← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§432.25-434.1

身体快感的分类与节制及野兽性的程度

厄斯特拉齐奥斯依据《尼各马可伦理学》卷七,将身体快感分类为属人的、野兽性的与病态的,并阐释了节制与放荡何以仅关涉属人快感,以及野兽性何以是比恶德更轻之恶的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#18

Μέλλει γὰρ ἰδεῖν τὰς διαφορὰς τῶν σωματικῶν ἡδονῶν καὶ θέλει εἰπεῖν περὶ ποίας ἡδονὰς καταγίνεται ἡ σωφροσύνη ἡ ἀκολασία ἡ καρτερία. τούτων οὖν τῶν σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαὶ καὶ φυσικαὶ ἐν τῷ γένει, ἤτοι τῷ ὑποκειμένῳ, καὶ ἐν τῷ μεγέθει, ἤτοι ἐν τῷ μὴ ὑπερβάλλειν, οἷον ἀνθρωπικὴ ἡδονή ἐστι τὸ ἐσθίειν ἄρτον καὶ γυναικὶ συνδυάζεσθαι, ἀλλ’ εἰ μὴ ὑπὲρ κόρον καὶ ὑπερβολικῶς ἐσθίει, τότε λέγεται ἀνθρωπική, εἰ δ’ ὑπερβολικῶς καὶ ὑπὲρ κόρον, θηριωδία μᾶλλον ἡ ἡδονὴ οὐκ ἀνθρωπική. αἱ δὲ τῶν ἡδονῶν εἰσι θηριώδεις, οἷον τὸ ἐσθίειν κρέατα ἀνθρώπων, αἱ δέ εἰσι τῶν ἡδονῶν διαπηρώσεις.1 ἀπὸ δὲ τούτων τῶν ἡδονῶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία περὶ τὰς πρώτας μόνον ἡδονὰς καταγίνεται, ἤτοι περὶ τὰς ἀνθρωπικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀνθρωπικὰ ἀφροδίσια. διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκόλαστα λέγομεν εἶναι, ἀλλὰ μεταφορικῶς καὶ καθ’ ὁμοιότητα λέγομεν ταὐτὰ καὶ σώφρονα καὶ ἀκόλαστα. καὶ εἴ τινι ὅλως ἕτερον γένος τῶν ζῴων διαφέρει ἑτέρου,2 ἤτοι ἐν ὕβρει ἤτοι ἐν ὀχείᾳ· οἷον οἱ ἵπποι διαφέρουσι τῶν ἄλλων ζῴων ἐν τῷ εἶναι ὀχευτικοὶ μᾶλλον τῶν ἄλλων, ἢ ἐν τῷ εἶναι σινάμωρα, ἤτοι βλαπτικά, ὡς οἱ λέοντες, ὡς οἱ λύκοι, ἢ ἐν τῷ εἶναι παμφάγα. κατὰ γοῦν τὰς διαφορὰς ταύτας, καθ’ ἃς ἀλλήλοις τὰ ζῷα διαφέρουσι, τὰ μὲν λέγομεν ἀκόλαστα ὡς τοὺς ἵππους, τὰ δὲ σώφρονα. εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν τὰ ζῷα οὔτε ἀκόλαστα οὔτε σώφρονα λέγεται· κυρίως καὶ φησίν, ὅτι ὁ μὲν σώφρων προαιρούμενος ποιεῖ τὰ σώφρονα καὶ λογισμὸν ἔχει, ἤτοι καὶ τὸν λόγον ἔχει ἐρρωμένον· ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος προαιρούμενος ἀκολασταίνει, ἔχει δὲ καὶ τὸν λόγον, ἀλλὰ διεφθαρμένον. τὰ δὲ θηρία οὔτε προαίρεσιν ἔχει οὔτε λογισμόν, ἤτοι οὔτε τὸν λόγον, ἀλλ’ ἐξέστηκε τῆς φύσεως. οὐ τοῦτό φησιν, ὅτι ἔξω τῆς φύσεως τοῦ ἀλόγου ἐγένοντο καὶ λογικὴν φύσιν ἔλαβον, ἀλλ’ ὅτι τὰ θηρία ἐοίκασι τοῖς ἐξεστηκόσι τῆς φύσεως, ἤτοι τοῖς μαινομένοις. ὡς γὰρ οἱ μαινόμενοι προαίρεσιν οὐκ ἔχουσιν ἀλλ’ ἀπροαιρέτως δρῶσιν ὃ ἂν δρῶσιν οὔτε λόγον ἔχουσι (τῶν γὰρ μαινομένων καὶ ὁ λογισμὸς καὶ ὁ λόγος διέφθαρται), οὕτω καὶ τὰ θηρία οὔτε λογισμὸν οὔτε προαίρεσιν ἔχουσιν. ἄνευ λογισμοῦ γὰρ καὶ βουλῆς καὶ διανοίας τὰ θηρία εἰσίν. ἡ δὲ θηριότης ἡ ἐν τοῖς θηρίοις οὖσα ἔλαττον κακόν ἐστι τῆς κακίας. φοβερωτέρα δέ ἐστι ἡ θηριότης. Εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς ἡ θηριότης ἔλαττον κακόν ἐστι τῆς κακίας καί φησι, διότι οὐκ ἐν τοῖς θηρίοις ἔνι μὲν τὸ βέλτιστον, ἤτοι ὁ λόγος, διέφθαρται δέ, ἤτοι ἐστὶ διεφθαρμένος, ὡς καὶ ὁ ἄνθρωπος ὁ ἀκόλαστος ἔχει μὲν τὸν λόγον, ἀλλ’ ἔχει αὐτὸν διεφθαρμένον. ἀλλ’ οὐδ’ ὅλως ἔχουσι τὰ θηρία λόγον ἀλλὰ πάντα διέφθαρται. εἶτα φησίν, ὅτι οὐδὲ δεῖ συγκρίνειν ὅλως τὴν θηριότητα πρὸς τὴν κακίαν, ὡς οὐδὲ τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον· ἀσύμβλητα γάρ εἰσι ταῦτα. εἰ γάρ τις θηριότητα πρὸς τὴν κακίαν συμβάλλει, ταὐτὸν καὶ ὅμοιόν ἐστι καὶ εἰ ἔμψυχον συγκρίνει πρὸς ἄψυχον, πότερον, ἤτοι ποῖόν ἐστι, κάκιον, ἡ δικαιοσύνη, ἄψυχος οὖσα καὶ ἕξις, ἢ ὁ δίκαιος ἔμψυχος ὤν. δείκνυσιν ὅτι ἡ τῶν θηρίων φαυλότης, ἤτοι θηριότης τῶν θηρίων, τῶν μὴ ἐχόντων ἀρχήν, ἤτοι νοῦν (ὁ γὰρ νοῦς ἀρχὴ πάντων) ἀσινεστέρα ἐστὶ τῆς κακίας τῶν ἀνθρώπων τῷ λόγῳ καὶ νοῒ διοικουμένων. ὁ μὲν γὰρ ἄνθρωπος μετὰ σκέψεως καὶ βουλῆς ἐπιχειρεῖ βλάψαι τινά, τὸ δὲ θηρίον ἀπερισκέπτως πρὸς βλάβην ἐπιχειρεῖ, καὶ διὰ τοῦτο ἀβλαβέστερόν ἐστι. τὸ συγκρίνειν οὖν θηριότητα πρὸς κακίαν παραπλήσιόν ἐστιν, εἴ τις συγκρίνει ἄψυχον, ἤτοι ἀδικίαν, πρὸς ἔμψυχον, ἤτοι ἄδικον. ἡ γὰρ σύγκρισις ὁμοίων ὀφείλει εἶναι, ἕξεως πρὸς ἕξιν, καὶ ἑκτοῦ πρὸς ἑκτόν. οὐ γάρ τις νοῦν ἔχων τὴν ἕξιν ἄψυχον οὖσαν συγκρίνοι πρὸς τὸ ἑκτὸν ἔμψυχον ὄν. ἐμψύχου σύγκρισις πρὸς ἔμψυχον ὀφείλει εἶναι καὶ ἀψύχου πρὸς ἄψυχον. ἔστι γὰρ ὡς ἑκάτερον, ἤτοι ἡ ἀδικία καὶ ὁ ἄδικος, κάκιον ἑκατέρου, ἤτοι ἀλλήλων·3 ἐπεὶ οὖν ὁ ἄδικος βλαπτικός ἐστι καὶ κακὸς διὰ τὸ μετέχειν τῆς ἀδικίας, πολλῷ μᾶλλον ἐστι κακιώτερον, ἤτοι φαυλότερον, ἡ ἀδικία. εἰ γὰρ τὸ προσεγγίζον τῷ πυρὶ θερμαίνεται, πολλῷ μᾶλλον ἔσται τὸ πῦρ θερμότερον.

