← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§438.24-440.8

不能自制与放荡的区别及德性对始基的把握

亚里士多德《尼各马可伦理学》第7卷第8章评注。欧斯特拉提奥斯讨论了鲁莽的不能自制与脆弱的不能自制之优劣、不能自制与放荡的区别(选择的有无与可医治性),并以数学始基为类比阐明了德性在把握行为目的(始基)中的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#22

καὶ ἡ μὲν κακία, ἤτοι ἡ ἀκολασία, λανθάνει ἑαυτήν· οὐ γινώσκει γὰρ ὅτι τὸ μοιχεύειν κακόν ἐστιν 〈ἀλλ’ ὡς ἀγαθὸν αὐτὸ οἴεται, ἡ δὲ ἀκρασία οὐ λανθάνει, ἤτοι οὐκ ἀγνοεῖ, ὅτι τὸ μοιχεύειν κακόν ἐστιν.〉 Εἰπὼν ὅτι τῶν ἀκρατῶν οἱ μέν εἰσι προπετεῖς, οἱ δὲ ἀσθενεῖς, δείκνυσιν ὅτι οἱ ἐκστατικοί, ἤτοι οἱ ἀκρατεῖς προπετεῖς, κρείττους εἰσὶν ἤπερ οἱ ἀκρατεῖς ἀσθενεῖς, οἳ τὸν λόγον μὲν ἔχουσι καὶ βουλεύονται, οὐκ ἐμμένουσι δ’ οἷς ἐβουλεύσαντο. φαίνονται γὰρ οἱ ἀσθενεῖς ἀκρατεῖς ὅτι [ἐπεὶ ἄδειαν ἔχει. ὥστε καὶ προβουλεύεσθαι] ὑπὸ ἀσθενῶν ἡδονῶν πολεμοῦνται,1 [καὶ διὰ τοῦτο ἄδειαν ἔχει,] ὥστε καὶ προβουλεύεσθαι, οἱ δὲ προπετεῖς ἀκρατεῖς φαίνονται, ὅτι ὑπὸ ἰσχυρῶν καὶ μεγάλων ἡδονῶν πολεμοῦνται, [καὶ διὰ τοῦτο οὐδ’ ἄδειαν ἔχουσιν,], ὥστε μὴ προβουλεύεσθαι, ἀλλ’ εὐθὺς ὑπὸ τῆς σφοδρότητος τῆς ἡδονῆς περιέλκονται, ὥστε χείρους οἱ ἀσθενεῖς ἀκρατεῖς τῶν προπετῶν ἀκρατῶν, εἴπερ καὶ ὑπ’ ἀσθενῶν ἡδονῶν πολεμούμενοι καὶ βουλευόμενοι ἡττῶνται. τοῖς γὰρ προπετέσι συγγνώμη μᾶλλόν ἐστι διὰ τὸ 〈ὑπὸ〉 ἰσχυρῶν παθῶν πολεμεῖσθαι. οἱ γὰρ ἀσθενεῖς ἀκρατεῖς ὑπὸ ἐλάττονος πάθους ἡττῶνται καὶ οὐκ ἀπροβούλευτοι ἡττῶνται ὡς καὶ ἕτεροι, ἤτοι οἱ προπετεῖς ἀκρατεῖς, ἀλλὰ πολλὰ βουλευσάμενοι· οἱ δὲ προπετεῖς οὐ δύνανται προβουλεύσασθαι· ὁ γὰρ ἀσθενὴς ἀκρατής, ἐπεὶ ὑπὸ ἐλαττόνων καὶ ἀνισχύρων ἡδονῶν ἡττᾶται, ὅμοιός ἐστι τοῖς μεθύουσιν συντόμως ὑπὸ ὀλίγου οἴνου, παρὸ ὡς οἱ πολλοί. οἱ γὰρ πολλοὶ πολὺν οἶνον πιόντες μεθύουσιν. ὅτι μὲν ἡ ἀκρασία κακία, ἤτοι ἀκολασία ἐστί, φανερόν, ἀλλ’ οὐ πάντῃ ἡ ἀκρασία ταὐτὸν καὶ ἴση ἐστὶ τῇ ἀκολασίᾳ, ἀλλὰ πῇ, καθὸ ἡττῶνται ὑπὸ τῶν ἡδονῶν καὶ περὶ τὰ αὐτὰ ὑποκείμενα, ἤτοι τὰ ἀφροδίσια καταγίνονται, ἀλλὰ διαφέρουσι. τὸ μὲν γάρ, ἤτοι ἡ ἀκρασία, παρὰ προαίρεσίν ἐστιν (οὐ προαιρεῖται γάρ), τὸ δέ, ἤτοι ἡ ἀκολασία, κατὰ προαίρεσιν, ἤτοι προαιρεῖται. οὐ μὴν ἡ ἀκρασία ἑτέρα ἐστὶ τῆς ἀκολασίας, ἀλλ’ ὁμοία τῇ ἀκολασίᾳ κατὰ τὰς πράξεις. ἄμφω