← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§444.24-446.4

快感与政治家的职责以及快感非善论

在对比了习惯与本性难以变动的程度之后,作者解释了为何考察快感与痛苦属于政治家的职责,列举了古人关于快感的三种意见,并阐述了将快感视作“向着本性的可感生成”、从而断定一切快感皆非善的立论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#26

εἰ οὖν τὸ ἔθος μετὰ τοῦτό ἐστιν δυσμετακίνητον, διότι φύσει ἔοικε, πολλῷ μᾶλλον ἡ φύσις ἔστι δυσμετακινητοτέρα. Τοῦ δὲ φιλοσοφοῦντος τὴν πολιτικήν, ἤτοι τοῦ πολιτικοῦ ἀνδρός, ἔστιν καὶ τὸ θεωρῆσαι περὶ ἡδονῆς καὶ λύπης, εἴτε ἀγαθόν ἐστιν ἡ ἡδονὴ εἴτε οὔ. οὗτος γὰρ ὁ πολιτικὸς ἀρχιτέκτων ἐστίν, ἀρχιτέκτων δὲ λέγεται, ὃς προστάσσει περὶ πάντων. καὶ ὁ πολιτικὸς ἀνὴρ προστάσσει, τοὺς μὲν τῶν νέων δεῖ γενέσθαι μουσικούς, ὡς ἐπιτηδείους ὄντας πρὸς αὐτήν, τοὺς δὲ στρατιώτας, καὶ ἁπλῶς ἀρχιτέκτων ἐστὶν καὶ θεωρητικὸς παντὸς τέλους ὁ πολιτικὸς καὶ τοῦ στρατηγικοῦ τέλους, ὅπερ ἐστὶν ἡ νίκη, καὶ τοῦ μουσικοῦ τέλους, ὅπερ ἐστὶν τὸ ἐναρμόνιον λέγειν· εἶτα καὶ προστάσσει, τίνας τῶν νέων δεῖ μετέρχεσθαι τοῦτο τὸ τέλος καὶ τί δεῖ ποιεῖν, ὥστε πρὸς τοῦτο τὸ τέλος καταντῆσαι, πρὸς ὅπερ τὸ τέλος ἀποβλέποντες ἕκαστον ὧν ποιοῦμεν,1 τὸ μὲν ὅπερ οὐ συντείνει καὶ ἄγει πρὸς αὐτὸ τὸ τέλος, λέγομεν εἶναι ἁπλῶς κακόν, τὸ δέ, ὃ συντείνει καὶ ἄγει πρὸς αὐτὸ τὸ τέλος, λέγομεν εἶναι ἁπλῶς ἀγαθόν. ἐπεὶ οὖν ὁ πολιτικὸς περὶ πάντων ζητεῖ, λοιπὸν οἰκεῖόν ἐστιν αὐτῷ καὶ τὸ σκοπῆσαι, εἴτε ἀγαθόν ἐστιν ἡ ἡδονὴ εἴτε οὔ, ἄλλως τε καὶ ἀναγκαῖόν ἐστι περὶ αὐτῶν, ἤτοι περὶ ἡδονῆς διαλαβεῖν καὶ λύπης. ἐπεὶ γὰρ ἡ διδασκαλία ἡμῶν περὶ ἀρετῶν καὶ κακιῶν ἐστιν ἠθικῶν, πᾶσα δὲ ἀρετὴ καὶ κακία ἠθικὴ περὶ ἡδονὰς καὶ λύπας καταγίνεται καὶ τὴν εὐδαιμονίαν οἱ πλεῖστοι λέγουσιν εἶναι ἐνέργειαν ψυχῆς μεθ’ ἡδονῆς, καὶ μέρος τῆς εὐδαιμονίας τὴν ἡδονὴν λέγουσιν εἶναι. διὸ καὶ τὸν εὐδαίμονα ὠνομάκασι μακάριον ἀπὸ τοῦ χαίρειν, ἤτοι ἥδεσθαι ἐν ὅλῳ τῷ βίῳ. διὰ τοῦτο οὖν ἀναγκαῖόν ἐστιν περὶ ἡδονῆς καὶ λύπης διαλαβεῖν. μέλλων δὲ περὶ ἡδονῆς εἰπεῖν, πρῶτον λέγει τί ἐδόξασεν ἕκαστος αὐτῶν τῶν παλαιῶν περὶ αὐτῆς καὶ ἰσχυροποιεῖ τὰς δόξας αὐτῶν, εἶτα καὶ ἀνατρέπει αὐτάς. τινὲς μὲν ἐδόξασαν, ὅτι οὐδεμία ἐστὶν ἡδονὴ ἀγαθὸν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. οὐ γὰρ ἡ ἡδονὴ καὶ τὸ ἀγαθὸν ταὐτόν ἐστιν. οὐ γὰρ ἀντιστρέφει, εἴ τι ἀγαθὸν ἡδονὴ καὶ εἴ τι ἡδονὴ ἀγαθόν. ἄλλοι δὲ δοξάζουσιν ὅτι ἔνιαι, ἤτοι τινὲς μὲν ἡδοναί εἰσιν ἀγαθαί, αἱ δὲ πλείονες τῶν ἡδονῶν φαῦλαί εἰσιν. τρίτην δόξαν τινὲς ἐδόξασαν, ὅτι εἰ καὶ πᾶσαι αἱ ἡδοναί εἰσιν ἀγαθαί, ὅμως οὐκ ἐνδέχεται εἶναι τὴν ἡδονὴν τὸ ἄριστον, ἤτοι τὸ τελικώτατον τέλος. ἦσαν γάρ τινες, ὧν εἷς ἦν καὶ ὁ Φιλόξενος, οἳ τὴν ἡδονὴν ἐπρέσβευον καὶ ἔλεγον εἶναι τέλος τελικώτατον καὶ τὸ κυρίως ἀγαθόν, οὗ πάντα ἐφίεται. Εἰπὼν πρῶτον τὰς δόξας τῶν παλαιῶν νῦν καὶ κατασκευάσαι ταύτας πειρᾶται, ὡς δυνατόν. οἱ μὲν οὖν λέγοντες, ὅτι ὅλως οὐδεμία ἡδονὴ ἀγαθόν ἐστιν, κατεσκεύαζον τοῦτο οὕτως. ὅτι πᾶσα ἡδονὴ ἐστι γένεσις εἰς φύσιν αἰσθητήν,2 ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν. οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν. οὐδεμία γένεσις συγγενής ἐστιν καὶ ὁμοία τοῖς τέλεσιν, ἡ γὰρ γένεσις κίνησίς τίς ἐστιν ἄγουσα τὸ ἀτελὲς εἰς τελειότητα καὶ τὸ μὴ ὂν εἰς τὸ ὄν. πᾶν γὰρ τὸ γινόμενον ᾗ γίνεται ἀτελές ἐστιν, τὸ δὲ τέλειον τετελειωμένον ἐστίν. πῶς οὖν ἡ γένεσις ἀτελὴς οὖσα ἔσται ὁμοία τῷ τέλει τετελειωμένῳ ὄντι; οἷον ἡ οἰκοδόμησις, γένεσίς τις οὖσα (κίνησις γάρ ἐστιν πρὸς τὸ τέλος καταντῆσαι σπεύδουσα), οὐκ ἔσται ὁμοία τῷ τέλει αὐτῷ, ἤτοι τῇ οἰκίᾳ. τὸ δὲ γένεσις εἰς φύσιν αἰσθητήν, τοῦτο δηλοῖ, ὅτι ἡ ἡδονὴ γένεσις, ἤτοι ἀναπλήρωσίς ἐστιν εἰς φύσιν, ἤτοι τῆς ἐνδείας τῆς φύσεως. ἡ γὰρ ἡδονὴ ἀναπληροῖ, ᾗ ἐλλείπεται καὶ ἐνδεῖ ἡ φύσις, οἷον, εἴ τις πεινᾷ, οὗτος ἐλλείπεται τροφῆς καὶ ἐπιθυμεῖ τραφῆναι, ἡ ἡδονὴ δὲ ἀναπληροῖ, ᾗ ἐνδεῖ ἡ φύσις, καὶ πληροῖ ταύτην τροφῶν. τὸ δὲ αἰσθητὴν κεῖται, διότι ὁ πεινῶν καὶ φαγὼν καὶ χορτάσας αἰσθάνεται, ὅτι ἐχόρτασεν, ἢ προσέθηκε τὸ αἰσθητὴν πρὸς ἀντιδιαστολὴν τῶν πέψεων, καὶ ἡ πέψις γὰρ κίνησίς ἐστιν. ἀλλοίωσις γάρ ἐστιν τῶν βρωμάτων, ἀλλὰ οὐκ αἰσθάνεταί τις, ὅτε ἡ πέψις γίνεται. ὁμοίως δὲ καὶ αἱ ἐκκρίσεις τῶν διαχωρημάτων κινήσεις εἰσὶν εἰς φύσιν, ἀλλ’ οὐκ αἰσθηταί. οὐ γάρ τις αἰσθάνεται, ὅταν αἱ ἐκκρίσεις γίνωνται. ὅλως μὲν οὐδεμία ἡδονὴ ἀγαθή ἐστιν· αἱ γὰρ ἡδοναὶ γενέσεις εἰσίν, ἡ δὲ γένεσις ἀτελής ἐστιν. Ἄλλο ἐπιχείρημα δεικνύον, ὅτι ἡ ἡδονὴ ἀγαθὸν οὐκ ἔστι.

