← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§441.24-443.5

自制者与固执者及节制者的比较

根据亚里士多德《尼各马可伦理学》卷七,考察了自制者与固执己见者、节制者、不能自制者、放荡者以及明智者之间的界说异同与相似之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#24

ὁ μὲν γάρ, ἤτοι ὁ ἐγκρατής, διὰ πάθος καὶ ἐπιθυμίαν,1 ἤτοι τῆς δόξης, ἣν ἔχει περὶ τὰ πάθη, ὅτι δεῖ ἀπέχεσθαι τῶν παθῶν καὶ τῶν αἰσχρῶν ἐπιθυμιῶν, ταύτῃ οὐ μεταβάλλει, ἤτοι οὐ μεταπίπτει, ἐπεὶ ὁ ἐγκρατής, εἰ δόξαν ἔχει περί τινων ἄλλων πραγμάτων φαύλων, εἰ τύχῃ ὑπὸ φρονίμου παραινούμενος, εὔπειστος γίνεται αὐτῷ παραινοῦντι τὰ συμφέροντα, ὁ δὲ ἰσχυρογνώμων ὑπὸ λόγου οὐ πείθεται, ὑπὸ δὲ τῶν ἐπιθυμιῶν ἄγεται καὶ τῶν ἡδονῶν. ὁ ἐγκρατὴς δὲ ὑπὸ ἐπιθυμιῶν οὐκ ἄγεται, ὑπὸ δὲ λόγου εὔπειστός ἐστιν. οἱ ἰδιογνώμονες, ἤτοι οἱ ἐμμένοντες τῇ οἰκείᾳ γνώμῃ καὶ οἱ ἀμαθεῖς καὶ ἄγροικοι, ἤτοι οἱ χωρῖται, οὗτοι γὰρ ἀπαίδευτοι ὄντες πείθονται λόγῳ τινί, οἱ μέν, ὅτι οἱ ἰσχυρογνώμονές εἰσιν ἰδιογνώμονες, δι’ ἡδονὰς καὶ λύπας. χαίρουσι γάρ, εἰ μὴ μεταπείθονται, καὶ λυποῦνται, εἰ ἄκυροί εἰσιν οἱ λόγοι αὐτῶν. θέλουσι γὰρ τοὺς λόγους αὐτῶν, καὶ εἴ τι ἁπλῶς εἴπωσιν, ὥσπερ ψηφίσματα καὶ νόμους κρατεῖν, καὶ εἰ ἡμέρας οὔσης εἴπῃ, ὅτι νύξ ἐστιν, οὐ βούλεταί τινα ἀντιπεσεῖν αὐτῷ. ἐπεὶ οὖν οἱ ἰσχυρογνώμονες ἡττῶνται ὑπὸ τῶν παθῶν καὶ τῶν ἡδονῶν τῶν αἰσχρῶν, μᾶλλον ἐοίκασι τῷ ἀκρατεῖ. Εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένουσιν οὐ δι’ ἀκρασίαν, ὥσπερ ὁ Νεοπτόλεμος συγκαταθέμενος τῷ Ὀδυσσεῖ ἀπατῆσαι τὸν Φιλοκτήτην, οὐκ ἐνέμεινε τῇ δόξῃ, οὗτός ἐστιν ἀκρατής.2 ἔστι δέ τις χαίρων τοῖς σωματικοῖς πάθεσιν ἧττον παρ’ ὃ δεῖ, καὶ οὐδὲ οὗτος ἐμμένει τῷ λόγῳ προστάσσοντι ἀπέχεσθαι τῶν ἡδονῶν, ὁ τοιοῦτος δὲ ἀνώνυμός ἐστιν. διαφέρει δὲ τοῦ ἀκρατοῦς, διότι ὁ μὲν ἀκρατὴς κατὰ πολὺ ἡττᾶται τῶν σωματικῶν ἡδονῶν, ἤτοι τῶν αἰσχρῶν, οὗτος δὲ ὁ ἀνώνυμος μικρόν τι ὑπὸ τούτων ἡττᾶται τῶν αἰσχρῶν ἡδονῶν. τούτου δὲ τοῦ ἀνωνύμου καὶ τοῦ ἀκρατοῦς μέσος ἐστὶν ὁ ἐγκρατής· ὥστε καὶ ἡ ἐγκράτεια μεσότης ἐστὶ δύο κακιῶν. ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλον ἡττᾶσθαι ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, οὗτος δὲ ὁ ἀνώνυμος οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ ἧττον, ἤτοι μικρόν τι, ἡττᾶσθαι ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, ὁ δὲ ἐγκρατὴς ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ οὐ μεταβάλλει, ἤτοι οὐχ ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν δι’ ἕτερόν τι, ἤτοι ὑπὸ ἄλλου τινός, ἀλλὰ διὰ τὸ εἶναι τὴν ἑτέραν ἀνώνυμον καὶ ἐν ὀλίγοις θεωρεῖσθαι, ὥσπερ ἡ ἠλιθιότης (οὐ δυνατὸν γὰρ εἶναί τινα ἠλίθιον) ἡ ἀκρασία ἐστὶ μᾶλλον ἐναντία3 τῇ ἐγκρατείᾳ παρὸ ἡ ἀνώνυμος ἕξις. Εἶπεν ὄπισθεν ὅτι δοξάζουσί τινες, ὅτι ὁ ἐγκρατὴς καὶ ὁ σώφρων ταὐτόν ἐστιν. ἐπεὶ δὲ καθ’ ὁμοιότητα πολλὰ λέγεται, λοιπὸν καὶ ἡ ἐγκράτεια καὶ ἡ σωφροσύνη ὁμοιότητά τινα ἔχουσι, καὶ λέγεται καὶ ὁ ἐγκρατὴς σώφρων καθ’ ὁμοιότητά τινα. καὶ γὰρ καὶ ὁ ἐγκρατὴς οὐδὲν ποιεῖ, ἤτοι πράττει παρὰ τὸν ὀρθὸν λόγον ἡττώμενος ὑπὸ τῶν σωματικῶν ἡδονῶν (οὐδ’ ὅλως γὰρ ἡττᾶται ὑπὸ τῶν σωματικῶν ἡδονῶν), ἀλλὰ τῷ ὀρθῷ λόγῳ ἐμμένει, καὶ ὁ σώφρων οὐδὲν πράττει παρὰ τὸν ὀρθὸν〈λογισμόν. ἀλλ’ ὁ μέν, ἤτοι ὁ ἐγκρατής, ἔχων φαύλας ἐπιθυμίας ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ κρατεῖ αὐτῶν, ὁ δέ, ἤτοι ὁ σώφρων, οὐκ ἔχων φαύλας ἐπιθυμίας ἐμμένει τῷ ὀρθῷ λόγῳ. καὶ ὁ μέν, ἤτοι ὁ σώφρων δυνατός ἐστι μὴ ὅλως ἥδεσθαι παρὰ τὸν ὀρθὸν λόγον. οὐ γὰρ ὅλως πολεμεῖται ὑπὸ αἰσχρῶν ἡδονῶν. ὁ δέ, ἤτοι ὁ ἐγκρατής, δυνατός ἐστι ἥδεσθαι παρὰ τὸν ὀρθὸν λόγον·〉 ἔχει γὰρ ἡδονὰς φαύλας ἀλλὰ δύναται καὶ μὴ ἄγεσθαι, ἤτοι μὴ ἡττᾶσθαι ὑπὸ αἰσχρῶν ἀλλὰ κρατεῖν. πάλιν εἶπεν ὄπισθεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ταὐτόν ἐστιν ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος. τοῦτο οὖν ἐπαναλαβὼν δείκνυσιν, ὅτι ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος καὶ ταυτοὶ μέν εἰσι καὶ ἕτεροι· ᾗ μὲν ἀμφότεροι τὰ σωματικὰ ἡδέα διώκουσιν, ἤτοι ζητοῦσιν, εἰσὶν αὐτοί, ἕτεροι δέ, καθὸ ὁ μέν, ἤτοι ὁ ἀκόλαστος, προαιρεῖται καὶ οἴεται δεῖν ζητεῖν τὰς αἰσχρὰς 〈ἡδονάς, ὁ δέ, ἤτοι ὁ ἀκρατὴς οὐ προαιρεῖται οὐδ’ οἴεται δεῖν ζητεῖν τὰς αἰσχράς〉 ἀλλ’ ἀπροαιρέτως ἡττᾶται ὑπὸ τῶν ἡδονῶν τῶν αἰσχρῶν. πάλιν ὄπισθεν εἶπεν, ὅτι δοξάζουσί τινες ταὐτὸν εἶναι τὸν ἀκρατῆ καὶ τὸν φρόνιμον. ἀνατρέπει οὖν ταύτην τὴν δόξαν καί φησιν, ὅτι εἰ ὁ φρόνιμος ὀφείλει εἶναι ἐξ ἀνάγκης καὶ σπουδαῖος, ἤτοι ἔχειν πάσας τὰς ἀρετάς, ὡς ὄπισθεν εἴπομεν, ἡ δ’ ἀκρασία κακία ἐστί, λοιπὸν ἀδύνατον τὸν αὐτὸν εἶναι καὶ φρόνιμον καὶ ἀκρατῆ.

