← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§446.4-446.40

快感非善论据的式构与反驳的展开

埃夫斯特拉蒂奥斯将古人否定快感是善的诸项论证(节制者与野兽孩童的态度、对明智的阻碍、缺乏技艺等)重构为第二格三段论,并引出亚里士多德随后对这些观点的反驳与转折。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#27

συλλογίζεται ἐν δευτέρῳ σχήματι, ὁ σώφρων φεύγει τὰς ἡδονάς, οὐδὲν δὲ ὃ 〈μὴ〉 ὑπὸ τοῦ σώφρονος διώκεται ἀγαθόν,1 ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἕτερον ἐπιχείρημα ἐν δευτέρῳ σχήματι καὶ τοῦτο, τὸ ἄλυπον οὐκ ἔστιν ἡδύ, ἤτοι ὁ φρόνιμος τὴν ἡδονὴν μισεῖ, οὐδὲν δὲ ὃ μισεῖ ὁ φρόνιμος ἀγαθόν ἐστιν, οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι αἱ ἡδοναὶ ἐμποδιστικαί εἰσι τῆς φρονήσεως, οὐδὲν δὲ ἐμποδιστικὸν τῆς φρονήσεως ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ὅσον γάρ τις χαίρει μᾶλλον τῇ τῶν ἀφροδισίων ἡδονῇ, τοσοῦτον κωλύεται τοῦ φρονεῖν. οὐδεὶς γὰρ ἐν αὐτῇ, ἤτοι τῇ τῶν ἀφροδισίων ἡδονῇ, ὢν δυνηθῇ νοῆσαί τι.2 ἕτερον ἐπιχείρημα· πᾶν ἀγαθὸν ἔργον ἐστὶν τέχνης τινός. ἡ γὰρ ὑγίεια ἔργον ἐστὶν τῆς ἰατρικῆς καὶ τὸ ὀρθογραφεῖν ἀγαθὸν ὂν ἔργον ἐστὶν τῆς γραμματικῆς, οὐδεμιᾶς δὲ ἡδονῆς τέχνη ἐστίν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν ἐστιν. καὶ τοῦτο ἐν δευτέρῳ σχήματι. ἔτι τὰ θηρία καὶ τὰ παιδία διώκει, ἤτοι ζητεῖ, τὰς σωματικὰς ἡδονάς, ἤτοι τὸ ὑπὲρ μέτρον ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν. οὐδὲν δὲ τὸ ὑπὸ τῶν παιδίων καὶ θηρίων ἀνοήτων ὄντων, διωκόμενον ἤτοι ζητούμενον ἀγαθόν ἐστιν. ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. Τοῦ δὲ μὴ πάσας τὰς ἡδονὰς εἶναι σπουδαίας, ἤτοι ἀγαθάς, αἴτιον εἶναί τινες ἐδόξαζον τὸ εἶναι καί τινας αἰσχρὰς ἡδονάς,3 ἤτοι ἐδόξαζόν τινες, ὅτι ἐπεὶ εἰσιν αἰσχραὶ ἡδοναὶ καὶ ὀνειδιζόμεναι, οἷον αἱ τῶν κιναίδων ἡδοναί, καὶ ἐπεί εἰσιν ἡδοναὶ βλαβεραί, οἷον τὰ ἄμετρα σιτία καὶ ἀφροδίσια (εἰσὶ γάρ τινα ἡδέα νοσοῦντι· ἴσως γὰρ τῷ καχεκτοῦντι ἡδὺ δόξειε τὸ φαγεῖν βόειον κρέας, ἀλλὰ τοῦτο βλαβερόν ἐστιν αὐτῷ), ἐπεὶ οὖν εἰσιν [αἱ] ἡδοναὶ βλαβεραὶ καὶ αἰσχραί, λοιπὸν πᾶσαι αἱ ἡδοναὶ οὔκ εἰσι σπουδαῖαι, ἤτοι ἀγαθαί, ἤτοι οὐδεμία λοιπὸν ἡδονὴ ἀγαθόν ἐστιν. πάλιν ἐδόξαζόν τινες, ὅτι οὐκ ἔστιν ἡδονὴ τὸ ἄριστον, ἤτοι τὸ τελικώτατον τέλος, διότι οὐδὲ τέλος ἁπλῶς, καὶ ὃ οὐκ ἔστιν ἁπλῶς τέλος, πῶς ἂν εἴη τέλος τελικώτατον; ἡ γὰρ ἡδονὴ γένεσίς ἐστιν. ἡ δὲ γένεσις τέλος οὐκ ἔστιν ἀλλ’ ἀτελής ἐστιν. τὰ μὲν λεγόμενα, ἤτοι δοξαζόμενα, περὶ τῆς ἡδονῆς ταῦτά εἰσιν. Ὅτι δὲ διὰ ταῦτα, ἤτοι διὰ τούτων ὧν δοξάζουσιν, οὐ συμβαίνει τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν μηδὲ τὸ ἄριστον ἀλλὰ τὸ ἐναντίον δεικνύεται, ὅτι καὶ τὸ ἀγαθόν ἐστι καὶ τὸ ἄριστον, ἐκ τῶνδε ὧν μέλλομεν εἰπεῖν ἔσται δῆλον.4 καὶ πρῶτον μὲν ἀνατρέπει τὴν δόξαν τὴν λέγουσαν, ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν, εἰ ἡδονὴ γένεσίς ἐστιν, ἡ δὲ γένεσις ἀτελής, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν. δείκνυσι γὰρ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κυρίως ἀγαθαί, αἱ δὲ φαινόμεναι, αἳ οὐδὲ κυρίως εἰσὶν ἀγαθαί, ἀλλὰ τῇ δοκήσει.

