- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:448.17-450.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥推翻了将快感定义为进入可感觉本性的生成或补充的学说,指出思惟的快感并无先行的匮乏与痛苦,且匮乏状态与确立状态下人们所喜好的快意之物截然不同。接着他论证快感不是生成,而是“合乎本性的状态的无阻碍活动”,并且在各种状态的活动中,活动与终极目的是同一的。
οὐχ ἡ αὐτὴ δὲ ἡ γένεσις, ἤτοι ἡ ἀποπλήρωσις, ἤτοι ἡ κίνησις καθ’ ἣν κινεῖται πρὸς τὸ πληρῶσαι τὴν γαστέρα βρωμάτων ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἐστὶν ἡδονή, ἀλλὰ μετὰ τὴν ἀποπλήρωσιν τῆς γαστρὸς ἐν ἐπιθυμίᾳ 〈τῆς〉 ὑπολύπου φύσεως καὶ ἕξεως. εἰ γάρ τις πεινᾷ καὶ ἔχει τὴν φύσιν ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, λυπεῖται ἅμα ὡς πεινῶν καὶ ἐπιθυμεῖ πληρῶσαι βρωμάτων τὴν αὑτοῦ γαστέρα. γράφεται καὶ ὑπολοίπου, τὸ λοι δίφθογγον,1 ἤτοι τῆς λοιπαζομένης φύσεως καὶ ἐν ἐνδείᾳ οὔσης βρωμάτων. εἰ γάρ τις ἔχει τὴν αὑτοῦ φύσιν καὶ ἕξιν λοιπαζομένην ἤτοι ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἐπιθυμεῖ πληρῶσαι αὐτήν. ἔστιν οὖν ἡ ἐνέργεια αὕτη, ἤτοι ἡ ἀναπλήρωσις, ἐν οἷς ἐστιν καὶ ἡ ἐπιθυμία τῆς ὑπολύπου φύσεως. Ἐπεὶ δέ εἰσιν ἡδοναὶ ἄνευ ἐπιθυμίας καὶ λύπης, οἷον αἱ ἐνέργειαι αἱ ἀπὸ τοῦ θεωρεῖν, ἤτοι νοεῖν, ἐπιγίνονται ἡμῖν μὴ τῆς φύσεως τι ἐνδεούσης καὶ διὰ τοῦτο λυπουμένοις καὶ ἐπιθυμοῦσιν ἀναπληρωθῆναι.2 εἰ γὰρ ἀναθεωρῶ, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσιν, ἡδονή, ἀλλ’ οὐ προηγησαμένης λύπης τινὸς ἢ ἐπιθυμίας διὰ τὸ ἐλλιπῆ εἶναι τὴν φύσιν. τὶ γὰρ ἡ φύσις ἐνδεῖ, ἵνα καὶ λύπη γένηται καὶ ἐπιθυμία· ὥστε ἐπεὶ εἰσιν ἡδοναὶ ἄνευ λύπης καὶ ἐπιθυμίας γινόμεναι διὰ τὸ μὴ ἐνδεῖν τι τὴν φύσιν, λοιπὸν κακῶς ἔχει ὁ ὁρισμὸς ὁ λέγων, ὅτι ἡδονή ἐστιν γένεσις εἰς φύσιν αἰσθητήν. πολλαὶ γάρ εἰσιν ἡδοναὶ ἄνευ γενέσεως εἰς φύσιν, ἤτοι ἀναπληρώσεως τῆς φύσεως ἐνδεούσης, οἷαί εἰσιν αἱ ἀπὸ τοῦ νοεῖν ἡδοναί. ὁ δὲ ὁρισμὸς πάντα τὰ ὑπὸ τὸ ὁριστὸν ὀφείλει συμπεριλαμβάνειν. σημεῖον δὲ ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις εἰς φύσιν, ἤτοι ἀναπλήρωσις τῆς φύσεως, διότι οὐ τῷ αὐτῷ ἡδεῖ χαίρουσι πάντες καὶ ἀναπληρουμένης τῆς φύσεως, ἤτοι καὶ εἴ τις πεινᾷ καὶ μέλλει ἀναπληρῶσαι τὴν ἑαυτοῦ γαστέρα ἐνδεῆ οὖσαν βρωμάτων, καὶ καθεστηκυίας, ἤτοι καὶ εἴ τίς ἐστιν καθεστηκώς, ἤτοι κεχορτασμένος. ἀλλὰ τῆς φύσεως καθεστηκυίας οὔσης, ἤτοι κεχορτασμένης, ἤτοι εἰ ἔστι τις κεχορτασμένος, χαίρει τοῖς ἁπλῶς, ἤτοι κυρίως, ἡδέσιν, ἤγουν τῷ πιεῖν οἶνον Χιώτην καὶ φαγεῖν ἄρτον σητάνιον. ἀναπληρουμένης