← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§43.1-44.12

依范畴的先后序列否定善的理念

欧斯特拉提乌斯剖析了亚里士多德在《尼各马可伦理学》第一卷第六章(1096a19–22)中根据善在多个范畴中被言说且具有先后序列而否定善之共同理念的论证,详细阐明了该三段论的结构、前提的证明,以及关于分有位阶与偶性归谬的推演。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

" Τὸ δὲ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί." Συλλογισμὸν πλέκει κατὰ τὸ πρῶτον σχῆμα οὕτως· ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον, ἐν τούτοις ἰδέα οὐκ ἔστιν· ἐν τῷ ἀγαθῷ ἐστι τὸ πρότερον καὶ ὕστερον· ἐν τῷ ἀγαθῷ ἄρα οὐκ ἔστιν ἰδέα. καὶ ὅτι μὲν ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον, οὐκ ἔστιν ἰδέα, εἴληφεν ὡς ἔνδοξον τοῖς περὶ Πλάτωνα. ὅτι δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερον, ὃ ἦν ἡ ἐλάσσων τοῦ συλλογισμοῦ πρότασις, δείκνυσιν ἐκ τῶν γενικωτάτων γενῶν, ὡς ὑπάρχοντος ἐν πᾶσι τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν λέγεται, φησί, καὶ ἐν τῷ τί, ὅ ἐστιν οὐσία. τὸ γὰρ τί ἐφ’ ὑφεστηκότος πράγματος λέγεται· οὐδεμία δὲ τῶν ἄλλων κατηγοριῶν ἔχει τὸ ὑφεστηκέναι καθ’ αὑτὸ καὶ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀλλ’ ἢ μόνη ἡ οὐσία·1 καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι. ἠρκέσθη δὲ ταῖς τρισὶ ταύταις κατηγορίαις ὡς ἱκαναῖς οὔσαις δηλῶσαι τὸ ἐπαγόμενον· ἐπιφέρει γὰρ τὸ δὲ καθ’ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι. τὸ δὲ καθ’ αὑτὸ ἐνταῦθα οὐκ ἐπὶ τοῦ οὐσιώδους ἀλλ’ ἐπὶ τοῦ μὴ ἐν σχέσει παρέλαβεν· ἅπαν γὰρ πρός τι ἐν σχέσει. τὰ δὲ μὴ πρός τι οὐχ ὡς ἐν σχέσει ὄντα προφέρεται οὐδ’ ὡς πρὸς ἕτερον λεγόμενα, ἀλλ’ ὡς καθ’ ἑαυτὰ θεωρούμενα. ἡ δὲ κατασκευὴ τῆς ἐλάσσονος προτάσεως οὕτω συνίσταται. πᾶν τὸ καθ’ ἑαυτὸ λαμβανόμενον πρότερον τῇ φύσει τοῦ πρὸς ἕτερον· ἡ οὐσία καὶ τὸ ποιὸν καθ’ ἑαυτὸ λαμβάνεται, τὸ δὲ πρός τι πρὸς ἕτερον· ἡ οὐσία ἄρα καὶ τὸ ποιὸν πρότερα τῇ φύσει τοῦ πρός τι.

“而善也在‘是什么’中被言说。” 他按第一格构造了如下的三段论:凡有在先与在后之物处,其中便没有理念;在善之中存在在先与在后;因此在善之中没有理念。而在有在先与在后之物处没有理念,他是作为柏拉图学派中公认的见解来接受的。至于善之中存在在先与在后(这本是该三段论的小前提),他则根据最普遍的属[范畴]来加以证明,理由是善存在于所有范畴之中。他说,因为善不仅在“是什么”(即实体)中被言说;因为“是什么”是就独立自存的事物而言的,而其余各范畴没有一个具有自立存在且不在主体之中的属性,唯独实体拥有;而且善也在“性质”和“关系”中被言说。而他满足于这三个范畴,因为它们足以表明随之引出的结论;因为他接着说,“而就自身而言者即实体,在自然上先于关系”。此处他采用“就自身而言”,并不是针对本质性的事物,而是针对不处于关系之中的事物;因为一切关系者都处于关系之中。而不属于关系的事物,既不是作为处于关系之中的事物被提出,也不是作为相对他物而言的事物被言说,而是作为就其自身被考察的事物。小前提的论证是这样构成的:凡就自身被理解的事物,在自然上先于相对他物者;实体和性质是就自身被理解的,而关系是相对他物被理解的;因此实体和性质在自然上先于关系。

§1.53

"Παραφυάδι γὰρ τοῦτ’ ἔοικε." Καὶ τοῦτο κατασκευαστικὸν τοῦ τὸ πρός τι ὕστερον εἶναι· ἡ γὰρ παραφυὰς τοῦ ὄντος ὕστερον τοῦ ὄντος. δεῖ γὰρ εἶναί τι πρότερον καὶ οὕτως αὐτῷ ἕτερόν τι παραφύεσθαι.