γὰρ ταῖς ἡδοναῖς ἐγκυλίονται. ὁ Δημόδοκος Μιλήσιος Λέριος ἦν τὸ γένος·2 πολλὰ δ’ ἀποσκώπτων τοὺς Μιλησίους ἔλεγεν, ὅτι οἱ Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀσυνέτων, καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὐκ εἰσιν, ἤτοι ἀκόλαστοι, ἀδικοῦσι δέ, ἤτοι βλάπτουσι καὶ δρῶσι τὰ τῶν ἀκολάστων. Ἐπεὶ δὲ ὁ μέν, ἤτοι ὁ ἀκρατής, διώκει, ἤτοι ἐπιζητεῖ τὰς σωματικὰς ἡδονὰς ὑπερβολικῶς καὶ παρὰ τὸν ὀρθὸν λόγον μὴ διὰ τὸ πεπεῖσθαι, ἤτοι οὐ πειθόμενος ὅτι καλόν ἐστι τὸ μοιχεύειν οὐδὲ προαιρούμενος ἀλλ’ ἀπροαιρέτως, ὁ δέ, ἤτοι ὁ ἀκόλαστος, πέπεισται, ἤτοι προαιρεῖται μοιχεύειν ἀεί, καὶ οἴεται καλὸν εἶναι τὸ μοιχεύειν, διὰ τὸ εἶναι τοιοῦτος διεφθαρμένος κατὰ τὸν λόγον καὶ ἀεὶ ζητῶν τὰς σωματικὰς ἡδονάς, ἐκεῖνος μὲν ὁ ἀκρατής, ἐπεὶ ἀπροαιρέτως μοιχεύει μετάπειστος,3 ἤτοι ἰατός, οὗτος δ’ ἀκόλαστος, ἐπεὶ προαιρούμενος ζητεῖ τὰς ἡδονάς, οὔ, ἤτοι ἀνίατός ἐστιν. ἡ γὰρ ἀρετὴ καὶ ἡ μοχθηρία, ἤτοι ἡ κακία, ἡ μέν, ἤτοι ἡ κακία, φθείρει τὴν ἀρχὴν τὴν τελικήν. εἰ γὰρ ἔστι τις ἀκόλαστος, οὐ δύναται ὑποθεῖναι τέλος ἀγαθόν, ἤτοι ὅτι δεῖ τῶν ἡδονῶν ἀπέχεσθαι, ἀλλὰ διεφθαρμένος ὢν καὶ τέλος διεφθαρμένον ὑποτίθησιν, ὅτι καλόν ἐστι τῆς ἡδονῆς ἔχεσθαι. ἡ δέ, ἤτοι ἡ ἀρετή, σώζει καὶ συντηρεῖ καὶ τὸ τέλος ἀγαθόν. εἰ γὰρ ἔστι τις σώφρων, ὑποτίθησι καὶ τέλος ἀγαθόν. ἐν ταῖς πράξεσιν ἀρχή ἐστι τὸ οὗ ἕνεκα, ἤτοι τὸ τέλος. ὥσπερ ἐν τοῖς μαθηματικοῖς ἀρχαί εἰσιν. αἱ γὰρ θέσεις,4 οἷον ὅτι σημεῖόν ἐστι, οὗ μέρος οὐδέν, ἢ γραμμή ἐστι μῆκος ἀπλατές. οὐκ ἔστι δὲ ἐκεῖ ἐπὶ τῶν μαθηματικῶν λόγος, ἤτοι συλλογισμὸς τῶν ἀρχῶν καὶ ἀπόδειξις ἀλλ’ ἀναποδείκτως ἀξιοῖ τὸν αὐτοῦ μαθητὴν ταύτην δέξασθαι. οὕτω καὶ ἐνταῦθα ἐπὶ τῶν πράξεων οὐκ ἔστιν ἀποδείξει γνῶναι τὸ τέλειον ἀλλ’ ἡ ἀρετή, ἤτοι ἡ φυσικὴ ἢ ἡ ἐθιστή, ἤτοι ἡ ἠθικὴ ὀρθοδοξεῖ, ἤτοι ὀρθῶς ἐφευρίσκει τὴν ἀρχήν, ἤτοι τὸ τέλος καὶ οὐ πλανᾶται. 〈εἰ γὰρ φύσει βλέπει τις πρὸς τὸ σωφρονεῖν, ὑποτίθησι καὶ τὸ τέλος ἀγαθόν. εἰ σώφρων μέν ἐστι τοιοῦτος, ἤτοι ὁ ἡδόμενος〉 οἷς δεῖ καὶ ὅτε δεῖ. ἀκόλαστος δὲ ὁ ἐναντίος αὐτῷ, ἤτοι ὁ ἀντικείμενος. ἔστι δέ τις οἷον ὁ ἀκρατὴς ἐκστατικός, ἤτοι ἡττώμενος διὰ πάθος, ἤτοι ὑπὸ τοῦ πάθους παρὰ τὸν ὀρθὸν λόγον.

