- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:435.21-437.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者根据是否有选择界定了放荡与不能自制的区别,对比了坚忍与自制的高下,阐明了软弱与奢侈的本质,并借菲罗克忒忒斯与阿洛佩的悲剧例证说明了情有可原的状态。
εἰ γὰρ ἀγαπᾷ μοιχεύειν διὰ τὸ κερδαίνειν, οὐκ ἀκόλαστος ῥηθῇ οὗτος ἀλλὰ φιλοχρήματος. ὁμοίως καὶ εἰ μοιχεύει γυναῖκα τυράννου τις δι’ ἕτερον ἀποβαῖνον, ἤτοι διὰ σωτηρίαν τῆς πόλεως, ἵν’ ἰσχύσῃ διὰ τούτου καταβαλεῖν τὸν τύραννον, οὐκ ἀκόλαστος οὗτος ῥηθῇ. ἀνάγκη γὰρ τὸν ἀκόλαστον τὸν μετὰ προαιρέσεως ζητοῦντα τὰς ἡδονὰς μὴ εἶναι μεταμελητικόν, ὥστε εἶναι καὶ ἀνίατον τὸν ἀκόλαστον. ὄπισθεν μὲν ἔλεγεν, ὅτι ὁ ἀκόλαστός ἐστιν εὐιατότερος τοῦ ἀκρατοῦς· ἔλεγε δὲ τοῦτο, οὐχ ὅτι καὶ αὐτὸς τοῦτο δοξάζει ἀλλ’ ὡς δόξα ὂν ἑτέρων τινῶν. ἡ δόξα δὲ τοῦ Ἀριστοτέλους ἐστὶ τοῦτο, ὅτι ὁ ἀκρατής ἐστι μᾶλλον εὐιατότερος τοῦ ἀκολάστου, ἅτε καὶ τὸν λόγον ἔχων ἐρρωμένον, ὁ δ’ ἀκόλαστος ἀνίατός ἐστιν. ὁ δ’ ἐλλείπων, ἤτοι ὁ μηδ’ ὅλως θέλων ἥδεσθαι, ἐστὶν ἠλίθιος, ὃς ἀντίκειται τῷ ἀκολάστῳ. ὁμοίως δὲ ἀκόλαστός ἐστι καὶ ὁ φεύγων τὰς λύπας τὰς ἐπιγινομένας αὐτῷ τῇ ἀπουσίᾳ τῆς ἡδονῆς, ἀλλὰ φεύγει αὐτὰς μὴ ἀπροαιρέτως διὰ τὸ ἡττᾶσθαι τῶν ἰσχυρῶν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ διὰ τοῦτο μὴ ἐώμενος λυπεῖσθαι, ἀλλὰ διὰ προαίρεσιν, ἤτοι μετὰ προαιρέσεως. Τῶν δὲ μὴ προαιρουμένων, ἤτοι τῶν δ’ ἀπροαιρέτως ἡττωμένων ὁ μέν, ἤγουν ὁ ἀκρατής, ἄγεται, ἤτοι ἡττᾶται ὑπὸ τῆς ἡδονῆς καὶ ἕλκεται ὑπ’ αὐτῆς ἀπροαιρέτως, ὁ δέ, ἤτοι ὁ μαλακός, ἄγεται ἀπροαιρέτως ὑπὸ τῆς λύπης τῆς τυχούσης καὶ ἧς οἱ πολλοὶ κρατοῦσι, διὰ τὸ μηδ’ ὅλως αἱρεῖσθαι λυπεῖσθαι ἐν τῷ τὴν ἐπιθυμίαν ἀπεῖναι, ἀλλ’ ἀεὶ θέλειν ἥδεσθαι καὶ τὴν ἐπεισελθοῦσαν αὐτοῖς ἐπιθυμίαν ἐκπληροῦν. ὥστε διαφέρουσιν ἀλλήλων ὅ τε ἀκρατὴς καὶ ἀκόλαστος. ὁ μὲν γὰρ ἀκόλαστος μετὰ προαιρέσεως ζητεῖ τὴν ἡδονήν, ὁ δ’ ἀκρατὴς ἀπροαιρέτως. παντὶ δὲ δοκεῖ χείρων εἶναι ὁ ἀκόλαστος, ὃς καὶ μὴ ἐπιθυμῶν ἢ ἠρέμα, ἤτοι ἢ καὶ μικρῶς ἐπιθυμῶν, πράττει τὰ αἰσχρὰ καὶ τοῖς ἀφροδισίοις ἀεὶ προσκυλίεται παρὸ ὁ ἀκρατής,1 ὃς σφόδρα ἐπιθυμῶν ἡττᾶται τῆς ἡδονῆς καὶ χείρων ἐστίν, ὃς καὶ μὴ ὀργιζόμενος τύπτει τινά, παρὸ εἰ τύπτει ὀργιζόμενος. εἰ γάρ τις καὶ μὴ ὀργιζόμενος