← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§440.8-441.24

不能自制中理性的保全与真正的意见

注解阐明了不能自制者因其理性依然健全而不同于恶本身,并在本意上的自制与不能自制关涉真实与善的意见,进而将自制与单纯的固执己见区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#23

ὅντινα τὸν ἀκρατῆ κρατεῖ,1 ἤτοι νικᾷ, τὸ πάθος, ἤτοι ἡ ἐπιθυμία, ὡς μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον· οὐ κρατεῖ δὲ αὐτὸν ἡ ἐπιθυμία οὕτως ὥστε καὶ εἶναι τοιοῦτον, ἤτοι πεπεισμένον, ἤτοι προαιρούμενον καὶ διώκειν τὰς σωματικὰς ἡδονὰς ἀνέδην ἀλλ’ ἀπροαιρέτως. ὁ οὖν ἀκρατὴς οὐ φαῦλος, ἤτοι οὐ κακός ἐστιν ἁπλῶς, ἐπεὶ τὸν λόγον ἔχει ἐρρωμένον, ἀλλὰ πῇ ἐστι φαῦλος, καθὸ ἡττᾶται. ὁ δὲ κακὸς οὐκ ἔχει τὸν λόγον ἐρρωμένον. ἐπὶ τοῦ ἀκρατοῦς γὰρ σώζεται τὸ βέλτιστον, ἤτοι ἡ ἀρχή, ἤτοι τὸ τῆς ψυχῆς βέλτιστον, ἤτοι ὁ λόγος, ὁ νοῦς. ὁ γὰρ ἀκρατὴς ἐρρωμένον ἔχει τὸν λόγον, ὁ ἄλλος δέ, ἤτοι ὁ ἐγκρατής, ὃς ἐμμένει, τῷ ὀρθῷ δηλονότι λόγῳ, καὶ οὐκ ἐξίσταται, ἤτοι οὐχ ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας, ἐναντίος ἐστὶ τῷ ἀκρατεῖ. φανερὸν οὖν ὅτι 〈ἡ μέν, ἤτοι ἡ〉 ἐγκράτεια, ἕξις σπουδαία, ἤτοι ἀγαθή ἐστιν, ἡ δέ, ἤτοι ἡ ἀκρασία, φαύλη ἐστὶν ἕξις. Ἐπειδήπερ ὄπισθεν εἶπεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ἐγκρατής ἐστιν ὁ ἐμμένων τῇ δόξῃ καὶ ἀκρατὴς ὁ ἐκστατικὸς τῆς δόξης, νῦν ἀπορεῖ, πότερον ἐγκρατής ἐστιν ὁ ἐμμένων ὁποιῳοῦν λόγῳ, ἤτοι ὁποιᾳοῦν δόξῃ ἐμμένων ἤτοι καὶ ἀγαθῇ καὶ κακῇ, ἢ ὁ μήτε τῇ κακῇ μήτε τῇ ὀρθῇ, ἤτοι τῇ ἀγαθῇ δόξῃ. καὶ ἆρά γε ἀκρατής ἐστιν ὁ μὴ ἐμμένων ὁποιᾳοῦν προαιρέσει, ἤτοι μήτε τῇ ἀγαθῇ δόξῃ μήτε τῇ κακῇ, ἢ ἀκρατής ἐστιν ὁ μὴ ἐμμένων τῷ ψευδεῖ λόγῳ, ἤτοι τῇ φαύλῃ δόξῃ, καὶ τῇ προαιρέσει τῇ μὴ ὀρθῇ, ἤτοι τῇ φαύλῃ; λύσις· ἢ κατὰ συμβεβηκὸς καὶ οὐ κυρίως ῥηθήσεται ἐγκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, καὶ τῇ ἀγαθῇ καὶ τῇ κακῇ, καὶ κατὰ συμβεβηκὸς ῥηθήσεται ἀκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, μήτε τῇ ἀγαθῇ δόξῃ μήτε τῇ φαύλῃ. καθ’ αὑτὸ δέ, ἤτοι κυρίως δέ, ἐγκρατής ἐστιν ὁ μὴ ἐμμένων τῷ ἀληθεῖ λόγῳ,2 ἤτοι τῇ ἀγαθῇ δόξῃ. ὁ μέν, ἤτοι ὁ κυρίως ἐγκρατὴς ἐμμένει τῇ ἀληθεῖ, ἤτοι τῇ ἀγαθῇ, δόξῃ. εἰ γάρ τις ᾖ φιλόγλυκυς, ἢ διώκει, ἤτοι ζητεῖ καὶ ἀγαπᾷ τοδί, ἤτοι τὸν γλυκὺν οἶνον, διὰ τοδί, ἤτοι διὰ τὸ γλυκύ, καθ’ αὑτὸ μὲν καὶ κυρίως καὶ πρώτως διώκει, ἤτοι ζητεῖ τοῦτο, ἤτοι τὸ γλυκύ. κατὰ συμβεβηκὸς δὲ αἱρεῖται καὶ τὸ πρότερον, ἤτοι τὸν οἶνον. διότι γὰρ τῷ οἴνῳ συμβέβηκε γλυκὺ εἶναι, διὰ τοῦτο τὸν οἶνον ἀγαπᾷ. οὕτω καὶ ὁ ἐγκρατὴς κυρίως τῇ ἀγαθῇ δόξῃ ἐμμένει. εἰ δέ που φαύλην δόξαν ἔχων ἐμμένει ταύτῃ, οὐχ ὡς φαύλῃ ἐμμένει ταύτῃ, ἀλλ’ ὡς ἀγαθῇ· οἴεται γὰρ τὴν φαύλην δόξαν ἀγαθὴν εἶναι, ὥστε κυρίως τῇ ἀγαθῇ δόξῃ ἐμμένει. ἐπεὶ δὲ πολλάκις συμβέβηκε ταύτην φαύλην εἶναι, κατὰ συμβεβηκὸς ἐμμένει καὶ τῇ φαύλῃ, καὶ πάλιν ἀκρατής ἐστι κυρίως ὁ μὴ ἐμμένων τῇ ἀγαθῇ δόξῃ. εἰ δέ που πολλάκις φαύλην δόξαν ἔχων οὐκ ἐμμένει αὐτῇ, οὐχ ὡς φαύλῃ οὐκ ἐμμένει αὐτῇ ἀλλ’ ὡς ἀγαθῇ. οἴεται γὰρ αὐτὴν ἀγαθὴν εἶναι, ὥστε κυρίως καὶ ὁ ἀκρατὴς οὐκ ἐμμένει τῇ ἀγαθῇ δόξῃ. εἰ δέ που πάλιν συμβέβηκεν αὐτῇ φαύλῃ εἶναι, κατὰ συμβεβηκὸς οὐκ ἐμμένει αὐτῇ. κυρίως δὲ ὁ ἐγκρατὴς καὶ τῇ φαύλῃ δόξῃ οὐχ ὡς φαύλῃ ἐμμένει ἀλλ’ ὡς ἀγαθῇ. Εἶτα ἑρμηνεύει τί ἐστι τὸ καθ’ αὑτό. τὸ δὲ καθ’ αὑτό ἐστι τὸ ἁπλῶς, ἤτοι τὸ κυρίως. ὥστε ὁποιαοῦν δόξῃ ἐμμένων, καὶ τῇ ἀγαθῇ καὶ τῇ φαύλῃ, ὥς, ἤτοι κατὰ συμβεβηκός ἐστιν ὁ ἐγκρατής. ὁμοίως δὲ καὶ ὁ μὴ ἐμμένων ὁποιαοῦν δόξῃ ἀκρατὴς λέγεται, ὥς, ἤτοι κατὰ συμβεβηκός, ἁπλῶς δέ, ἤτοι κυρίως δὲ ἐγκρατής ἐστιν ὁ τῇ ἀληθεῖ, ἤτοι τῇ ἀγαθῇ δόξῃ ἐμμένων, καὶ ἀκρατὴς κυρίως ὁ μὴ ἐμμένων τῇ ἀγαθῇ δόξῃ. εἰσὶ δέ τινες, οἳ τῇ οἰκείᾳ δόξῃ ἐμμένοντες καὶ οὐδ’ ὅλως πείθονται3 μεταπεσεῖν ταύτης, οἳ καὶ λέγονται ἰσχυρογνώμονες, ὡς διϊσχυριζόμενοι ἐμμένειν τῇ οἰκείᾳ δόξῃ καὶ μὴ μεταπίπτειν αὐτῆς. ἐπεὶ δὲ καὶ ὁ ἐγκρατὴς ἐμμένει τῇ δόξῃ τῇ οἰκείᾳ, ἐμμένει δὲ καὶ ὁ ἰσχυρογνώμων τῇ οἰκείᾳ, κατ’ αὐτὸ τοῦτο ὁμοιότητά τινα ἔχουσιν ὅ τε ἐγκρατὴς καὶ ἰσχυρογνώμων, εἰσὶ δὲ καὶ ἕτεροι, ἤτοι διαφέρουσι δὲ ἀλλήλων κατὰ πολύ.

