖ ἀνατρέψαι καὶ ταύτην τὴν δόξαν καί φησιν, ὅτι ἐὰν ὦσι πᾶσαι αἱ ἡδοναὶ φαῦλαι, διότι εἰσί τινα ἡδέα νοσώδη καὶ βλαβερὰ καὶ αἰσχρά, τὸ αὐτὸ συμβήσεται καὶ ἐπὶ τῶν ὑγιεινῶν, ὅτι ἔσονται πάντα τὰ ὑγιεινὰ φαῦλα καὶ παρεμποδιστικὰ πρὸς χρηματισμόν, ἤτοι πρὸς πλοῦτον· οἷον εἴ τις ἀρρωστεῖ, ὑγιεινόν ἐστιν, ἤτοι τὸ ποιητικὸν ὑγιείας τὸ διδόναι τοῖς ἰατροῖς καὶ ἐξωνεῖσθαι πάντα τὰ πρὸς ὑγίειαν συμβαλλόμενα, ἀλλὰ κενωτικόν ἐστιν τοῦ πλούτου αὐτοῦ. ταύτῃ οὖν, ἤτοι κατὰ τοῦτον τὸν λόγον καὶ κατὰ τοῦτο, ἄμφω, ἤτοι πᾶσαι αἱ ἡδοναὶ καὶ πάντα τὰ ὑγιεινά εἰσι φαῦλα. ἀλλ’ οὐ φαῦλά εἰσιν· ὡμολόγηται γὰρ πᾶσιν, ὅτι εἰσὶν ἡδοναί τινες ἀγαθαὶ καὶ ὑγιεινά εἰσιν ἀγαθά. κατὰ τοῦτον τὸν λόγον ἐπεὶ καὶ τὸ θεωρεῖν, ἤτοι τὸ νοεῖν καὶ ἀναγινώσκειν, βλάπτει πρὸς ὑγίειαν ποτέ, λοιπὸν ἔσται ἁπλῶς τὸ θεωρεῖν φαῦλον. τοῦτο δὲ ἄτοπον, ὅτι ἡ νόησις θεωρημάτων τινῶν ὑψηλῶν ἐστι φαύλη. εἰ γάρ τις ἀρρωστῶν θεωρεῖ, ἤτοι ἀναγινώσκει καὶ νοεῖν ἐπιχειρεῖ θεωρήματα ὑψηλά, ἐμποδίζεται μᾶλλον πρὸς τὸ ὑγιᾶναι καὶ ἐπιτείνεται ἡ αὐτοῦ ἀρρωστία. διὸ καὶ οἱ ἰατροὶ παρακελεύονται τοὺς ἀρρώστους μὴ ἀναγινώσκειν. Πάλιν ἐπεὶ ἐδόξαζόν τινες, ὡς καὶ ὄπισθεν εἴρηκεν, ὅτι ἐμποδιστικαί εἰσιν τῆς φρονήσεως καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἀγαθαί, ἀνατρέπει ταύτην τὴν δόξαν καί φησιν, ὅτι οὔτε τῇ φρονήσει οὔτε ἄλλῃ τινὶ ἕξει εἰσὶν ἐμποδιστικαὶ αἱ ἡδοναί, αἱ ἐφ’ ἑκάστῃ ἕξει γινόμεναι. ἡ γὰρ ἡδονὴ ἡ γινομένη τῷ φρονίμῳ ἐν τῷ ἐφευρίσκειν τὰ πρὸς τὸ τέλος ἄγοντα οὐκ ἐμποδίζει τὴν αὐτοῦ φρόνησιν πρὸς τὸ ἐφευρίσκειν ταῦτα, ἀλλὰ μᾶλλον ἐπιτείνει αὐτήν, οὐδὲ ἡ ἡδονὴ ἡ ἐπιγινομένη τῷ σώφρονι ἐκ τοῦ πράττειν τὰ σώφρονα ἐμποδίζει αὐτὸν πρὸς τὸ πράττειν τὰ σώφρονα ἀλλὰ μᾶλλον παροτρύνει. ἀλλὰ μᾶλλον εἰσὶν ἐμποδιστικαὶ ἑκάστης ἕξεως αἱ ἀλλότριαι ἡδοναί, ἤτοι αἱ σωματικαὶ ἡδοναί. ἡ γὰρ ἡδονὴ ἡ ἐκ τοῦ μοιχεύειν ἀλλοτρία ἐστὶν τοῦ σώφρονος καὶ τοῦ φρονίμου καὶ οὐχὶ οἰκεία. οὐ γὰρ τοιαύτῃ ἡδονῇ χαίρει ὁ σώφρων ἢ ὁ φρόνιμος ἀλλὰ τῇ ἐκ τοῦ ἐνεργεῖν τὰ σώφρονα. διὸ ὁ σώφρων εἰ χαίρει τῇ ἀφροδισιαστικῇ ἡδονῇ ἢ ὁ φρόνιμος, ἐμποδίζεται τοῦ ἐνεργεῖν, ἤτοι ὡς σώφρων ἢ ὡς φρόνιμος, ἐπεὶ αἱ ἡδοναὶ αἱ ἐπιγινόμεναί τινι ἐκ τοῦ θεωρεῖν, ἤτοι νοεῖν ἤτοι μανθάνειν θεώρημά τι ὑψηλόν, μᾶλλον ποιοῦσι προθυμότερον πρὸς τὸ μανθάνειν καὶ οὐκ ἐμποδίζουσιν ἢ ἀνακόπτουσιν αὐτὸν τῆς προθυμίας. εἰ δὲ ὁ μανθάνων χαίρει ἀλλοτρίᾳ ἡδονῇ, ἤτοι σωματικῇ, τῇ ἐκ τῶν ἀφροδισίων, ἐμποδίζεται καὶ οὐκέτι δύναται νοῆσαί τι. Πάλιν ἐδόξαζόν τινες, ὅτι ἐπεὶ τῆς ἡδονῆς τέχνη οὐκ ἔστιν, λοιπὸν οὐκ ἔστιν ἡδονὴ ἀγαθόν. λύει καὶ ταύτην τὴν δόξαν πρῶτον μὲν κατὰ ἔνστασιν, εἶτα κατὰ ἀντιπαράστασιν. εὐλόγως οὐδεμιᾶς ἡδονῆς τέχνη ἐστίν, ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ὡς δέδεικται, οὐδεμιᾶς δὲ ἐνεργείας ἐστὶν τέχνη. αἱ γὰρ τέχναι τῶν δυνάμεων, ἤτοι τῶν ἕξεών εἰσιν, οὐ τῶν ἐνεργειῶν, αἱ δὲ ἐνέργειαί εἰσι τῶν ἕξεων. εἶτα καὶ κατὰ ἔνστασιν λύει3 καὶ φησίν, ὅτι καὶ τῆς ἡδονῆς τέχνη ἐστίν· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητικὴ τέχναι εἰσὶ τῆς ἡδονῆς καὶ ποιητικαὶ ταύτης. καὶ ἐπεί ἐστι τέχνη αὐτῆς, λοιπὸν ἡ ἡδονὴ ἀγαθόν ἐστιν. πάλιν ἐδόξαζόν τινες, ὅτι ἐπεὶ τὸ ἡδὺ μισεῖ ὁ σώφρων καὶ ἐπεὶ ὁ φρόνιμος τὸ ἄλυπον διώκει, ἤτοι ζητεῖ, καὶ ἐπεὶ τὰ θηρία καὶ τὰ παιδία τὴν ἡδονὴν ζητοῦσι, λοιπὸν ἡ ἡδονὴ οὐκ ἔστιν ἀγαθόν.