τύπτει, ἐν τῷ πάθει ὤν, ἤτοι εἰ ὀργισθείη, τί ἂν ποιήσῃ;2 εἰ οὖν καὶ μὴ ἐπιθυμῶν ὁ ἀκόλαστος μοιχεύει, εἰ ὑπὸ σφοδρᾶς ἡδονῆς κολάζεται, τί ἄν ποιήσῃ; τῶν δὲ λεχθέντων τὸ μὲν μαλακίας εἶδός ἐστιν, ἤτοι μαλακός ἐστιν ὁ ἡττώμενος ὑπὸ τῶν λυπῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, ὁ δέ, ὁ ἡττώμενος ὑπὸ τῶν ἡδονῶν, ὧν οἱ πολλοὶ ἡττῶνται, ἀκρατής ἐστι. τὸ γὰρ καρτερεῖν ἐστιν ἐν τῷ ἀντέχειν, ἤτοι ἐν τῷ μὴ ἐνδιδόναι, ἤτοι μὴ ἡττᾶσθαι ὑπὸ τῶν σφοδρῶν λυπῶν, ὧν οἱ πολλοὶ ἡττῶνται. ἡ δ’ ἐγκράτειά ἐστιν ἐν τῷ κρατεῖν τῶν ἡδονῶν, ὧν οἱ πολλοὶ ἡττῶνται. ἕτερον δέ ἐστι τὸ ἀντέχειν καὶ κρατεῖν. ὁ γὰρ ἀντέχων καὶ μὴ ἐνδιδοὺς οὐκ ἤδη καὶ κρατεῖ, κρεῖττον δὲ τοῦ ἀντέχειν τὸ κρατεῖν, ὥστε καὶ ἡ ἐγκράτεια αἱρετωτέρα ἐστὶ τῆς καρτερίας καὶ μᾶλλον ἀγαθόν ἐστιν. ὁ δ’ ἐλλείπων, ἤτοι ὁ ἡττώμενος ὑπὸ τῶν λυπῶν, πρὸς ἃς οἱ πολλοὶ διϊσχυρίζονται καὶ ἀντιτείνουσι καὶ δύνανται κρατεῖν αὐτῶν, μαλακός ἐστιν. ἡ τρυφὴ μαλακία ἐστίν. ὃς ἕλκει, ἤτοι σύρει, τὸ ἱμάτιον αὑτοῦ κάτω ἐν τῇ γῇ3 καὶ ὀκνεῖ ἀνασῦραι αὐτό, ἵνα μὴ πονήσῃ, 〈ἤτοι ἐνεργήσῃ〉 καὶ προξενήσῃ αὑτῷ τὴν λύπην τὴν γινομένην αὐτῷ ἀπὸ τοῦ αἴρειν, ἤτοι τοῦ σύρειν, καὶ μιμούμενος τὸν κάμνοντα, ἤτοι τὸν νοσοῦντα, ὃς οὐ δύναται ἀνασῦραι τὸ αὑτοῦ ἱμάτιον, ἀλλ’ ἀδυνατεῖ καὶ τὴν χεῖρα κινῆσαι, καὶ ἀθλίῳ, ἤτοι νοσοῦντι, ὅμοιος ὤν, οὐκ οἴεται ἄθλιος εἶναι, ἤτοι νοσῶν. οὐδὲ γὰρ ἄν τις ἡττᾶται ὑπὸ ἰσχυρῶν καὶ μεγάλων ἡδονῶν, θαυμαστός ἐστιν οὐδ’ ἀκρατὴς λέγεται ἀλλὰ συγγνωμονικός, οὐδ’ ἂν ἡττᾶται ὑπὸ λυπῶν μεγάλων θαυμαστός ἐστιν οὐδὲ μαλακὸς λέγεται ἀλλὰ συγγνωμονικός ἐστιν, εἰ ἀντιτείνων πρὸς τὰς μεγάλας λύπας ὕστερον ἡττηθῇ ὑπ’ αὐτῶν. Ὁ Θεοδέκτης τραγικὸς ἦν, καὶ παράγει τὴν χεῖρα δεδηγμένον τὸν Φιλοκτήτην ὑπὸ ὄφεως, καὶ μέχρι μὲν πολλοῦ ἀντέτεινε πρὸς τὰς λύπας καὶ τοὺς πόνους, ὕστερον δὲ ἡττήθη καὶ ἐβόα ‘κόψατε τὴν ἐμὴν χεῖρα’. οὗτος οὖν οὐ ῥηθήσεται μαλακός, διότι ἡττήθη ὑπὸ τῶν λυπῶν (μεγάλαι γὰρ ἦσαν αὗται), ἀλλὰ συγγνωμονικός ἐστι. καὶ ὁ Καρκῖνος τραγικὸς ἦν, ὁ δὲ Κερκύων εἶχε θυγατέρα τὴν Ἀλόπην. μαθὼν δὲ ὅτι ἐμοιχεύθη ἡ αὐτοῦ θυγάτηρ Ἀλόπη ἠρώτησεν αὐτήν, τίς ἦν ὁ μοιχεύσας, λέγων εἴ μοι τοῦτον εἴποις, οὐδ’ ὅλως ἂν λυπηθῇς.