因为一方,即自制者,[并不]由于激情与欲望[而改变意见],即在他关于诸激情所抱有的意见上,即应当克制激情与可耻的欲望,在这一意见上他并不改变,即并不逸出;因为自制者假使对某些其他卑劣的事情抱有意见,如果碰巧受到明智者的规劝,对于规劝有益之事的人是容易被说服的;而固执己见者则不被道理所说服,反而被欲望与快感所引导。自制者却不被欲望所引导,而是容易被道理说服。那些自持己见者,即坚持自己判断的人,以及无知者与粗野者,即乡野之人——因为他们既未受教养,被某种道理所说服[或:不被道理说服]——,固执己见者之所以是自持己见者,一方面是由于快感与痛苦。因为他们若不被劝服改变心意便感到喜悦,若他们的话被废除便感到痛苦。因为他们希望他们的话,哪怕只是随口一说,也能像法令与律条一样具有效力;即使在白天若他说那是黑夜,他也不愿有人反对他。因此,既然固执己见者被激情与可耻的快感所屈服,他们便更类似于不能自制者。还有一些人不坚持对他们显得正确的事情,却并非出于不能自制;正如涅俄普托勒摩斯同意奥德修斯去欺骗菲罗克忒忒斯,却没有坚持这一意见,[但这并不意味着]此人就是不能自制者[或:难道此人是不能自制者吗]。另有人对身体激情的喜爱低于应当的程度,此人也不坚持那命令克制快感的道理,而这样的人是无名的。他与不能自制者的不同在于:不能自制者大受身体快感即受可耻快感的屈服,而这位无名者受这些可耻快感的屈服极少。在这位无名者与不能自制者之间,居中的是自制者;因此自制也是两种恶习之间的中道。因为不能自制者由于更多地屈服于可耻的快感而不坚持道理,而这位无名者由于较少即极少屈服于可耻的快感而不坚持道理,自制者则坚持正当道理且不改变,即并不由于其他什么东西而屈服于可耻快感,即并不被其他什么东西所屈服;但由于另一种[品质状态]是无名的且只在少数人身上可见,正如愚钝一样(因为某人愚钝是不可能的),不能自制比起那无名的品质状态来,更为与自制相对立。他此前说过,有些人认为自制者与节制者是同一的。既然许多事情是根据相似性而言的,归根结底自制与节制也具有某种相似性,自制者根据某种相似性也被称为节制者。因为自制者也决不因屈服于身体快感而做即行出违背正当道理之事(因为他完全不屈服于身体快感),而是坚持正当道理,节制者也决不行出违背正当〈推论之事。但一方即自制者抱有卑劣欲望而坚持正当道理并克制之,而另一方即节制者不抱有卑劣欲望而坚持正当道理。且一方即节制者能够完全不感受违背正当道理的快感;因为他完全不受可耻快感的侵扰;而另一方即自制者却能够感受违背正当道理的快感;〉因为他具有卑劣的快感,但他也能不被可耻之物引导即不被其屈服,而是予以克制。他又在先前说过,有些人认为不能自制者与放荡者是同一的。于是他重提此事表明,不能自制者与放荡者既是同一的又是不同的:就两者都追求即谋求身体快感而言,他们是同一的;但不同之处在于,一方即放荡者选择并认为应当谋求可耻的〈快感,而另一方即不能自制者既不选择也不认为应当谋求可耻的快感,〉而是未经选择地屈服于可耻的快感。他又在先前说过,有些人认为不能自制者与明智者是同一的。于是他驳斥这一意见并说道,如果明智者必然也是优良者,即如我们先前所言具有所有的德性,而不能自制是一种恶,那么归根结底同一个人不可能既是明智的又是不能自制的。