因为他将要审视身体快感的差异,并意图说明节制、放荡和坚忍是关涉何种快感的。因此,在这些身体快感中,有些在属上——即在作为底层的事物上——以及在量上——即在不超过限度上——是属人的且自然的,例如吃面包和与妇人交合是属人的快感;但如果不是超出饱足且不是过度地吃,那时就被称为属人的,而如果是过度且超出饱足,这种快感就更是野兽性的而非属人的。而在快感中另一些则是野兽性的,例如吃人肉,还有一些快感则是病态残疾。而在这些快感中,节制与放荡仅关涉第一类快感,即属人的快感,也就是属人的性事。因此,我们说野兽既非节制的亦非放荡的,而只是转义地且凭相似性称它们既是节制的又是放荡的。并且,如果某一属的动物在某一方面完全不同于另一属,即在凶暴上或在交配欲上[也是如此说的];例如马不同于其他动物在于比其他动物更喜交配,或者像狮子、狼那样在于凶狠即具伤害性,或者在于杂食无度。无论如何,根据动物彼此相异的这些差异,我们称某些动物是放荡的,如马,而称另一些是节制的。随后他也说明了为何动物在严格意义上既不被称为放荡亦不被称为节制的原因;他说,节制者出于选择而行节制之事并具有推虑,即也具有强健的理性;同样,放荡者出于选择而行放荡之事,他也具有理性,然而却是败坏了的。而野兽既没有选择也没有推虑,即没有理性,而是脱离了本性。他这样说,并不是说它们走到了无理性本性之外并获得了理性本性,而是说野兽类似于那些脱离了本性的人,即疯人。因为正如疯人没有选择,而是无选择地做出他们所做的任何事,也不具有理性(因为在疯人身上推虑与理性都败坏了),同样野兽也既没有推虑也没有选择。因为野兽是在没有推虑、谋划与思想的情况下存在的。而在野兽之中的野兽性乃是比恶德更轻的恶;但野兽性更为可怕。随后他也说明了野兽性何以是比恶德更轻之恶的原因,并说道,这是因为在野兽之中最好的部分——即理性——并不是存在着却败坏了,即处于败坏的状态(正如放荡的人固然具有理性,却是具有败坏了的理性)。相反,野兽根本不具有理性,而是全然败坏的。随后他说,根本不应当将野兽性与恶德相比,正如不能将无灵魂之物与有灵魂之物相比一样;因为这些是不可比的。因为如果某人将野兽性与恶德相比,这如同把有灵魂之物与无灵魂之物相比是一样且相似的,[即问]哪一个、亦即何种事物更恶:是作为无灵魂之物与品质的正义,还是作为有灵魂之物的正义之人。他表明,缺乏始基即理智(因为理智是万物的始基)之野兽的低劣性、即野兽的野兽性,比起由理性与理智治理之人的恶德是更无害的。因为人是在思虑与谋划之下企图伤害某人,而野兽则是不假思索地企图造成伤害,并因此更为无害。所以,将野兽性与恶德相比,就类似于某人把无灵魂之物(即不正义)与有灵魂之物(即不正义之人)相比。因为比较应当在同类事物之间进行,品质对品质,拥有者对拥有者。因为任何有理智的人都不会把作为无灵魂之物的品质与作为有灵魂之物的拥有者相比。有灵魂之物的比较应当针对有灵魂之物,而无灵魂之物的比较应当针对无灵魂之物。因为在某种意义上,二者中的每一方——即不正义与不正义之人——都比对方更恶,即互为更恶;因此,既然不正义之人是由于分有不正义才成为有害且邪恶的,那么不正义就远远更恶、即更为卑劣的。因为如果接近火之物变热,火本身就远远更为炽热。

