- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:434.1-435.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修阐清了作为无灵魂之物的恶德与作为有灵魂之物的恶人之间的比较,随后基于《尼各马可伦理学》卷七,根据对触觉与味觉的快感及痛苦的态度,解释了自制、不自制、软弱与坚忍的定义,并阐释了多数人的中间状态与放荡的本质。
ἡ δὲ πάλιν ἡ ἀδικία πρᾶγμα ἄψυχόν ἐστι, καὶ διὰ τὸ ἄψυχον εἶναι μηδὲ δυνάμενον βλάψαι τινὰ αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὁ δὲ ἄδικος δύναται βλάπτειν, λοιπὸν ἄρα ὁ ἄδικος φαυλότερον τῆς ἀδικίας ἐστίν. ὥστε ἡ ἀδικία ἐστὶ μὲν ὡς φαυλοτέρα, ἔστι δ’ ὡς † φαῦλον οὔκουν.1 μυριοπλάσιον γὰρ κακόν, καθὸ τὸ μὲν ἄλογόν ἐστι καὶ μὴ δυνάμενον βουλεύεσθαι, τὸ δὲ λογικὸν καὶ βουλευτικόν. Περὶ δὲ τὰς δι’ ἁφῆς ἡδονὰς καὶ γεύσεως, περὶ ἃς ἡ σωφροσύνη διωρίσθη καταγίνεσθαι, ἔστι μέν τινας οὕτως ἔχειν πρὸς τὰς ἐπιθυμίας τὰς τοιαύτας, ὥστε καὶ ἡττᾶσθαι ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ κρείττους εἰσὶ καὶ οὐχ ἡττῶνται, οἷον εἴ τις ἐπιθυμεῖ οἶνον πιεῖν, δύναται κρατῆσαι τῆς ἐπιθυμίας ταύτης, κἂν χυδαῖος ᾖ, εἰσὶ δέ τινες, οἳ ἡττῶνται καὶ ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ κρείττους εἰσίν, εἰσὶ δέ τινες οἳ κρατοῦσι καὶ τῶν ἰσχυρῶν ἐπιθυμιῶν, ἤτοι τῶν ἀφροδισίων, ὧν ἡττῶνται οἱ πολλοί. ἡττῶνται γὰρ ὑπὸ τῶν ἀφροδισίων μὴ δυνάμενοι διακρῖναι, ὅτι ἡ μοιχεία κακόν ἐστιν. ἀπὸ τούτων τῶν τε κρατούντων ὧν οἱ πολλοὶ ἥττους εἰσὶ καὶ τῶν μὴ κρατούντων, ὧν οἱ πολλοὶ οὐχ ἥττους εἰσίν, ὁ μὲν περὶ ἡδονάς, ἤτοι ὁ ἡττώμενος ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, ἀκρατής ἐστιν,2 ὁ δὲ κρατῶν ὧν οἱ πολλοὶ ἡττῶνται, ἐγκρατής· ὁ δὲ περὶ λύπας, ἤτοι ἡττώμενος ὑπὸ τῶν λυπῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, μαλακός ἐστι. τὸ οὖν ἀπολέσαι φίλους ἴσως λύπην ἐπάγει τινί· ταύτης δὲ τῆς λύπης καὶ ὁ τυχὼν δύναται κρατῆσαι. ὁ οὖν ἡττώμενος τοιαύτης λύπης μαλακός ἐστιν. οὐχ ὅτι δὲ καὶ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια οὐ περὶ λύπας καταγίνεται, διὰ τοῦτο εἶπεν, εἰδὼς ὅτι ὁ μαλακὸς περὶ λύπας καταγίνεται. καταγίνεται γὰρ καὶ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ περὶ λύπας, ἀλλὰ μᾶλλον περὶ ἡδονὰς καταγίνεται. τῇ γὰρ ἀπουσίᾳ τῶν ἡδονῶν οὐ λυπεῖται ὁ ἐγκρατής. ὁμοίως δὲ καὶ ὁ μαλακὸς καὶ περὶ ἡδονὰς καταγίνεται, ἀλλὰ μᾶλλον περὶ λύπας καταγίνεται. τῆς γὰρ ἐπιθυμίας καὶ τῆς τυχούσης ἀπούσης λυπεῖται ὁ μαλακός, οἷον εἰ ἐπιθυμεῖ οἶνον Πράμνιον πιεῖν καὶ τὴν ἐπιθυμίαν οὐ δύναται πληρῶσαι, λυπεῖται σφόδρα ὁ μαλακὸς καὶ τὴν ζωὴν ἀπολέγεται. ταύτης δὲ τῆς λύπης τῆς ἐπιγινομένης ἐκ τοῦ μὴ δύνασθαι πιεῖν οἶνον Πράμνιον οἱ πολλοὶ κρείττους εἰσίν. ὁ δὲ κρατῶν τῆς λύπης, ἧς οἱ πολλοὶ κρείττους οὔκ εἰσι, λέγεται καρτερικός, οἷον εἴ τις περιπεσὼν μεγάλῳ κινδύνῳ φέρει γενναίως καὶ οὐ λυπεῖται, ἀλλὰ τῆς λύπης τῆς ἐκ τοῦ μεγάλως πειράζεσθαι ἐπιγινομένης αὐτῷ περιγίνεται καὶ κρατεῖ ἧς οἱ πολλοὶ ἡττῶνται. αἱ δὲ ἕξεις τῶν πολλῶν μεταξύ εἰσιν, ἤτοι μεσότητές εἰσιν. ἐπεὶ δ’ ἡ μεσότης ἀρετή ἐστι, διὰ τοῦτο εἶπεν ὅτι εἰ καὶ μεσότης ἐστίν, ἀλλ’ οὖν πρὸς τὸ χεῖρον ῥέπει. μεσότητας γὰρ λέγει τὰς ἕξεις τῶν πολλῶν, ὡς μέσας οὔσας τῶν τε μαλακῶν καὶ καρτερικῶν. οἱ γὰρ πολλοὶ ἡττῶνται μὲν ὑπὸ τῶν λυπῶν, ὧν ὁ καρτερικὸς κρείττων ἐστί, κρατοῦσι δὲ τῶν λυπῶν, ὧν ὁ μαλακὸς ἡττᾶται, καὶ πάλιν κρατοῦσι τῶν ἡδονῶν οἱ πολλοί, ὧν ὁ ἀκρατὴς ἡττᾶται, ἡττῶνται δὲ τῶν ἡδονῶν, ὧν ὁ ἐγκρατὴς κρείττων ἐστίν. εἰ οὖν οἱ πολλοὶ μεταξύ εἰσι τῶν ἀκρατῶν καὶ ἐγκρατῶν, ἀλλ’ οὖν πρὸς τὰς χείρους ἡδονὰς ῥέπουσιν. Ἐπεὶ δέ τινες τῶν ἡδονῶν ἀναγκαῖαι μέχρι τινός (τὸ γὰρ φαγεῖν ἄχρι τοῦ πληρῶσαι τὴν γαστέρα ἀναγκαῖόν ἐστι, τὸ δὲ ὑπὲρ κόρον καὶ ὑπερβολικῶς δι’ ὅλης ἡμέρας ἐσθίειν ἀναγκαῖον οὐκ ἔστιν), αἱ δὲ τῶν ἡδονῶν, οἷον τὸ ἥδεσθαι τιμᾶσθαι πλουτεῖν ἀναγκαῖον οὐκ ἔστι, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς ἀναγκαίαις καὶ ταῖς μὴ ἀναγκαίαις οὔτε αἱ ὑπερβολαί εἰσιν ἀναγκαῖαι οὔτε αἱ ἐλλείψεις. τὸ γὰρ μηδ’ ὅλως ἥδεσθαι ψεκτόν ἐστι, τὸ δὲ ὑπερβολικῶς ἥδεσθαι καὶ πίνειν καὶ ἐσθίειν καὶ πλουτεῖν περιττόν ἐστι καὶ οὐκ ἀναγκαῖον. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἐπιθυμίας καὶ λύπας· ὁ μὲν διώκων, ἤτοι ἐπιζητῶν, τὰς ὑπερβολὰς τῶν ἡδέων, ἤτοι τὸ ὑπερβολικῶς ἥδεσθαι, ἢ καθ’ ὑπερβολάς, ἤτοι ἢ ζητεῖν τὰς ἰσχυροτάτας καὶ μεγάλας τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν, ἤτοι τὰ ἀφροδίσια, ἢ κἂν μικραί εἰσιν αἱ ἡδοναί, οἷον τὸ πλουτεῖν, τὸ τιμᾶσθαι αἱρούμενος τὸ ὑπερβάλλειν ἔχειν ἐν ταύταις, ἤτοι τὸ ὑπερβολικῶς ἥδεσθαι ἢ ζητῶν ταύτας τὰς ἡδονὰς διὰ προαίρεσιν, ἤτοι μετὰ προαιρέσεως καὶ οὐκ ἀπροαιρέτως καὶ δι’ αὐτάς, ἤτοι αὐτὰς καθ’ αὑτὰς ἀγαπᾶν τὰς ἡδονὰς τὰς τοιαύτας καὶ μὴ δι’ ἕτερον ἀποβαῖνον, ἀκόλαστόν ἐστιν.