因为如果有人为了获利而喜爱通奸,此人不会被称为放荡,而是被称为贪财。同样,如果有人为了某种其他后果,即为了城邦的获救,以便借此能够推翻僭主而与僭主的妻子通奸,此人也不会被称为放荡。因为放荡者出于选择追求快感,必然不悔恨,以至于放荡者也是不可救药的。先前他曾说,放荡者比不能自制者更容易医治;但他这样说,并非因为他自己也这样认为,而是作为某些其他人的看法。而亚里士多德的看法是:不能自制者比放荡者更容易医治,因为他仍保有强健的理性,而放荡者则是不可救药的。而不足者,即根本不愿享乐的人,是麻木迟钝的,他是放荡者的对立面。同样,逃避因快感缺失而产生于自身的痛苦的人也是放荡的;但他逃避这些痛苦并非无选择地由于屈服于强烈的欲望与快感、并因此不被允许受痛苦,而是出于选择,即带有选择。而在不作选择者、即无选择地屈服的人之中,一者——即不能自制者——被快感所引导,即屈服于快感并无选择地被它所拖拽;而另一者——即软弱者——则被寻常的且多数人能够克制的痛苦无选择地引导,因为在欲望缺失时他根本不选择承受痛苦,而是始终想要享乐并满足侵入自身的欲望。因此,不能自制者与放荡者彼此不同。因为放荡者带有选择地寻求快感,而不能自制者则是无选择地寻求。而且在所有人看来,甚至在不欲望或者平缓地即微弱地欲望时就做出可耻之事并始终耽于性事的放荡者,比起在强烈欲望时屈服于快感的不能自制者更为恶劣;而甚至在不发怒时就殴打他人者,比起在发怒时殴打他人更为恶劣。因为如果有人甚至在不发怒时就殴打他人,那么当他处于激情之中、即如果发怒了,他会做出什么呢?因此,如果放荡者甚至在不欲望时就通奸,那么当他受强烈快感折磨时,他会做出什么呢?在所论及的事物中,一者是软弱的一种形式,即屈服于多数人不屈服之痛苦的人是软弱的;而屈服于多数人所屈服之快感的人则是不能自制的。因为坚忍在于支撑,即在于不退让,也就是不被多数人所屈服的剧烈痛苦所压倒。而自制则在于克制多数人所屈服的快感。然而支撑与克制是不同的。因为支撑且不退让者并不就已经克制了,并且克制优于支撑,因此自制也比坚忍更值得选择,且是更大的善。而不足者,即屈服于多数人能够坚持、抗拒并能克制之痛苦的人,是软弱的。奢侈就是软弱:把自己的外衣拖拽在地上,并因怕受累而犹豫不去撩起它,〈即不愿行动〉,以免给自己带来由于提起即拉起外衣而在自身产生的痛苦;他模仿病者,即模仿不能撩起自己的外衣甚至无法移动双手的病者,并且与可怜者即病者相似,却不认为自己是可怜的即患病的。因为如果有人屈服于强烈而巨大的快感,既不足为怪,也不会被称为不能自制,而是可原谅的;如果有人屈服于巨大的痛苦,既不足为怪,也不会被称为软弱,如果在抗拒巨大痛苦之后最终屈服于它们,他乃是可原谅的。忒俄得克忒斯是一位悲剧诗人,他引出被蛇咬伤了手的菲罗克忒忒斯;菲罗克忒忒斯长期抗拒痛苦与劳顿,但后来屈服了并喊道:‘砍掉我的手。’因此这人不会因为屈服于痛苦就被称为软弱(因为这些痛苦是巨大的),而是可原谅的。卡尔基诺斯也是一位悲剧诗人;刻耳库翁有个女儿叫阿洛佩。刻耳库翁得知女儿阿洛佩被通奸后,询问她通奸者是谁,说道:‘如果你告诉我这人是谁,你决不会受丝毫痛苦。’
- 7.0παρὸ ὁ ἀκρατής
παρὸ 在此用作 παρ’ ὃ(或表比较的 παρά),意为“与不能自制者相比/相较于不能自制者”,与后文的 παρὸ εἰ τύπτει ὀργιζόμενος(“相较于发怒时殴打”)构成平行结构。
- 7.0εἰ ὑπὸ σφοδρᾶς ἡδονῆς κολάζεται, τί ἄν ποιήσῃ;
这是承接前文关于愤怒的比喻(εἰ γάρ τις καὶ μὴ ὀργιζόμενος τύπτει...)的条件句。被动语态 κολάζεται 意为“被(强烈的快感/欲望)折磨/惩戒”,主句 τί ἄν ποιήσῃ 带有修辞性疑问,表示“他又会做出什么呢?”。
- 7.0ὃς ἕλκει, ἤτοι σύρει, τὸ ἱμάτιον αὑτοῦ κάτω ἐν τῇ γῇ
紧接在 ἡ τρυφὴ μαλακία ἐστίν 之后的指示性关系代词 ὃς 没有直接先行词,而是引入泛指关系从句以描绘一类人(“拖着……的人”),在缺乏独立主动词的情况下具体勾勒了软弱与奢侈者的典型形象。
