← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§437.4-438.24

软弱的条件与不能自制的分类及与放荡之别

厄斯特拉齐奥斯通过戏剧事例阐明在抗拒之后屈服于痛苦者并非软弱,界定了软弱的原因(本性与习惯)及好嬉戏者的特征,区分了不能自制的两种形式(脆弱与鲁莽),并最终将放荡(持续性疾病)与不能自制(阵发性疾病)进行了根本对质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#21

εἶτα εἰπούσης τῆς Ἀλόπης τὸν αὐτὴν μοιχεύσαντα, οὐκέτι ὁ Κερκύων ὑπὸ τῆς λύπης ἔφερε ζῆν, ἀλλὰ καὶ τὸ ζῆν ἀπελέγετο. οἷον καὶ ὁ Κερκύων, ὁ ὑπὸ τοῦ Καρκίνου παραγόμενος, ἡττηθεὶς ὑπὸ τῶν λυπῶν οὐ μαλακὸς ῥηθῇ. ὥσπερ καὶ ὁ πειρώμενος κατέχειν τὸν γέλωτα, εἶτα ἀθρόον ἐκκαγχάζει, οὕτως καὶ ὁ Κερκύων μέχρι μὲν πολλοῦ πρὸς τὴν λύπην ἀντέτεινεν, εἶτα ἡττήθη. καὶ ὁ Ξενόφαντος ἐπειρᾶτο κατέχειν τὸν γέλωτα, ἀθρόον δ’ ἐκάγχασεν. ἢ πρὸς τὸ ἄνω ἀποδοτέον, ὅτι καὶ ὁ Ξενόφαντος ὑπὸ ὄφεως δηχθεὶς τὴν ζωὴν ἐμίσει καὶ τὴν λύπην οὐκ ἔφερεν, ἢ τὸν γέλωτα πειρώμενος κατέχειν ἀθρόον ἐκάγχασεν. ἀλλ’ εἴ τις πρὸς ἃς λύπας οἱ πολλοὶ δύνανται ἀντέχειν, ὑπὸ τούτων ἡττᾶται1 καὶ μὴ δύναται ἀντέχειν, ἢ διὰ φύσιν γένους, ἤτοι διὰ γυναικείαν ἀσθένειαν, ἢ διὰ φύσιν γένους, ἤτοι εἰ μὴ πολλάκις ἢ ἐκ γενετῆς συντεθραμμένος ταῖς ἡδοναῖς, οἷον οἱ βασιλεῖς τῶν Περσῶν ἔχουσι τὴν μαλακίαν καὶ μαλακοί εἰσι διὰ τὸ γένος. βάρβαροι γὰρ ὄντες ἀεὶ πρὸς ἡδονὰς ἐγκυλίονται καὶ οὐ ταῖς λύπαις εἰθισμένοι εἰσί, καὶ διὰ τοῦτο, εἰ μικρὰ λύπη ἐπιπέσῃ αὐτοῖς, ἡττῶνται ὑπ’ αὐτῆς. ὁ οὖν ἡττώμενος ὑπὸ τῶν οὐδαμινῶν λυπῶν μὴ διὰ φύσιν τοῦ γένους ἢ διὰ νόσον, μαλακός ἐστιν. εἶτα ἑρμηνεύει τὸ διὰ φύσιν τοῦ γένους, ὡς τὸ θῆλυ, ἀσθενὲς ὂν διὰ τὴν φύσιν, πρὸς τ’ ἄρρεν διέστηκε. παιδιώδης δὲ λέγεται ὁ παιδιαῖς χαίρων, ἤτοι ὁ παίζειν ἀεὶ θέλων. ἡ γὰρ παιδιὰ ἄνεσίς ἐστιν, ἡ δ’ ἄνεσις ἀνάπαυσις, ὁ δὲ μαλακὸς ἀναπαύσει χαίρει καὶ ἡδονῇ, ἀλλ’ οὐ λυπεῖται, παιδιώδης δέ ἐστιν, ὃς ὑπερβάλλει πρὸς ταύτας, ἤτοι ὑπερβαλλόντως χρᾶται τῇ ἀναπαύσει· λοιπὸν ἄρα ὁ παιδιώδης μαλακός ἐστιν. Ἐπιδιαιρεῖ δὲ τὴν ἀκρασίαν εἰς τὴν προπέτειαν καὶ εἰς τὴν ἀσθένειαν. καὶ οἱ μέν, ἤτοι οἱ ἀσθενεῖς βουλεύονται μὲν ὡς κακόν ἐστι τὸ μοιχεύειν, οὐκ ἐμμένουσι δὲ οἷς ἐβουλεύσαντο2 ἀλλὰ μοιχεύουσιν (ἡδὺ δοκεῖ οὖν αὐτὸ διὰ τὸ πάθος, ἤτοι ἡττωμένῳ ὑπὸ τοῦ πάθους, ἤτοι ὑπὸ τῆς ἐπιθυμίας, καὶ λέγονται οὗτοι ἀκρατεῖς), οἱ δέ, ἤτοι οἱ προπετεῖς, οὐ βουλεύονται, εἰ τόδε ἀγαθόν ἐστιν ἢ κακὸν ἀλλ’ εὐθὺς ἡττῶνται ὑπὸ τοῦ πάθους, ἤτοι τῆς ἐπιθυμίας, καὶ λέγονται οὗτοι ἀκρατεῖς προπετεῖς. τινὲς εὐθὺς τῷ προσψαυσθῆναι γαργαλίζονται, εἰ δὲ ποιήσουσι τρίψιν εἰς τὸ μέρος τοῦ σώματος πρῶτον, ἔνθα γαργαλίζονται, εἶτα γαργαλίσει τις αὐτό, ἔνθα τὴν τρίψιν ἐποίησαν, οὐ γαργαλίζονται. νῦν μέλλει † δοῦναι, ἤτοι, οὐ πᾶς ὁ προβουλευσάμενος ἡττᾶται. τινὲς γὰρ προαισθανόμενοι, ἤτοι προβουλευσάμενοι καὶ ἰδόντες ὅτι τόδε κακόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, κἄν τε ἡδὺ ᾖ κἄν τε λυπηρόν. ὥσπερ καὶ οἱ προγαργαλισθέντες, ἤτοι οἱ τρῖψιν πρῶτον ποιήσαντες, οὐ γαργαλίζονται. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ ἀκρατεῖς εἰσι κατὰ τὴν προπετῆ ἀκρασίαν, ἤτοι ἀκρατεῖς προπετεῖς. οἱ μὲν γάρ, ἤτοι οἱ ὀξεῖς διὰ τὸ ταχὺ τῆς φύσεως, οἱ δὲ διὰ τὸ σφοδρὸν τοῦ πάθους, ἤτοι τῆς μελαγχολίας, οὐκ ἀναμένουσι τὸν λόγον, ἤτοι βουλεύσασθαι καὶ παρουσιάσαι τὸν λόγον καὶ κρῖναι διὰ τὸ ἀκολουθεῖν τῇ φαντασίᾳ. ἡνίκα γὰρ ἴσχωσί τι ἡδύ, εὐθὺς ῥέπουσι πρὸς τοῦτο καὶ ἡττῶνται ὑπ’ αὐτοῦ. πᾶς δὲ ὁ ἀκόλαστος οὐκ ἔστι μεταμελητικός. διὸ οὐχ οὕτως ἔχει, ὥσπερ ἠπορήσαμεν πρῶτον, ὅτι εὐιατότερος ἦν ὁ ἀκόλαστος παρὸ ὁ ἀκρατής, ἀλλ’ ὁ μέν, ἤτοι ὁ ἀκόλαστος, ἀνίατός ἐστιν, ὁ δέ, ἤτοι ὁ ἀκρατὴς ἰατός. ἔοικε δὲ ἡ μὲν μοχθηρία, ἤτοι ἡ ἀκολασία, ἀπὸ τῶν 〈νοσημάτων〉 τῷ ὑδέρῳ καὶ τῇ φθίσει, καὶ ὥσπερ εἰ νοσεῖ τις ὕδερον ἢ φθίσιν, οὐ σήμερον μὲν ἔχει τὸν ὕδερον καὶ τὴν φθίσιν, αὔριον δ’ οὔ, ἀλλὰ συνεχῶς εἰσιν, ἤτοι ἀδιαλείπτως, καὶ ἀεὶ τῷ νοσοῦντι ὑπάρχει τάδε τὰ νοσήματα, οὕτω καὶ ἡ ἀκολασία συνεχής, ἤτοι ἀδιάλειπτος καὶ ἀεὶ τῷ ἀκολάστῳ προσυπάρχει. διεφθαρμένον γὰρ ἀεὶ τὸν λόγον ἔχει, καὶ ἀεὶ τὸ ἀγαθὸν κακὸν αὐτῷ δοκεῖ. ἡ δὲ ἀκρασία ἔοικεν ἀπὸ τῶν νοσημάτων τοῖς ἐπιληπτικοῖς νοσήμασιν· ὡς γὰρ ἡ ἐπίληψις οὐ συνεχής, ἤτοι οὐ διηνεκὴς καὶ ἀδιάλειπτος ὑπάρχει τῷ ἔχοντι ταύτην, ἀλλὰ ἢ κατὰ δύο ἡμέρας αὐτῷ ἡ ἐπίληψις ἔρχεται ἢ τρὶς τῆς ἡμέρας καὶ οὐχὶ ἀεί, οὕτω καὶ ἥδε ἡ πονηρία, ἤτοι ἡ ἀκρασία, οὐ συνεχής ἐστιν, ἤτοι οὐκ ἀεὶ ὑπάρχει τῷ ἀκρατεῖ. οὐ γὰρ ἀεὶ τῷ πάθει ἐγκυλίεται ἀλλὰ μέχρι οὗ ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. καὶ ὅλως ἡ ἀκρασία ἕτερόν ἐστι τῆς κακίας, ἤτοι τῆς ἀκολασίας.