δέ, ἤγουν ἐνδεοῦς δὲ οὔσης βρωμάτων τῆς φύσεως, ἤτοι εἰ δέ τις πεινᾷ, χαίρει καὶ τοῖς ἐναντίοις. ἡδέα γὰρ αὐτῷ δοκοῦσι τότε τὰ πικρὰ καὶ ὁ ὀξίνης οἶνος, καὶ ἁπλῶς ὁ πεινῶν καὶ τὸ παρατυχὸν ἡδὺ νομίζει, ἃ οὐδ’ ὅλως τις φαγεῖν θελήσαι κεχορτασμένος ὤν· ἅτινα, ἤτοι τὰ πικρὰ καὶ τὰ ὄξινα, οὔτε φύσει ἡδέα οὔτε ἁπλῶς, ἤτοι κυρίως. ὡς γὰρ τὰ κυρίως ἡδέα διεστήκασι τῶν τοιούτων, τῶν δοκούντων ἡδέων τῷ πεινῶντι καὶ διψῶντι, ἤτοι τῶν πικρῶν καὶ ὀξίνων, οὕτω καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων τῶν τε κυρίως ἡδέων καὶ τῶν δοκούντων γινόμεναι διεστηκυῖαί εἰσιν, καίτοι, εἰ ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητήν, ἔδει τὸ αὐτὸ ἡδὺ εἶναι καὶ ἐν τῷ πεινῶντι καὶ ἐν τῷ κεχορτασμένῳ. δέδεικται οὖν ὅτι οἱ ὁριζόμενοι τὴν ἡδονήν, ὅτι γένεσίς ἐστιν εἰς φύσιν αἰσθητήν, κακῶς ὁρίζονται. Πάλιν ἐνταῦθα ἀνατρέπει τὴν δόξαν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ τὸ ἄριστον, καὶ φησιν, ὅτι οὐκ ἐξ ἀνάγκης ἕτερόν τι βέλτιον τῆς ἡδονῆς, ὥσπερ τινές φασιν. ὅτι δὲ γενέσεις λέγουσι τὰς ἡδονὰς οὐδὲ πᾶσαι αἱ ἡδοναί εἰσι μετὰ γενέσεως, ἤτοι ἑτέρων τινῶν πρῶτον γινομένων, ἀλλὰ χρωμένων, ἤτοι ἅμα τῷ ἐνεργεῖν συνέπεται καὶ ἡ ἡδονή.3 ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, καὶ εἴ τις ἐνεργεῖ ἀμέμπτως, εὐθὺς καὶ ἥδεται, καὶ οὐ πασῶν τῶν ἐνεργειῶν ἐστι καὶ τὸ τέλος ἕτερον, ἀλλὰ τῶν ἐνεργειῶν τῶν ἀγομένων εἰς τελείωσιν φύσεως ἢ τῶν ἀναπληρούντων φύσιν τινὰ ἐν ἐνδείᾳ οὖσαν, ἤτοι τῶν τελειοποιουσῶν φύσιν τινά, ἐκείνων ἐστὶν καὶ τὸ τέλος ἕτερον τῶν ἐνεργειῶν. ἡ γὰρ ἰατρικὴ ἀναπλήρωσίς ἐστιν, οὗ ἡ φύσις ἐλλείπεται, καὶ εὐθὺς καὶ τὸ τέλος αὐτῆς, οἷον ἡ ὑγίεια, ἕτερόν ἐστιν τῶν ἐνεργειῶν αὐτῆς. καὶ διὰ τοῦτο οὐ καλῶς ἔχει τὸ φάναι, ὅτι ἡ ἡδονή ἐστι γένεσις εἰς φύσιν αἰσθητήν, ἀλλὰ μᾶλλον οὕτω δεῖ ὁρίσασθαι αὐτήν, ὅτι ἡ ἡδονή 〈ἐστιν〉 ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος. εἰ γάρ τις ἔχει ἕξιν τινὰ κατὰ φύσιν οὖσαν, οἷον σωφροσύνην ἢ ὑγίειαν, καὶ ἐνεργεῖ κατὰ ταύτην ἀνεμποδίστως, εὐφραίνεται. ἡ δὲ σωφροσύνη καὶ ὑγίεια, ἐπεὶ ἀγαθαί εἰσι, λοιπὸν καὶ κατὰ φύσιν εἰσίν. 〈πᾶν γὰρ τὸ κατὰ φύσιν ἀγαθόν. ὥστε ἡ ἀνεμπόδιστος ἐνέργεια ἡ ἐφ’ ἑκάστῃ ἕξει ἡδονή ἐστιν.〉 εἰ γάρ τις ὁποιανοῦν ἔχων ἕξιν ἢ ῥητορικὴν ἢ γραμματικὴν ἢ δικαιοσύνην καὶ ἐνεργεῖ κατὰ ταύτην ἀνεμποδίστως, ἥδεται. Ἐπὶ δὲ τῶν ἕξεων αἱ αὐταί εἰσιν ἐνέργειαι καὶ τέλη.