这不能自制者,激情即欲望统治着他,即战胜了他,以至于不能按照正当理性行事;然而欲望统治他,并未达到使他也是这样的人,即被说服的人,也就是选择并肆无忌惮地追求身体快感的人,而是未经选择地如此。因此,不能自制者并非卑劣的,即绝非完全是恶的,因为他具有健全的理性,而在某种意义上是卑劣的,就其被屈服而言。但恶人并不具有健全的理性。因为在不能自制者身上,最善的部分得以保全,即始基,也就是灵魂最善的部分,即理性、理智。因为不能自制者具有健全的理性,而另一方,即自制者,显然坚持正当理性而不逸出,即不被欲望所屈服,与不能自制者相对立。因此显而易见,〈一方面,〉自制是优良的即善的品质状态,而另一方面,不能自制是卑劣的品质状态。 既然他此前说过,有些人认为自制者是坚持意见者,而不能自制者是从意见中逸出者,现在他提出疑难:自制者究竟是坚持任何一种道理的人,即坚持任何一种意见,无论是善的还是恶的意见的人,还是既不[坚持]恶的也不[坚持]正确的即善的意见的人?而不能自制者难道是不坚持任何一种选择的人,即既不坚持善的意见也不坚持恶的意见的人,还是不坚持虚假道理即卑劣意见以及不正确的即卑劣选择的人?解答如下:难道不是偶性上而非本意上,那不坚持[坚持]任何一种意见、既善且恶的意见的人将被称作自制者,且在偶性上,那不坚持任何一种意见、既非善的意见也非卑劣意见的人将被称作不能自制者吗?而就自身而言,即在本意上,自制者是不坚持[坚持]真实道理即善的意见的人。前者,即本意上的自制者,坚持真实即善的意见。因为如果有人嗜甜,且追求即谋求并爱恋这一个东西,即甜酒,是由于这一个东西,即由于甜味,那么就自身而言、在本意上且在首要意义上,他追求即谋求这个东西,即甜味。而在偶性上他也选择前者,即酒。因为由于酒碰巧是甜的,出于这个缘故他爱恋酒。同样,自制者在本意上也坚持善的意见。假使在某处他抱有卑劣的意见而坚持之,他坚持之并非作为卑劣之物,而是作为善之物;因为他认为卑劣的意见是善的,以至于在本意上他是坚持善的意见。但既然这往往碰巧是卑劣的,他在偶性上也坚持卑劣的意见;反之,不能自制者在本意上是不坚持善的意见的人。假使他在许多时候抱有卑劣的意见而不坚持之,他不坚持之并非作为卑劣之物,而是作为善之物;因为他认为它是善的,以至于在本意上不能自制者也是不坚持善的意见。假使它又碰巧是卑劣的,他在偶性上不坚持它。但本意上自制者即使对卑劣的意见,也并非作为卑劣之物而是作为善之物而坚持之。 随后他解释什么是“就自身而言”。“就自身而言”就是“无条件地”,即“本意上”。因此,那坚持任何一种意见、既善且卑劣的意见的人,在某种意义上即在偶性上是自制者。同样,那不坚持任何一种意见的人在某种意义上即在偶性上被称为不能自制者,而无条件地即在本意上,坚持真实即善的意见的人是自制者,不坚持善的意见的人在本意上是不能自制者。但有一些人,坚持自己的意见且绝不接受劝导改变之,他们也被称为固执己见者,因为他们强硬主张坚持自己的意见且不从中改变。既然自制者坚持自己的意见,而固执己见者也坚持自己的意见,恰恰在这点上自制者与固执己见者具有某种相似性,但他们也是不同的,即彼此之间大有差异。

语法注3 条
  1. 7.0ὅντινα τὸν ἀκρατῆ κρατεῖ

    关系代词 ὅντινα 承接前一节(§7.0#22 句末)的先行词 ὁ ἀκρατὴς ἐκστατικός,属于连续用法,在句首作动词 κρατεῖ 的直接宾语。

  2. 7.0ἐγκρατής ἐστιν ὁ μὴ ἐμμένων τῷ ἀληθεῖ λόγῳ

    手抄本在此处界定自制者时出现了否定词 μὴ,但根据紧随其后的文脉(ὁ μέν, ἤτοι ὁ κυρίως ἐγκρατὴς ἐμμένει τῇ ἀληθεῖ...),逻辑上自制者显然是“坚持”真实道理者。译文保留传抄字面,同时通过上下文展现其语义所指。

  3. 7.0οἳ τῇ οἰκείᾳ δόξῃ ἐμμένοντες καὶ οὐδ’ ὅλως πείθονται

    此处分词 ἐμμένοντες 与限定动词 πείθονται 由连词 καί 连结,构成不规则句法(破格),共同作关系代词 οἵ 的谓语,意为“坚持自己的意见且绝不被劝导”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:440.8-441.24