- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:44.13-45.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德关于善如存在一般依诸范畴言说的第二条论证(1096a23),阐释了实体(理智)、性质(德性)、数量(适度)、关系(有用)、时间(时机)和处所(居处)诸范畴中善的具体例证及其理由。
" Ἔτι δ’ ἐπεὶ τἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι." Δεύτερον ἐπιχείρημα δεικνύον καὶ αὐτὸ ὅτι οὐκ ἔστιν ἀγαθὸν κοινόν τι καὶ ἕν, ὑφ’ ὃ τὰ κατὰ μέρος ἀνάγεται ἀγαθά. δείκνυσι δὲ τοῦτο χρώμενος ταῖς δέκα κατηγορίαις, καὶ τὸ ἀγαθὸν λαμβάνων ἰσαχῶς τῷ ὄντι λεγόμενον, τὸ δὲ ὂν δεκαχῶς, ἐπὶ τῶν δέκα γενικωτάτων γενῶν φερόμενον. λαμβάνει δὲ ἐφ’ ἑκάστης κατηγορίας παράδειγμα τοῦ ἀγαθοῦ, ἅτ’ ἐν πάσαις ταῖς κατηγορίαις εὑρισκομένου, ὡς δῆλον εἶναι ἐντεῦθεν ὅτι γε κοινὸν ἁπάσαις ἐστὶ καὶ τὸ ἀγαθὸν ὥσπερ καὶ τὸ ὄν· καὶ αὖθις ἐκ τούτου, ὅτι οὐκ ἔστι τὸ ἀγαθὸν κοινόν τι καὶ καθόλου καὶ ἕν. ὅτι μὲν οὖν ὁ νοῦς ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ δῆλον, ὁμοίως καὶ ὅτι αἱ ἀρεταὶ ἀγαθὸν καὶ ἐν τῷ ποιῷ. τὰ δὲ λοιπὰ ἴσως δεῖται λόγου τινὸς καὶ δέον ἀξιῶσαι αὐτό, οὐ δέονται,1 οἷον τὸ μέτριον ὅτι ἀγαθὸν καὶ ἐν τῷ ποσῷ καὶ τὰ λοιπὰ ὡσαύτως· μέτριον γὰρ λέγει τὸ σύμμετρον, καὶ πᾶν πρᾶγμα τὸ μετὰ μέτρου γινόμενον δέοντος ἀγαθόν ἐστιν, ὡς τὸ ἄμετρον πονηρὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει θεωρούμενον, τὸ δὲ μέτριον τοῦ ποσοῦ· ὥστε ἀγαθὸν τὸ μέτριον ἐν ποσῷ θεωρούμενον. πάλιν τὸ χρήσιμόν ἐστι τὸ ὠφέλιμον, τὸ δὲ ὠφέλιμον ἀγαθόν· ἐπεὶ δὲ τὸ χρήσιμον τινί ἐστι χρήσιμον, πρὸς ἐκεῖνο λέγεται πρὸς ὅ ἐστι χρήσιμον καὶ τὸ εἶναι ἔχει καθὸ χρήσιμον ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. οἷς δὲ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν,2 ταῦτα πρός τί ἐστι· τὸ χρήσιμον ἄρα ἀγαθόν τί ἐστι, ὑπὸ τὸ πρός τι ἀναγόμενον. ὅτι δὲ καὶ ὁ καιρὸς ἐν χρόνῳ καὶ ἀγαθὸν δῆλον· καιρὸς γάρ ἐστιν ὁ προσφυὴς καὶ ἁρμόδιος ἑκάστῳ χρόνος, ὥσπερ λέγομεν τροφῆς καιρὸν καὶ λόγου καιρὸν καὶ σιωπῆς, ὅτε δεῖ τρέφεσθαι ἢ σιωπᾶν ἢ λέγειν τὸν λέγειν δυνάμενον· καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. τὰ δὲ τοιαῦτα πάντα οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι ἐπεὶ πάντα τὰ γινόμενα ἐν χρόνῳ γίνεται, ἐὰν τῷ χρόνῳ τὸ εὖ ἀποδιδῶται, καθ’ ὃν ἕκαστον γίνεται, ἐν καιρῷ ἔσται γινόμενον ἕκαστον· τὸ δὲ εὖ ἀγαθόν· ὥστε ὁ καιρὸς ἀγαθὸν ἐν χρόνῳ ἐστίν. οὕτω καὶ ἐν τῷ ποῦ δίαιτα· τὸ γὰρ ποῦ τὸ ἐν τόπῳ εἶναί ἐστι· καὶ ἡ δίαιτα διατριβὴ καὶ διαγωγή· εἰ οὖν τις ἐν τόπῳ εὐκράτῳ καὶ ὑγιεινῷ διάγοι, ἐν ἀγαθῇ διαίτῃ καθέστηκε. ταῦτα ὁ Ἀριστοτέλης.