并非生成本身,即补充,即人在胃匮乏食物时为了用食物填满胃而运动所循的运动本身是快感,而是在胃得到补充之后,在留存痛苦的本性与状态的欲望之下产生的。因为如果某人饥饿且其本性处于食物匮乏之中,他便作为饥饿者同时感到痛苦,并渴望用食物填满自己的胃。也有写作为“hypoloipou”的,带有双元音“loi”,即剩下且处于食物匮乏之中的本性。因为如果某人的本性和状态是剩下的,即处于食物匮乏之中,他就渴望填满它。因此,这一活动,即再充填,发生在留存痛苦的本性的欲望也存在的地方。 然而,既然存在着不伴随欲望和痛苦的快感——例如由观相即思惟而来的活动,当我们的本性没有任何匮乏,因而也不为此痛苦、不渴望得到补充时,便在我们身上产生。因为如果我重新观相“三角形的三内角等于两直角”,这是快感,但没有任何先行的痛苦或由于本性欠缺而产生的欲望。因为本性匮乏什么,以至于痛苦和欲望也会产生呢?因此,既然存在着由于本性没有任何匮乏而产生的不伴随痛苦和欲望的快感,那么断言“快感是进入可感觉本性的生成”的这一定义终究是不妥当的。因为存在着许多不具有进入本性的生成(即无需补充匮乏之本性)的快感,例如由思惟而来的快感。而定义理应涵盖被定义项之下的所有事物。 快感并非进入本性的生成(即并非对本性的补充)的证据在于:当本性正在被补充时(即每当某人饥饿并将要补充自己匮乏食物的胃时),与当本性已确立稳定时(即每当某人处于确立状态即已饱足时),所有人并非享受同一快意之物。相反,在本性处于确立状态时,即饱足时,即如果某人已饱足,他享受断然的即本真快意之物,也就是饮用基奥斯葡萄酒和食用精麦面包。但是当本性正在被补充时,也就是当本性匮乏食物时,即如果某人饥饿,他甚至享受相反的事物。因为那时苦味之物和酸酒在他看来显得是快意的,断然而言,饥饿者甚至将碰巧得到的任何东西都视为快意之物,而已饱足的人绝不会想要吃这些东西;而这些东西,即苦味与酸味之物,既非本性上快意的,也非断然的即本真快意的。因为正如本真快意之物与饥渴之人看起来快意的这类事物(即苦味与酸味之物)截然不同一样,从这些本真快意之物和表面快意之物中产生的快感也同样截然不同;然而,如果快感是进入可感觉本性的生成,那么在饥饿者身上和在已饱足者身上,本应是同一事物为快意。因此表明,那些给快感下定义断言它是进入可感觉本性的生成的人,给出了拙劣的定义。 在此他又推翻了那些断言快感不是最善之物的人的意见,并说并非如某些人所言,必然存在某种比快感更好的事物。至于他们称诸快感为诸生成,甚至并非所有的快感都伴随着生成,即并非伴随着某些其他事物首先生成,而是伴随着运用,即在活动的同时快感也相伴随。因为快感是一种活动,如果某人无可指责地活动,他便立刻体会到快感;也并非所有活动的终极目的都是另外的事物,而是只有那些被引向本性之完满的活动,或者那些补充处于匮乏之中的某种本性的活动,即那些使某种本性达到完满的活动,对这些活动而言,其终极目的才不同于活动。因为医术是对本性所欠缺之物的补充,其终极目的(例如健康)立刻便不同于其活动。由于这个缘故,说“快感是进入可感觉本性的生成”是不妥当的,而是应当更恰当地这样定义它:“快感是合乎本性的状态的无阻碍的活动”。因为如果某人具有某种合乎本性的状态,例如节制或健康,并且顺应这种状态无阻碍地活动,他便感到欣悦。而节制与健康既然是善,终究也是合乎本性的。〈因为凡合乎本性者皆为善。因此,依随每种状态的无阻碍活动就是快感。〉因为如果某人具有任何一种状态,无论是修辞学、文法还是正义,并且顺应它无阻碍地活动,他便感到快感。而在各种状态中,活动与终极目的是同一的。
- 7.0γράφεται καὶ ὑπολοίπου, τὸ λοι δίφθογγον
关于文本异文的校勘性说明。针对前文的 ὑπολύπου(留存痛苦的,使用单母音 υ),注解者提出了带有双元音 οι 的异文 ὑπολοίπου(剩下的、残余的),并分别依据两种读法(前者强调痛苦的存在,后者强调尚待填补的残余欠缺)展开解释。
- 7.0μὴ τῆς φύσεως τι ἐνδεούσης καὶ διὰ τοῦτο λυπουμένοις καὶ ἐπιθυμοῦσιν ἀναπληρωθῆναι
该句由属格独立结构(μὴ τῆς φύσεως τι ἐνδεούσης)与修饰主句与格代词 ἡμῖν 的与格分词(λυπουμένοις καὶ ἐπιθυμοῦσιν)组合而成,复合说明了在没有先行匮乏或痛苦的前提下沉思活动的发生条件。
- 7.0ἀλλὰ χρωμένων, ἤτοι ἅμα τῷ ἐνεργεῖν συνέπεται καὶ ἡ ἡδονή
χρωμένων 作为受 μετὰ 支配的属格,或指代运用状态的行动者的省略性分词,注解者随即用 ἅμα τῷ ἐνεργεῖν(“在活动的同时”)对其进行了直接的释义转换。