因此,如果习惯在此之后因为类似于本性而难以变动,那么本性就更是难以变动得多了。研究政治学的哲人即政治家的职责,也在于考察关于快感与痛苦的事情,即快感是善还是不是。因为这位政治家是一位总建筑师,而总建筑师就是指对一切事物发号施令的人。政治家也下达命令:青年中的某些人应当成为音乐家,因为他们适合于此,而另一些人则应当成为士兵;简言之,政治家是一切目的的总建筑师和观照者,既是战略目的即胜利的总建筑师,也是音乐目的即和谐地说话的总建筑师;继而他也命令青年中哪些人应当追求这一目的,以及应当做什么以便达到这一目的;我们做每一件事都着眼于这一目的,凡是不促成且不引向该目的本身的事物,我们说它断然是恶的,而凡是促成且引向该目的本身的事物,我们说它断然是善的。因此,既然政治家探讨关于一切事物的事情,那么考查快感是善还是不是,对他而言便也是适宜的,尤其是关于它们即关于快感与痛苦加以探讨更是必要的。因为既然我们的学说是关于伦理德性与恶习的,而一切伦理德性与恶习都关涉快感与痛苦,且大多数人说幸福是伴随着快感的灵魂现实活动,他们还说快感是幸福的一部分。因此人们也由欢喜即在整个人生中享受快乐,而将幸福者命名为至福者。因此,关于快感与痛苦加以探讨是必要的。他将要论述快感时,首先叙述了古人中每一个人关于它持有何种意见并巩固他们的意见,然后他也推翻这些意见。有些人认为,没有任何快感无论是就自身而言还是附带而言是善。因为快感与善并非同一回事。因为这并不能换位:并非凡是善的就是快感,凡是快感的就是善。另一些人则认为,有些即某些快感是善的,但大多数快感是卑劣的。还有些人持有第三种意见:即使所有快感都是善的,快感也终究不可能是最好的事物即最究竟的目的。因为曾经有些人(其中一人也是菲洛克塞诺斯)推崇快感,并宣称它是最究竟的目的和本真意义上的善,万物所向往之物。 在首先叙述了古人的意见之后,现在他也试图尽可能地立论确立这些意见。因此,那些说完全没有任何快感是善的人,是这样确立此点的:凡快感都是向着合乎本性状态的可感生成,而生成是不完满的,不完满者不是善。因此,没有任何快感是善。没有任何生成与诸目的是同类且相似的,因为生成是将不完满者引向完满、将非存在引向存在的一种运动。因为凡生成之物,只要它在生成之中就是不完满的,而完满者是已经完结的。那么,作为不完满者的生成,怎么会类似于作为已完结者的目的呢?例如建造房屋作为某种生成(因为它是一种急于达到目的的运动),就不会类似于目的本身即房屋。而“向着合乎本性状态的可感生成”这一句表明:快感是一种生成,即向着本性、亦即对本性匮乏的补充。因为快感补充了本性所欠缺和匮乏之处;例如,如果有人挨饿,此人便欠缺食物并渴望得到滋养,而快感则补充本性所匮乏之处,并用食物将它充满。而立下“可感的”一词,是因为挨饿、吃喝并吃饱的人能够知觉到自己已经吃饱,或者他是为了与消化作用相区分而添加了“可感的”;因为消化也是一种运动。因为它是食物的质变,但当消化正在发生时,人并不能知觉到。同样,排泄物的排出也是向着本性的运动,但不是可感的。因为当排泄发生时,人并不能知觉到。简言之,没有任何快感是善的;因为诸快感都是生成,而生成是不完满的。 表明快感不是善的另一个论证。

语法注2 条
  1. 7.0πρὸς ὅπερ τὸ τέλος ἀποβλέποντες ἕκαστον ὧν ποιοῦμεν

    关系从句 πρὸς ὅπερ τὸ τέλος 将先行词 τὸ τέλος 包含在自身内部。随后的 ἕκαστον ὧν ποιοῦμεν 作为主句前置的主题化宾语成分(“对于我们所做的每一件事”),随后被 τὸ μέν... 和 τὸ δέ... 拆分为两面对立结构展开。

  2. 7.0γένεσις εἰς φύσιν αἰσθητήν

    从词形一致性来看,阴性单数宾格的 αἰσθητήν 在形式上修饰紧邻的 φύσιν。但正如注者随后使用主格复数 ἀλλ’ οὐκ αἰσθηταί 与消化和排泄(即属于 κινήσεις εἰς φύσιν 的运动)相对比所表明的,注者在意义上是将 αἰσθητήν 理解为限定“生成/运动”本身的修饰语(即“向着合乎本性状态的可感生成”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:444.24-446.4