“因为这类似于旁枝。” 这也确证了关系是后在的;因为存在者的旁枝是在该存在者之后的。因为必须先有某种存在,然后才能有另一事物附生于其上作为旁枝。

§1.54

"Ὥστ’ οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα." Συμπεραίνει τὸ ἐξ ἀρχῆς, ὅτι οὐκ ἔστι κοινὴ τοῦ ἀγαθοῦ ἰδέα ἐν πᾶσι θεωρουμένη τοῖς κατὰ μέρος ἀγαθοῖς, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ γὰρ τῶν μετεχόντων ἰδέας ἡστινοσοῦν τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ἔσται καὶ τὸ μὲν αὐτῶν ἐγγύτερον τοῦ ἀρχετύπου, τὸ δὲ πορρώτερον, ὡς τὸ μὲν ἔχειν μᾶλλον τὴν μετοχὴν τὸ δ’ ἧττον. καὶ ἡ ἑτερότης τῆς τάξεως ἐν τῇ μετοχῇ, 〈τὸ μὲν οἰκειότερον ποιήσει πρὸς τὴν ἀρχὴν, τὸ δ’ ἀνοικειότερον, καὶ μᾶλλον καὶ ἧττον ἔσται ἡ μετοχή.〉 τὸ δὲ μᾶλλον καὶ ἧττον ἐπὶ τῆς τῶν συμβεβηκότων εὑρίσκεται μετοχῆς, οὐκ ἐπὶ τῶν μετεχομένων οὐσιωδῶς. συμβεβηκότα δὲ λέγειν τὰ ἀρχέτυπα καὶ κυριώτερα ὄντα πρὸς τὰ δευτέρως ὄντα καὶ εἰκόνων λόγον ἐπέχοντα οὐκ ἐνδέχεται, ἀλλὰ καὶ τὸ συμβεβηκὸς τινὶ συμβέβηκεν· ᾧ δὲ συμβέβηκε τὸ συμβεβηκὸς πρότερον φύσει τοῦ συμβεβηκότος ἐστίν.2 ἔσται ἄρα πρότερον φύσει τοῦ ἀρχετύπου τὸ μίμημα, ὅπερ ἀδύνατον· οὐκ ἄρα συμβεβηκὸς τὸ πρὸ τῶν πολλῶν τοῖς πολλοῖς, ἀλλὰ καὶ αἴτιον ἐκεῖνο ἓν ὂν εἶναί φασι τῶν πολλῶν. πῶς οὖν τὸ ἓν τῶν πολλῶν καὶ τὸ αἴτιον τῶν αἰτιατῶν ὕστερον ἔσται, συμβαίνειν αὐτοῖς λεγόμενον. εἶτ’ ἐπιφέρει τὸ συμπέρασμα· ὥστ’ οὐκ ἂν εἴη κοινή τις ἰδέα ἐπὶ τούτοις, ἐν οἷς δηλονότι θεωρεῖται τὸ πρότερον καὶ τὸ ὕστερον.

“因此在这些事物之上不会有某种共同的理念。” 他推导出了最初的结论,即在所有个别的善中并不存在被考察到的关于善的共同理念,这是由于在它们之中存在着在先与在后。因为如果在分有任何理念的事物中,有一者在前而另一者在后,那么它们之中便会有一者更接近原型,而另一者更远离原型,以至于一者分有得更多,另一者分有得更少。而分有中序列的差异[将使一者与本原更为相近,而另一者更为疏远,并且分有会有程度之别]。但“更多与更少”见于偶性的分有之中,而不见于本质上的被分有者。然而,称原型和更为主要的存在者是对于派生存在并处于摹本地位者的偶性,这是不可能的;不仅如此,偶性乃是发生于某物之上的,而偶性发生于其上的主体,在自然上先于偶性。因此摹本在自然上将先于原型,这乃是不可能的;因此在多数事物之先者,决不是多数事物的偶性,相反,他们宣称那作为一者的是多数事物的原因。那么,一者相对于多数事物、原因相对于结果,又怎会因被说成发生于它们之上而成为后在的呢?接着他引出结论:“因此在这些事物之上不会有某种共同的理念”,显然这是指在那些其中观察到在先与在后的事物之上。

语法注2 条
  1. 1.52οὐδεμία δὲ τῶν ἄλλων κατηγοριῶν ἔχει τὸ ὑφεστηκέναι καθ’ αὑτὸ καὶ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀλλ’ ἢ μόνη ἡ οὐσία

    这是紧接否定主语 οὐδεμία ... τῶν ἄλλων κατηγοριῶν 之后、由 ἀλλ' ἤ(除……之外)构成的排除结构。随后的 μόνη ἡ οὐσία 与主语保持格的一致(主格),构成“除了实体自身之外,其他范畴没有一个具有……”的句式。

  2. 1.54ᾧ δὲ συμβέβηκε τὸ συμβεβηκὸς πρότερον φύσει τοῦ συμβεβηκότος ἐστίν

    关系代词 ᾧ(与格)内含先行词,整个关系从句 ᾧ δὲ συμβέβηκε τὸ συμβεβηκός(偶性发生于其上的主体)充当主句的主语。主句谓语为 πρότερον φύσει τοῦ συμβεβηκότος ἐστίν,构成了“偶性发生于其上的主体在自然上先于偶性”这一逻辑命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:43.1-44.12