恶,即放荡,对其自身是隐蔽的;因为它不知道通奸是恶,〈反而认为它是善,而不能自制则并非隐蔽的,即并非不知通奸是恶。〉在谈到不能自制者中有的属于鲁莽,有的属于脆弱之后,他指出狂乱者,即鲁莽的不能自制者,要胜过脆弱的不能自制者,后者虽具有理性并进行思虑,却不坚持他们所思虑的事。因为脆弱的不能自制者显现为[既然他享有从容,以至于能预先思虑]被微弱的快感所攻击,[并且因此享有从容,]以至于也能预先思虑;而鲁莽的不能自制者显现为被强烈而巨大的快感所攻击,[并且因此甚至不享有从容,]以至于未能预先思虑,而是立刻被快感的剧烈性所牵引;因此脆弱的不能自制者劣于鲁莽的不能自制者,如果他们确实在被微弱快感攻击且思虑着的情况下仍屈服的话。因为对于鲁莽者而言,由于被强烈的激情所攻击,更有理由获得原谅。脆弱的不能自制者是被较小的激情所击败,并且并非像其他人即鲁莽的不能自制者那样未经预先思虑而屈服,而是在多番思虑后屈服;鲁莽者则无法预先思虑。因为脆弱的不能自制者既然被较小且无力的快感所击败,就类似于那些被少量酒迅速灌醉的人,与多数人不同。因为多数人是喝了许多酒之后才醉的。 不能自制是恶,即放荡,这是显而易见的,但不能自制并非在所有方面与放荡相同和平等,而是在某一方面,就其被快感击败并且围绕相同的基础对象即性爱而言相同,但它们有所不同。因为前者即不能自制是违反选择的(因为他并未选择),而后者即放荡是依据选择的,即他是选择的。不能自制绝非完全异于放荡,而是在行为上类似于放荡。因为二者都沉溺于快感。 米利都的德谟多科斯按血统是勒罗斯人;他曾多番嘲讽米利都人说:米利都人并非不明智,但他们行不明智者之事;同样,不能自制者并非不正义者,即并非放荡者,但他们行不正义,即造成伤害并行放荡者之事。 既然前者即不能自制者,并非出于已被说服,即并非被劝服通奸是高尚的也非出于选择而是未经选择地,过度且违背正当理性地追求即谋求身体的快感;而后者即放荡者已被说服,即选择始终通奸,并认为通奸是高尚的,因为他是这样一种在理性上败坏且始终寻求身体快感的人;因而那个不能自制者既然是未经选择地通奸,就是可被说服改变的,即可救药的,而这个放荡者既然是选择寻求快感,则不是如此,即不可救药。 因为德性与恶劣,即恶——前者即恶,败坏了目的性的始基。因为如果有人是放荡的,他就无法设定一个善的目的,即应当节制快感,反而在自身败坏的情况下设定了一个败坏的目的,即执着于快感是高尚的。而德性则保全并维护着善的目的。因为如果有人是节制的,他也会设定善的目的。在诸行为中,为了什么的缘故,即目的,乃是始基。正如在数学事物中有诸始基一样。因为各种假设,例如点是无部分之物,或线是无宽度的长度。在那里的数学事物中,不存在对诸始基的理性论述,即不存在三段论和证明,而是要求其学习者无证明地接受这一始基。在这里的行为事物中也是如此,不可能通过证明认识完满的目的,而是德性,无论是自然的还是习惯的即伦理的德性,持有正确的意见,即正确地发现始基也就是目的,而不致迷误。〈因为如果有人在自然上倾向于节制,他也会将目的设定为善。如果节制者是这样的人,即在应当享受的〉对象上和应当享受的时候享受。放荡者则是他的对立者,即相反而立者。而还有某种人如同狂乱的不能自制者,即由于激情,也就是违背正当理性地被激情所击败的人。

语法注4 条
  1. 7.0φαίνονται γὰρ οἱ ἀσθενεῖς ἀκρατεῖς ὅτι ... πολεμοῦνται

    带有主语先取(prolepsis)的句式。主句主语位置上的 οἱ ἀσθενεῖς ἀκρατεῖς 被提至 ὅτι 从句前,在语义上充当 ὅτι 从句中动词 πολεμοῦνται 的主语(即“脆弱的不能自制者显现为他们正受到……交战”)。

  2. 7.0Λέριος ἦν τὸ γένος

    τὸ γένος 为限定宾格(或称关系宾格),表示“按血统/出身而言(是勒罗斯人)”。

  3. 7.0μετάπειστος

    具有被动含义,表示“可被说服改变的”,正如注疏者紧接着用 ἤτοι ἰατός(即可救药的)所作的阐释。

  4. 7.0ὥσπερ ἐν τοῖς μαθηματικοῖς ἀρχαί εἰσιν. αἱ γὰρ θέσεις

    省略句结构,αἱ γὰρ θέσεις 省略了述语动词 εἰσιν 或 ἀρχαί εἰσιν(即“因为假设即是诸始基”),说明数学中的公设/定义与行为中的目的同样属于不可证明的始基。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:438.24-440.8