- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:447.1-448.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德驳斥快感非善论的段落,指出正如善、本性与运动区分为断然之善与相对之善一样,快感亦作此区分,治疗性与源于痛苦的快感仅是表面的快感,并将快感定义为匮乏回复过程本身的观点是错误的。
ἐκ γοῦν τοῦ δεῖξαι, ὅτι εἰσὶν ἡδοναὶ κυρίως ἀγαθαί, λοιπὸν ἀνατρέπεται καὶ ἡ δόξα τοῦ λέγοντος, ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν· φησὶ γοῦν· ἐπεὶ τὸ ἀγαθόν ἐστιν διττόν, τὸ μέν ἐστιν κυρίως ἀγαθὸν ὡς ἡ ἀρετή, ἤτοι ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ αἱ αὐτῶν ἐνέργειαι, τὸ δέ ἐστιν τινὶ ἀγαθὸν καὶ φαινόμενον ἀγαθόν. ἁπλῶς δὲ ἀγαθὸν οὐκ ἔστιν οἷον ἀμέτρως τὸ ἀφροδισιάζειν φαινόμενον ἀγαθόν ἐστιν, καὶ τινὶ ἀγαθόν, τῷ ἀκολάστῳ, ἁπλῶς δὲ οὐκ ἔστιν ἀγαθόν. καὶ αἱ φύσεις καὶ ἕξεις ἀκολουθήσουσι τούτοις, ἤτοι τῷ ἁπλῶς ἀγαθῷ καὶ τῷ τινὶ ἀγαθῷ. εἰσὶ γὰρ καὶ ἁπλῶς καὶ κυρίως φύσεις καὶ ἕξεις, οἷαί εἰσιν αἱ τῶν ἐρρωμένων καὶ ἀγαθῶν ἀνδρῶν, αἳ καὶ πρὸς τὸ ἀγαθὸν ῥέπουσιν· εἰσὶ δὲ καὶ ἕξεις καὶ φύσεις τοιαίδε, ἤτοι θηριώδεις ἢ νοσώδεις, αἳ οὐδὲ ἁπλῶς ἕξεις καὶ φύσεις λέγονται ἀλλὰ μετὰ προσθήκης καὶ προσδιορισμοῦ θηριώδεις φύσεις καὶ ἕξεις καὶ νοσώδεις. ταὐτόν ἐστιν κίνησις καὶ γένεσις. καὶ ἡ γένεσις γὰρ κινεῖται πρὸς τόδε τὸ ὀρεκτὸν καὶ κίνησίς τίς ἐστιν, καὶ αἱ κινήσεις οὖν καὶ αἱ γενέσεις ἀκολουθήσουσι τούτοις, ἤτοι τῷ ἁπλῶς ἀγαθῷ καὶ τῷ τινὶ ἀγαθῷ. τῶν γὰρ κινήσεων καὶ ἕξεων αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαὶ καὶ ἐρρωμέναι καὶ κατὰ φύσιν· αἱ γὰρ κινήσεις τῶν ὑγιαινόντων κατὰ φύσιν, ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν ἀνδρῶν αἱ κινήσεις κατὰ φύσιν εἰσί· κινοῦνται γὰρ οἱ ἀγαθοὶ πρὸς τὸ πρώτως ὀρεκτόν· εἰσὶ δὲ καὶ κινήσεις καὶ γενέσεις τοιαίδε, ἤτοι νοσώδεις1 ἢ θηριώδεις, αἳ καὶ παρὰ φύσιν, οἷον κινεῖταί τις