因为对于节制者而言,活动与终极目的是同一的。而既然快感与活动和终极目的两者皆同一——因为观相三角形的三内角[等于两直角]的人,在活动的同时便感到快感,因而既然它也是终极目的——所以那些声称快感不是终极目的并因此也不是最善之物的人,所言是错误的。随后他又陈述了他们是如何认为快感是生成的。他说,既然活动是本真之善,而他们认为活动与生成是同一的,于是在尊崇快感并试图表明快感是本真之善时,他们便称快感为生成。而快感之所以被认为是生成,正是由于他们也认为快感是本真之善。然而,活动不同于生成。因为每种状态的活动,不同于生成,即人向着欲求的对象或向着某种终极目的运动所循的运动。因为活动是产生一切事物之生成的东西,即一切事物得以生成的原因。再次,由于某些人认为,既然某些快意之物是有害且丑恶的,因此一切快感就都是恶劣的,他也试图推翻这种意见,并说如果因为某些快意之物导致疾病、有害且丑恶,一切快感就都是恶劣的,那么在健康之物上同样的事情也会发生,即一切健康之物都将是恶劣的并妨碍营利即财富;例如,如果某人生病,给予医家[报酬]并购买有助于健康的一切事物,这是健康的,即能产生健康的,但这却耗尽了他的财富。因此在这方面,即按照这种论点和依此观点,两者——即一切快感与一切健康之物——都将是恶劣的。但它们并非恶劣的;因为所有人一致同意,某些快感是善的,健康之物也是善的。按照这种论点,既然观相,即思惟与阅读,有时也损害健康,那么观相终将不加限定地是恶劣的。但这却是荒谬的,即思惟某些崇高的定理竟然是恶劣的。因为如果某个生病的人去观相,即阅读并试图思惟崇高的定理,他康复反而会受到阻碍,他的疾病也会加重。所以医家们也告诫病患不要阅读。再次,正如他此前也讲过的那样,由于某些人认为快感妨碍明智因而并非善,他便推翻这种意见,并说依随每种状态而产生的诸快感,既不妨碍明智,也不妨碍任何其他状态。因为明智者在发现引向终极目的的事物时在他身上产生的快感,不仅没有在发现这些事物上妨碍他的明智,反而增强了它;节制者由于践行节制之事而随之产生的快感,也没有在践行节制之事上妨碍他,反而激励了他。相反,妨碍每种状态的倒是外来的快感,即肉体的诸快感。因为通奸所带来的快感对于节制者和明智者而言是外来的而非本己的。因为节制者或明智者并不享受这种快感,而是享受践行节制之事所带来的快感。所以,如果节制者或明智者享受情欲的快感,他活动——即作为节制者或明智者而活动——就会受到阻碍;而由于观相(即思惟或学习某种崇高的定理)随之在某人身上产生的诸快感,反而使他对于学习更加热切,并不会妨碍他或挫伤他的热切。但是,如果学习者享受外来的快感,即由情欲之事而来的肉体快感,他便受到阻碍,再也不能思惟任何东西。再次,某些人认为,既然不存在快感的技艺,快感终究就不是善。他也推翻了这种意见,首先通过异议,其次通过反置。没有任何快感的技艺是合乎情理的;因为正如已指出的那样,快感是一种活动,而没有任何活动的技艺。因为诸技艺属于诸潜能即诸状态,而不属于诸活动,相反诸活动属于诸状态。随后他也通过异议予以化解,并说也存在快感的技艺;因为制香术和烹饪术就是快感的技艺并且产生快感。既然存在它的技艺,快感终究就是善。再次,某些人认为,既然节制者厌恶快意之物,既然明智者追求即寻求无痛苦,既然野兽和孩童寻求快感,快感终究就不是善。