“再者,既然善与存在以同样多的方式被言说。” 这也是证明并不存在某种共同且单一的善(个别的善皆归属于其下)的第二条论证。他通过运用十个范畴来证明这一点,认为善与存在以同样多的方式被言说,而存在则是以十种方式被言说,涉及十个最普遍的属。他在每个范畴中都选取了善的一个例证,因为善见于一切范畴之中,从而由此显明,善正像存在一样对于所有范畴都是共同的;并由此再次显明,善并不是某种单一、普遍且共同之物。因此,理智是善且处于实体之中,这是显而易见的,同样,诸德性是善且处于性质之中也是显而易见的。但其余的项或许需要某种解释,尽管对其进行考量是应当的,但它们并不需要[过多的说明],例如适度是善且处于数量之中,其余各项亦然。因为他所谓的“适度”是指适称,一切伴随应有之度而生成的事物皆是善的,正如在过度与不及中被考察的无度之物是恶的,而适度属于数量;因此在数量中被考察的适度是善。再说,有用之物即有益之物,而有益之物是善;既然有用之物是对某物有用,那么它便是相对于其对其有用的对象而被言说的,并在相对于他物被言说之中拥有其作为有用之物的存在。凡存在即等同于以某种方式处于对某物的关系之中的事物,这些事物便是关系;因此有用之物是归属于关系之下的某种善。而适宜的时机处于时间之中且是善,这也是显而易见的;因为适宜的时机乃是适合并切合于每一事物的时刻,正如我们说到进食的时机、言论的时机和沉默的时机,指应当进食、或应当沉默、或有言说能力者应当言说的时刻;其余各项亦是如此。而所有诸如此类的事物无非是说,既然一切生成之物皆在时间中生成,如果赋予每一事物于其中生成的时间以优良状态,那么每一事物都将在适宜的时机中生成;而优良状态即是善;因此适宜的时机是时间之中的善。同样,“何处”中的居处也是如此;因为“何处”即是在地点之中,而居处即是逗留与起居生活;因此,如果有人在气候温和且健康的地方起居生活,他就处于良好的居处之中。以上是亚里士多德所言。
- 1.55καὶ δέον ἀξιῶσαι αὐτό, οὐ δέονται
δέον 是非人称动词 δεῖ 的绝对宾格,在此作让步理解,意为“即使对之加以考量是理所应当的”。其后的 οὐ δέονται 是主句谓语动词,承接中性复数主语 τὰ δὲ λοιπά,意为“它们并不需要[多加解释]”。由于插入了这一让步分词短语,句子表达了“其余各项看似需要解释,但实际上显而易见、无需赘述”的转折对比结构。
- 1.55οἷς δὲ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν
οἷς 是关系代词的与格(领有与格或标准与格),与主句中的 ταῦτα 相应,指“其存在(本质)等同于以某种方式处于对某物的关系之中的那些事物”。该构文套用了亚里士多德在《范畴篇》中关于关系范畴(τὰ πρός τι)的经典定义表达。