他在第二格中进行推论:节制之人避开快感;凡不被节制之人追求者,无一为善;因此快感不是善。另一个论证,这也是在第二格中:无痛苦并非快意,亦即明智之人憎恶快感;凡明智之人所憎恶者,无一为善;因此快感不是善。再者,快感妨碍明智;凡妨碍明智者,无一为善;因此快感不是善。因为一个人越沉溺于两性之事的快感中,就越受阻碍而无法运用明智。因为处在其中即处在两性之事的快感中的人,没有谁能够进行任何思考。另一个论证:一切善都是某种技艺的作品。因为健康是医术的作品,而正确书写作为善是文法术的作品,但不存在任何快感的技艺;因此快感不是善。这也是在第二格中[进行的]。此外,野兽和孩童追求即寻求肉体快感,也就是过度饮食与纵欲。而凡被缺乏理智的孩童与野兽所追求即寻求者,无一为善;因此快感不是善。至于并非一切快感都是严肃崇高的即善的,有些人认为其原因在于也存在着某些可耻的快感;也就是说,有些人认为,既然存在着可耻且招致非难的快感(例如男娼的快感),并且既然存在着有害的快感(例如无节制的饮食和纵欲——因为某些事物对患病者而言是快意的,例如对于身体虚弱者而言,吃牛肉或许看似快意,但这对他是有害的),那么既然存在着有害且可耻的快感,随之而来的便是并非一切快感都是严肃崇高的即善的,亦即根本没有任何快感是善的。又有些人认为,快感不是最好的事物即最究竟的目的,因为它甚至单纯而言也不是目的;而单纯而言不是目的的事物,又怎能是最究竟的目的呢?因为快感是生成;而生成不是目的,而是不完满的。关于快感所叙述即被持有的意见就是这些。 然而,由于这些理由即由于他们所持有的这些意见,并不能得出快感不是善也不是最好的事物这一结论,反而表明了相反的情况,即它既是善也是最好的事物,这一点由我们接下来将要叙述的内容便可明了。首先,他推翻了如此断言的这一意见:如果快感是生成,而生成是不完满的,不完满者不是善,那么没有任何快感是善。因为他表明,在诸快感中,有些是本真意义上的善,有些则是表面的善,后者根本不是本真意义上的善,而仅仅在意见上如此。

语法注4 条
  1. 7.0οὐδὲν δὲ ὃ 〈μὴ〉 ὑπὸ τοῦ σώφρονος διώκεται ἀγαθόν

    校勘中补入的否定词 〈μὴ〉 位于关系从句内部,构成全称否定小前提:“凡不被节制之人所追求者,无一为善”。主语名词短语 οὐδὲν ὃ μὴ... διώκεται 与表语 ἀγαθόν 构成判断,系动词 ἐστί 被省略。

  2. 7.0οὐδεὶς γὰρ ἐν αὐτῇ, ἤτοι τῇ τῶν ἀφροδισίων ἡδονῇ, ὢν δυνηθῇ νοῆσαί τι

    δυνηθῇ 是过去时虚拟式,在此充当主句中表示潜在可能性的述谓(“没有任何人……能够思考任何事”)。在后古典期及拜占庭希腊语中,不带 ἄν 的虚拟式常常替代古典期带 ἄν 的祈愿式来表达可能潜势。

  3. 7.0Τοῦ δὲ μὴ πάσας τὰς ἡδονὰς εἶναι σπουδαίας, ἤτοι ἀγαθάς, αἴτιον εἶναί τινες ἐδόξαζον τὸ εἶναι καί τινας αἰσχρὰς ἡδονάς

    句子的核心结构是由判断动词支配的带宾格的不定式:τινες ἐδόξαζον αἴτιον εἶναι τὸ εἶναι...。冠词属格不定式 τοῦ μὴ πάσας... εἶναι 修饰名词 αἴτιον,意为“并非所有快感都是高尚的原因”。不定式从句中,带冠词不定式 τὸ εἶναι...(存在某些可耻的快感)作主语宾格,αἴτιον 作表语补足语。

  4. 7.0Ὅτι δὲ διὰ ταῦτα, ἤτοι διὰ τούτων ὧν δοξάζουσιν, οὐ συμβαίνει τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν μηδὲ τὸ ἄριστον ἀλλὰ τὸ ἐναντίον δεικνύεται... ἐκ τῶνδε ὧν μέλλομεν εἰπεῖν ἔσται δῆλον

    句首由 ὅτι 引导的完整从句(“由于这些理由并不能得出快感不是善……”)在结构上作为句尾主要谓语 ἔσται δῆλον 的真正主语(前置结构)。在 ὅτι 从句内部,前半部分 οὐ συμβαίνει τὴν ἡδονὴν μὴ εἶναι... 与后半部分 ἀλλὰ τὸ ἐναντίον δεικνύεται 构成对立并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:446.4-446.40