接着,在阿洛佩说出了诱奸她的人之后,刻耳库翁由于痛苦而无法再忍受活着,而是拒绝求生。被卡尔基诺斯引入剧中的刻耳库翁也是如此,屈服于痛苦也不会被称为软弱。正如试图憋住笑意、随后却突然放声大笑的人一样,刻耳库翁也是长期抗拒痛苦,随后屈服了。克塞诺凡托斯也曾试图憋住笑意,却突然放声大笑。或者,应当将此与前文联系起来解释:即克塞诺凡托斯也是被蛇咬伤后厌弃生命、无法忍受痛苦;或者是指他试图憋住笑意却突然放声大笑。但如果有人面对多数人能够支撑的痛苦,屈服于它们而无法支撑,或者是由于种族的本性,即由于女性的软弱,或者是由于种族的本性,即哪怕并非频繁也是自幼伴随快感而成长——正如波斯人的国王们具有软弱性,并且因其种族而软弱;因为作为野蛮人,他们始终沉溺于快感而不习惯于痛苦,因此若有微小的痛苦降临其身,他们便屈服于它。因此,并非由于种族本性或由于疾病而屈服于微不足道之痛苦的人,是软弱的。随后他将‘由于种族的本性’解释为,正如女性由于本性是软弱的,因而与男性不同。而在嬉戏中感到快乐的人,即始终想要玩耍的人,被称为好嬉戏的。因为嬉戏是松弛,松弛是休息,而软弱者喜爱休息与快感并不受痛苦,好嬉戏者则是在这些方面过度的人,即过度使用休息;因此,好嬉戏者也是软弱的。他又将不能自制进一步细分为鲁莽与脆弱。其中一类人,即脆弱者,固然思虑通奸是恶,却不坚持他们所思虑的事,反而通奸(因此由于激情,即由于屈服于激情也就是欲望,这对他显得是愉悦的,这些人被称为不能自制);而另一类人,即鲁莽者,并不思虑此事是善是恶,而是立刻屈服于激情即欲望,这些人被称为鲁莽的不能自制者。有些人一旦被触摸就立刻发痒,但如果他们先对身体发痒的部位进行摩擦,随后有人对他们摩擦过的部位挠痒,他们就不会发痒。现在他将要[……],即并非所有预先思虑者都会屈服。因为有些人预先感知,即预先思虑并看出这是恶,便不屈服于激情,无论它是愉悦的还是痛苦的。正如那些预先受痒者,即那些先进行了摩擦的人,不会发痒一样。敏锐者与抑郁质者在鲁莽的不能自制方面尤为突出,即属于鲁莽的不能自制者。因为前者即敏锐者由于本性的迅速,后者由于激情的剧烈即抑郁质,因追随表象而并不等待理性,即并不等待思虑、使理性在场并作出判断。因为每当他们获得某种愉悦之物,便立刻倾向于它并屈服于它。每一个放荡者都不是悔恨者。因此,并不像我们起初所疑惑的那样,以为放荡者比不能自制者更容易医治;而是前者即放荡者是不可救药的,后者即不能自制者是可医治的。在疾病中,恶劣即放荡类似于水肿和肺结核;正如有人若患有水肿或肺结核,并不是今天患有水肿和肺结核而明天就没有,而是持续的,即不间断的,并且这些疾病始终存在于病者身上,放荡也是持续的,即不间断地始终存在于放荡者身上。因为他始终保持着败坏的理性,并且善在他看来始终是恶。而不能自制在疾病中则类似于癫痫性疾患;因为正如癫痫对于患病者而言并非持续存在的,即并非长久而不间断的,而是癫痫发作每隔两天降临于他,或一日三次降临,并非始终如此,这种邪恶即不能自制也不是持续的,即并非始终存在于不能自制者身上。因为他并不是始终沉溺于激情,而只是在其被欲望所支配的时间内如此。总而言之,不能自制是不同于恶德即放荡的。

语法注2 条
  1. 7.0ἀλλ’ εἴ τις πρὸς ἃς λύπας οἱ πολλοὶ δύνανται ἀντέχειν, ὑπὸ τούτων ἡττᾶται

    名词 λύπας 被提前并入关系代词分句中,并在条件分句中由相应的指示代词 ὑπὸ τούτων 所承接。由于插入例证导致结构中断(破格句),εἴ τις 条件分句缺少主句,后文以 ὁ οὖν ἡττώμενος … μαλακός ἐστιν 重新承接。

  2. 7.0οὐκ ἐμμένουσι δὲ οἷς ἐβουλεύσαντο

    由于动词 ἐμμένω 要求与格,因此被省略的先行词 τούτοις 使得关系代词 ἅ 被牵引为主节所要求的与格形式 οἷς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:437.4-438.24