πρὸς τὸ πιεῖν αἷμα. τὸ μὲν ἁπλῶς ἀγαθὸν ἀκολουθεῖ τῇ ἁπλῶς φύσει καὶ ἕξει καὶ τῇ ἁπλῶς κινήσει καὶ γενέσει. ὁ γὰρ φύσιν ἔχων καὶ ἕξιν ἁπλῶς, ἤτοι ἀγαθήν, κινεῖται καὶ πρὸς τὸ ἁπλῶς ἀγαθόν, τὸ δὲ τινὶ ἀγαθὸν ἀκολουθεῖ τῇ τοιᾷδε φύσει καὶ ἕξει καὶ τῇ τοιᾷδε κινήσει. τῷ γὰρ ἔχοντι φύσιν θηριώδη καὶ ἕξιν καὶ κίνησιν ἢ νοσώδη οὐ ζητεῖται τὸ κυρίως ἀγαθὸν ἀλλὰ τὸ τινὶ ἀγαθόν, ἤτοι τὸ φαινόμενον· ὥστε ἐκ τούτου ἐδείχθη, ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς, ἤτοι κυρίως, ἀγαθαί, αἱ δέ εἰσι φαινόμεναι ἀγαθαὶ καὶ τινὶ ἀγαθαί. ὁμοίως δὲ καὶ τῶν φαύλων ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς φαῦλαι, τινὶ δὲ οὐκ εἰσὶ φαῦλαι ἀλλ’ αἱρεταί, οἷον ἡ τοῦ μοιχεύειν ἡδονὴ ἁπλῶς φαύλη ἐστίν, τινὶ δέ, ἤτοι τῷ ἀκολάστῳ, οὐ δοκεῖ φαύλη αὕτη ἡ ἡδονὴ ἀλλ’ αἱρετὴ ἀεί. ἔνιαι δὲ ἡδοναὶ φαῦλαι, οἷον τὸ ὑπὲρ μέτρον ἐσθίειν οὐδὲ τῷδε, ἤτοι τινί εἰσιν αἱρεταὶ ἀεὶ ἀλλὰ ποτέ, ἤτοι ὅταν πεινᾷ, καὶ ὀλίγον χρόνον, μέχρις οὗ χορτάσει. αὐταὶ δὲ καθ’ αὑτὰς αἱρεταὶ οὐκ εἰσιν, ἀλλὰ διότι πεινᾷ, διὰ τοῦτο φαίνονται αὐτῷ αἱρετὰ τὰ ἄμετρα σιτία. ἢ καὶ οὕτως, αἱρεταὶ δὲ οὔκ εἰσιν αὗται ἀεί, ἀλλὰ μέχρις οὗ πεινᾷ, αἱ δέ, αἵ εἰσιν ἐκ λύπης.2 οἷον τῷ Αἴαντι ἡδὺ ἐδόκει τὸ ἑαυτὸν σφαγιάσαι, καὶ ὅσαι εἰσὶν ἕνεκεν ἰατρείας, οἷον αἱ ἡδοναὶ τῶν καμνόντων οὐδὲ ἡδοναί εἰσιν ἀλλὰ φαίνονται μὲν ὅτι εἰσὶν ἡδοναί, οὐκ εἰσὶ δέ. ἡδοναὶ δὲ τῶν καμνόντων ἕνεκεν ἰατρείας εἰσίν, οἷον αἱ τῶν ψωριώντων. ἡδονὴ γὰρ τῷ ψωριῶντι δοκεῖ, τὸ εἰσελθεῖν εἰς καχλάζον θερμόν, ὅπερ οὐκ ἔστιν ἡδονὴ ἀλλὰ θάνατος. ἀσπάζεται δὲ τοῦτο ὁ ψωριῶν ἕνεκεν ἰατρείας. ὕλη γάρ τις μοχθηρὰ καὶ δριμεῖα τῷ ψωριῶντί ἐστιν, ἥτις καὶ αὐτῷ ἐνοχλεῖ, τὸ δὲ καχλάζον θερμὸν δραστήριον ὂν ἀποκρούει τὴν δριμεύουσαν ὕλην καὶ οὕτως ἄνεσίν τινα λαμβάνει ὁ νοσῶν. αὐτῷ μὲν οὖν ἡδὺ δοκεῖ τὸ τοιοῦτο, καίτοι μὴ ἡδὺ ὄν, τῷ δὲ ὑγιαίνοντι θάνατός ἐστιν τὸ εἰσελθεῖν εἰς καχλάζον θερμόν. Ἐνταῦθα ἐπιχειρεῖ δεῖξαι, ὅτι καὶ οἱ λέγοντες τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητήν, κακῶς ὁρίζονται ταύτην.3 ἐπεὶ γὰρ τοῦ ἀγαθοῦ τὸ μὲν ἕξις ἐστίν, οἷον ἡ ἀρετή ἐστιν ἀγαθόν, ἀλλ’ ὡς ἕξις, τὸ δὲ ἐνέργεια, οἷον ἡ ἐνέργεια τῆς ἀρετῆς, ἤτοι τὸ τὰ δίκαια πράττειν ἢ τὰ σώφρονά ἐστιν ἀγαθόν, ἀλλ’ ὡς ἐνέργειαι ἀποπληροῦσαι τὴν φυσικὴν ἕξιν, ἤτοι ἀποπληρώσεις τοῦ ἐνδοθέντος καὶ ἐλλείποντος τῆς φυσικῆς ἕξεως, οὔκ εἰσι κυρίως ἡδεῖαι,4 ἤτοι ἡδοναί, 〈ἀλλὰ κατὰ συμβεβηκὸς ἡδεῖαι, ἤτοι ἡδοναί.〉 οὐ γὰρ αὐτὴ ἡ πλήρωσις τοῦ ἐλλείποντος τῆς φυσικῆς ἕξεώς ἐστιν ἡδονή, ἀλλὰ τῇ γενέσει, ἤτοι τῇ ἀναπληρώσει, ἕπεται καὶ ἡ ἡδονή. εἰ γάρ τις πεινᾷ καὶ φαγεῖ καὶ χορτάζει, τότε ἕπεται αὐτῷ ἡδονή.
总之,通过表明存在本真意义上善的快感,那种断言没有任何快感是善的人的意见也就随之被推翻了。总之他说:既然善是双重的,一种是本真意义上的善(例如德性,即节制和正义以及它们的活动),另一种则是对某人而言的善和表面的善。但它并非断然为善,例如无节制地纵欲是表面的善,也是对某人而言的善(即对放荡之人而言),但并非断然为善。而本性与状态也将与这些相顺应,亦即与断然的善和对某人而言的善相顺应。因为也存在着断然且本真的本性与状态,例如强健而良善之人所具有的,它们也倾向于善;但也存在着如此这般的状态与本性,即兽性的或病态的,它们甚至不能断然被称为状态与本性,而必须加上附加和限定规定,被称为兽性的本性与状态以及病态的本性与状态。运动与生成是同一回事。因为生成也是向着这个欲求对象运动,并且是某种运动,所以运动与生成也将与这些相顺应,亦即与断然的善和对某人而言的善相顺应。因为在运动与状态中,有些是断然为善的、强健的且顺应本性的;因为健康之人的运动顺应本性,同样良善之人的运动也顺应本性;因为良善之人朝向第一义的欲求对象而运动。但也存在着如此这般的运动与生成,即病态的或兽性的,它们也是反常的,例如某人朝向饮血而运动。断然的善顺应于断然的本性与状态以及断然的运动与生成。因为具有断然的即良善的本性与状态者,也朝向断然的善而运动;但对某人而言的善,则顺应于如此这般的本性与状态以及如此这般的运动。因为对于具有兽性的本性、状态与运动,或者病态的本性、状态与运动的人而言,所寻求的并不是本真的善,而是对某人而言的善,亦即表面的善。因此由此表明,在诸快感中,有些是断然的即本真的善,有些则是表面的善和对某人而言的善。 同样,在恶劣的快感中,有些是断然恶劣的,但对某人而言却不是恶劣的而是值得选择的;例如通奸的快感断然是恶劣的,但对某人即对放荡者而言,这种快感并不显得恶劣,而是始终值得选择的。然而某些恶劣的快感,例如过度进食,甚至对这个人即对某人而言也并非始终值得选择,而只是在某个时刻,即每当他饥饿时,并且只在短暂的时间内,直到他吃饱为止。它们就其自身而言并非值得选择,而是因为他饥饿,由于这个缘故,过量的食物在他看来才显得值得选择。