语法注3 条
  1. 7.0ἐπεὶ δὲ ἡδονὴ τὸ αὐτό ἐστιν καὶ ἐνέργεια καὶ τέλος, ὁ γὰρ θεωρῶν, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι, ἅμα ἐνεργεῖ καὶ ἥδεται, ὥστε ἐπεὶ καὶ τέλος ἐστίν, λοιπὸν οἱ λέγοντες, ὅτι οὐκ ἔστι τέλος ἡ ἡδονὴ καὶ διὰ τοῦτο οὐδὲ τὸ ἄριστον, κακὸν λέγουσιν.

    该句为一个破格句(倒断句):由原因从句 ἐπεὶ δὲ ἡδονὴ... 开头,插入解释性分句(ὁ γὰρ θεωρῶν...)后,由 ὥστε 引导结论(ὥστε ἐπεὶ καὶ τέλος ἐστίν, λοιπὸν οἱ λέγοντες... κακὸν λέγουσιν)。在 ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι 之后,承前省略了直前段落中出现的标准谓述语 δυσὶν ὀρθαῖς ἴσαι εἰσίν。短语 κακὸν λέγουσιν 作副词性理解,等同于 κακῶς λέγουσιν(“说得不对/所言错误”)。

  2. 7.0ἐπεὶ ἡ ἐνέργεια κυρίως ἀγαθόν ἐστιν, ᾤοντο δὲ τὴν ἐνέργειαν καὶ τὴν γένεσιν ταὐτὸν εἶναι, τιμῶντες τὴν ἡδονὴν καὶ δεικνύοντες, ὅτι ἐστὶν ἡ ἡδονὴ τὸ κυρίως ἀγαθόν, ἔλεγον αὐτὴν γένεσιν εἶναι.

    句式结构由原因从句 ἐπεὶ... 与由 δέ 连接的并列从属句 ᾤοντο δέ... 开始,经过分词短语(τιμῶντες... καὶ δεικνύοντες...),最终落实到主句动词 ἔλεγον 以及不定式结构 αὐτὴν γένεσιν εἶναι 上。

  3. 7.0πρῶτον μὲν κατὰ ἔνστασιν, εἶτα κατὰ ἀντιπαράστασιν... εἶτα καὶ κατὰ ἔνστασιν λύει

    修辞学与辩证反驳的专门术语:ἔνστασις 指“提出异议”(以反例直接否定前提),ἀντιπαράστασις 指“反置/让步反驳”(承认前提但否定结论)。在此处,序句虽称“首先通过 ἔνστασις,其次通过 ἀντιπαράστασις”,但下文首先论证活动本身确实无技艺(此为让步反驳 ἀντιπαράστασις),随后又以“εἶτα καὶ κατὰ ἔνστασιν λύει...”提出调香与烹饪作为反例(此为异议 ἔνστασις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:450.5-451.28