语法注3 条
  1. 7.0αἱ δέ εἰσι τῶν ἡδονῶν διαπηρώσεις

    名词 διαπήρωσις(残障、残疾状态)作表语。在文脉中对应于亚里士多德本文中的病态快感(νοσηματώδεις),带有部分属格 τῶν ἡδονῶν,表示倒装表语结构:“在快感中另一些则是病态残疾”。

  2. 7.0καὶ εἴ τινι ὅλως ἕτερον γένος τῶν ζῴων διαφέρει ἑτέρου

    紧接着前句野兽只是凭借隐喻而被称为节制或放荡(μεταφορικῶς... λέγομεν),由 καί 引出的省略句。省略了主句谓语(λέγομεν),骨架为:“并且,如果某一属的动物在某一方面(τινι)完全不同于另一属,[也是如此称谓的]”。

  3. 7.0ἔστι γὰρ ὡς ἑκάτερον, ἤτοι ἡ ἀδικία καὶ ὁ ἄδικος, κάκιον ἑκατέρου, ἤτοι ἀλλήλων

    由 ἔστιν ὡς(“在某种意义上是……”)引导,以 ἑκάτερον(“二者中的每一方”)为主语,后接比较级 κάκιον 和比较属格 ἑκατέρου(注解者随之释为 ἀλλήλων,即“互为/比起对方”),表达依视角的差异,不正义与不正义之人各自都可以说比对方更恶的相对比较结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:432.25-434.1