语法注3 条
  1. 7.0ὁ μὲν γάρ, ἤτοι ὁ ἐγκρατής, διὰ πάθος καὶ ἐπιθυμίαν

    句首的 διὰ πάθος καὶ ἐπιθυμίαν 与后文的 οὐ μεταβάλλει 相联系,表示“并不由于激情和欲望而改变”,或在承前否定语境下省略了否定词。注疏者在此确认自制者不会因激情而动摇信念,以对比受欲望驱使的固执己见者。

  2. 7.0οὗτός ἐστιν ἀκρατής

    在文脉上,此处总结了亚里士多德的论点(《尼各马可伦理学》1151b18以下),即涅俄普托勒摩斯未坚持决意是出于高贵动机而非不能自制;因此字面上的肯定句“此人是不能自制者”须理解为反问语气(“难道此人是不能自制者吗?”)或预设了否定词的脱落(“此人并非不能自制者”)。

  3. 7.0ἀλλὰ διὰ τὸ εἶναι τὴν ἑτέραν ἀνώνυμον καὶ ἐν ὀλίγοις θεωρεῖσθαι... ἡ ἀκρασία ἐστὶ μᾶλλον ἐναντία

    句式骨架为“ἀλλὰ διὰ τὸ εἶναι... ἡ ἀκρασία ἐστὶ μᾶλλον ἐναντία τῇ ἐγκρατείᾳ”,其中长原因介词短语(διὰ τὸ εἶναι...)置于主句之前,形成倒装与分隔。括号中的“οὐ δυνατὸν γάρ...”是解释愚钝(ἠλιθιότης)这一例子的插入句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:441.24-443.5