或者也可以这样说:这些快感并非始终值得选择,而只是在他饥饿期间;而另一些则是出于痛苦的快感。例如在埃阿斯看来,自刎似乎是快意的;而凡是为了治疗的快感,例如患病者的快感,甚至根本不是快感,而只是显得是快感,实际上却并非如此。患病者的快感是为了治疗,例如患疥疮者的快感。因为在患疥疮者看来,跳入滚烫的热水中似乎是一种快感,但这并不是快感,而是死亡。但患疥疮者为了治疗而乐于接受这一点。因为在患疥疮者身上存在着某种恶劣而辛辣的质料,这质料使他困扰,而滚烫的热水是强效的,击退了辛辣的质料,这样病人便获得了一定的缓解。因此在他自己看来,这样的事似乎是快意的,尽管它并不是快意的,但对于健康人而言,跳入滚烫的热水中就是死亡。 在这里,他试图表明,那些论及快感并断言它是进入可感觉本性的生成的人,对快感的定义也是拙劣的。因为既然在善中,一种是状态(例如德性是善,但是作为状态的善),另一种是活动(例如德性的活动,即行正义之事或节制之事是善,但是作为活动),那么充满自然状态的事物,即填补自然状态中松弛与匮乏的事物,就并非本真意义上快意的事物即快感,〈而仅仅是附带意义上快意的事物即快感〉。因为填补自然状态的匮乏本身并不是快感,而是快感伴随着生成即补充而来。因为如果某人饥饿并进食而饱腹,那时快感便伴随着他。
- 7.0οἳ οὐδὲ ἁπλῶς ἕξεις καὶ φύσεις λέγονται ἀλλὰ μετὰ προσθήκης καὶ προσδιορισμοῦ θηριώδεις φύσεις καὶ ἕξεις καὶ νοσώδεις
在由关系代词αἵ(先行词为ἕξεις καὶ φύσεις τοιαίδε)引导的关系从句中,ἕξεις καὶ φύσεις带有否定词οὐδέ,作为λέγονται的主语补足语,并通过介词短语μετὰ προσθήκης καὶ προσδιορισμοῦ与后文带限定成分的表语短语θηριώδεις φύσεις καὶ ἕξεις καὶ νοσώδεις相对照,表明这类事物不能断然被称为本性与状态,而只能附加限定修饰语来称呼。
- 7.0αἱρέται δὲ οὔκ εἰσιν αὗται ἀεί, ἀλλὰ μέχρις οὗ πεινᾷ, αἱ δέ, αἵ εἰσιν ἐκ λύπης
在前半句αἱρέται δὲ οὔκ εἰσιν αὗται ἀεί, ἀλλὰ μέχρις οὗ πεινᾷ之后,短语αἱ δέ, αἵ εἰσιν ἐκ λύπης构成了轻微的破格结构(anacoluthon)。它与前述快感形成对比,以省略系词的形式独立引出主格短语“而另一些[则是]出于痛苦的快感”,并紧接着列举具体事例(如埃阿斯自戕)。
- 7.0ὅτι καὶ οἱ λέγοντες τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητήν, κακῶς ὁρίζονται ταύτην
此处使用了先行词前置(prolepsis)结构:τὴν ἡδονήν作为分词短语οἱ λέγοντες的宾语被提前提出,预先充当从属分句ὅτι ἐστὶ γένεσις...的主语,并在随后的主句谓语动词部分由代词ταύτην所指代(κακῶς ὁρίζονται ταύτην)。
- 7.0ἐπεὶ γὰρ τοῦ ἀγαθοῦ τὸ μὲν ἕξις ἐστίν... ἀλλ’ ὡς ἐνέργειαι ἀποπληροῦσαι τὴν φυσικὴν ἕξιν... οὔκ εἰσι κυρίως ἡδεῖαι
这是一个复杂的长句结构:原因从句ἐπεὶ γὰρ τοῦ ἀγαθοῦ τὸ μὲν ἕξις ἐστίν... τὸ δὲ ἐνέργεια经过多重同位语与补充说明之后,才进入主句。从ἀποπληροῦσαι开始的名词/分词短语充当主句主语,谓语为οὔκ εἰσι κυρίως ἡδεῖαι,从而确立了状态、活动与补足过程三者间的对比关系。