另一方面,不正义又是无灵魂之物,并且因其是无灵魂之物,在其自身被考察时甚至不能伤害任何人,而不正义之人却能够造成伤害;因此剩下的结论就是,不正义之人比不正义更为卑劣。所以不正义在某种意义上更为卑劣,但在另一种意义上[并非如此]。因为[人]是万倍更恶之恶,在此程度上,一者是无理性的且不能谋划,而另一者则是理性的且具有谋划能力的。至于由触觉和味觉而来的快感——即节制被规定所关涉的那些快感——有些人对这类欲望持有如此的状态,以至于会被多数人能够胜过且不会屈服的欲望所压倒;例如,如果某人渴望饮酒,即使他是平庸之人也能克制这种欲望,但有些人甚至会被多数人所能胜过的欲望压倒,而另一些人则能克制强烈的欲望,即多数人屈服于其下的性欲。因为多数人屈服于性欲,无法辨别奸淫是恶事。在克制多数人屈服之事的人与未能克制多数人未屈服之事的人之中,关涉快感者——即被多数人所不屈服的欲望压倒之人——是不能自制的,而克制多数人屈服之事的人则是能自制的;而关涉痛苦者——即被多数人所不屈服的痛苦压倒之人——则是软弱的。因此失去朋友或许会给某人带来痛苦,但这痛苦哪怕寻常之人也能克制。因此屈服于此类痛苦的人是软弱的。他这样说并非因为不能自制与能自制不关涉痛苦,他知道软弱者关涉痛苦。因为不能自制与能自制固然也关涉痛苦,但更多是关涉快感;因为能自制者不因快感的缺失而痛苦。同样,软弱者固然也关涉快感,但更多是关涉痛苦;因为软弱者在即便寻常的欲望缺失时也会感到痛苦,例如若渴望饮普拉姆尼翁酒而不能满足该欲望,软弱者就会极度痛苦甚至厌弃生命。然而对于因无法饮普拉姆尼翁酒而产生的这种痛苦,多数人是能够胜过的。而克制多数人所不能胜过之痛苦的人则被称为坚忍的,正如某人陷入巨大危险却能高尚地忍受而不觉痛苦,反倒克服了因受大试炼而在自身产生的痛苦,并克制了多数人屈服之事。多数人的品质处于中间,即是适度。但由于适度是德性,因此他说,即使是适度,它终究倾向于较差的一方。因为他称多数人的品质为适度,乃是作为软弱者与坚忍者的中间状态。因为多数人固然屈服于坚忍者所能克制的痛苦,却克制了软弱者所屈服的痛苦;反之,多数人固然克制了不能自制者所屈服的快感,却屈服于能自制者所能克制的快感。因此,即使多数人处于不能自制者与能自制者之间,他们终究倾向于较恶的快感。又由于某些快感在某种限度内是必需的(因为进食直到填饱胃肠是必需的,但超出饱足且整日过度进食则不是必需的),而另一些快感,例如乐于受尊崇或致富,则不是必需的,在必需与非必需的快感中,过度与不及都不是必需的。因为完全不享乐是受谴责的,而过度享乐、过度饮酒进食和致富则是多余且非必需的。关于欲望与痛苦的情况也是如此:追求即寻求适意之物的过度者,即过度享乐者,或者在过度程度上[寻求者],即寻求最强烈且巨大的快感与欲望(即性欲)者,或者即使快感微小(例如致富、受尊崇),也选择在其中拥有过度、即过度享乐者,或者出于选择——即带有选择而非无选择地——并且为了快感自身——即就其自身喜爱此类快感而非为了某种其他后果——而寻求这些快感的人,是放荡的。
- 7.0ὥστε ἡ ἀδικία ἐστὶ μὲν ὡς φαυλοτέρα, ἔστι δ’ ὡς † φαῦλον οὔκουν
校勘本中带有剑号(†)的讹误文本。在上下文中,此处承接前文关于“不正义本身作为原因更为卑劣”与“不正义的人作为能动施害者更为卑劣”之间的对比;因此由 ἔστι δ’ ὡς 引出的分句被理解为表示从另一种角度来看,不正义(相比于不正义的人)并非同样卑劣或并非如此。
- 7.0ὁ μὲν διώκων, ἤτοι ἐπιζητῶν, τὰς ὑπερβολὰς τῶν ἡδέων [...] ἀκόλαστόν ἐστιν
破格构文(anacoluthon):具有并列分词的主语为阳性单数(ὁ μὲν διώκων ... ἢ ζητῶν ...),而句尾表语却作中性单数(ἀκόλαστόν ἐστιν)。此处既可理解为非人称或概念性表语(即“属于放荡”),亦可理解为主语指代的人“是放荡的”(相当于 ἀκόλαστός ἐστιν)。
