- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:431.2-432.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《尼各马可伦理学》卷七,注解者展开了三个论证以表明欲望的不自制比怒气的不自制更为恶劣(对比了自然性与可原谅性、隐蔽图谋与公开性、痛苦与快乐),并过渡至对身体快感差异的讨论。
ἡ δὲ ἐπιθυμία οὐκ ἔστι φυσική. ἔτι ταῖς φυσικαῖς ὀρέξεσι συγγνώμη ἀκολουθεῖ, ἐπεὶ καὶ ταῖς ἐπιθυμίαις ταῖς τοιούταις μᾶλλον ὅσαι εἰσὶ κοιναί, ἤτοι τὸ ἐσθίειν τὸν πεινῶντα καὶ εἰ διψᾷ τις καὶ ἐπιθυμεῖ πιεῖν· αἱ τοιαῦται γὰρ ἐπιθυμίαι κοιναὶ πᾶσι τοῖς ἀνθρώποις καὶ φυσικαί. πᾶς γὰρ ἄνθρωπος πεινῶν ἐπιθυμεῖ φαγεῖν καὶ διψῶν ἐπιθυμεῖ πιεῖν. καὶ ἐφ’ ὅσον κοιναί,1 ἤτοι τὸ μὴ ὑπὲρ κόρον ἐπιθυμεῖν δι’ ὅλης τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν. ἡ γὰρ τοιαύτη ἐπιθυμία ἡ ὑπερβολική, ἤτοι ἡ ὑπὲρ κόρον ψεκτή ἐστιν, οὐ συγγνωμονική. ταῖς τοιαύταις οὖν ἐπιθυμίαις κοιναῖς ταῖς μὴ καθ’ ὑπερβολὴν ἐπακολουθεῖ συγγνώμη. εἰ γάρ τις ἴδῃ τινὰ πεινῶντα ζητοῦντα φαγεῖν καὶ ὀργιζόμενον διὰ τοῦτο, οὐκ ἂν αὐτὸν ψέξει, ἀλλὰ συγγνωμονήσει. οἶδε γὰρ ἀκριβῶς, ὡς ἡ φύσις αὐτὸν καταναγκάζει φαγεῖν, ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικωτέρα ἐστὶ τῶν ἐπιθυμιῶν τῶν καθ’ ὑπερβολὴν καὶ τῶν μὴ ἀναγκαίων, ἤτοι τῆς ἐπιθυμίας τῶν χρημάτων καὶ νίκης, οἷον εἴ τις ἐπιθυμεῖ ὑπερβολικῶς κερδαίνειν ἢ νικᾶν. οἷόν τις ἔτυψε τὸν ἑαυτοῦ πατέρα, ἑλκόμενος δὲ εἰς τὸ δικαστήριον ἔλεγε “καὶ οὗτος ὁ ἐμὸς πατὴρ τὸν ἑαυτοῦ πατέρα ἔτυψε καὶ ὁ πατὴρ τοῦ πατρός μου τὸν ἑαυτοῦ πατέρα καὶ οὗτος ὁ ἐμὸς υἱὸς ἐμὲ τύψει, ὅταν ἀνδρωθῇ. συγγενὴς γὰρ ἡμῖν ὁ θυμός.” ταῦτα δὲ ἔλεγε, δεικνύων ὅτι ὁ θυμὸς αὐτοῖς φυσικῶς ἕπεται καὶ κατὰ διαδοχὴν τοῦ γένους καὶ διὰ τοῦτο ζητῶν συγγνώμην. καὶ πάλιν εἵλκετό τις ὑπὸ τοῦ υἱοῦ κατὰ βίαν, εἶτα καταντήσας πρὸς τὰς θύρας ἐκέλευσε τὸν ἑαυτοῦ υἱὸν παύεσθαι, ὅταν πρὸς ταῖς θύραις ἐγγίσῃ, ἐπεὶ καὶ ἐγὼ τὸν ἐμὸν πατέρα ἑλκύσας ἐνταῦθα, ἤτοι ἐπὶ τῶν θυρῶν τοῦ δικαστηρίου γενόμενος, αὐτὸν ἀπέλυσα. Τρίτον ἐπιχείρημα, ὅτι ἀδικώτεροί εἰσιν οἱ ἐπίβουλοι. ὁ μὲν θυμώδης οὐκ ἐπίβουλός ἐστιν, οὐδὲ ὁ θυμὸς ἐπίβουλός ἐστιν, ἤτοι λάθρα χωρῶν κατὰ τοῦ ἀδικήσαντος, ἀλλὰ φανερός ἐστιν. φανερῶς γὰρ χωρεῖ κατ’ αὐτοῦ. ἡ δ’ ἐπιθυμία ἐπίβουλός ἐστιν. λάθρα γὰρ καὶ μετὰ δόλου ἐπεισβάλλει τῷ ὀρεκτῷ. εἰ γάρ τις ἐπιθυμεῖ συνδυασθῆναι κόρῃ τινί, οὐ φανερῶς καὶ εὐθὺς αὐτὴν μοιχεύει, ἀλλὰ βουλεύεται πῶς ἂν μοιχεύσῃ αὐτὴν λάθρα, καὶ οὐκ ἄν τις νοήσῃ αὐτόν, ὡς καὶ Ὅμηρος τὴν Ἀφροδίτην δολοπλόκον ὀνομάζει. ἡ γὰρ Ἀφροδίτη ἐπιθυμία ἐστίν, ἡ δ’ ἐπιθυμία οὐ φανερῶς ἐπεισέρχεται τῷ ὀρεκτῷ, ἀλλὰ μετὰ δόλου καὶ λάθρα, καὶ ὁ κεστὸς ἱμὰς πάρφασις, ἤτοι ἀπάτη ἐστίν, ἥτις ἔκλεψε καὶ τὸν νοῦν τῶν φρονίμων. καὶ ἐνταῦθα γὰρ κλοπὴν εἰπὼν τὴν λαθραίαν ἀπάτην ἐδήλωσεν, ὥστ’ ἐπεὶ ὁ θυμὸς οὐκ ἔστιν ἐπίβουλος, ἡ δ’ ἐπιθυμία ἐπίβουλός ἐστιν, οἱ δ’ ἐπίβουλοι εἰσίν, ἤτοι οἱ λάθρα βλάπτοντες καὶ κρύφα, ἀδικώτεροι τοῦ φανερῶς βλάπτοντος. ἴσως γάρ τις ἐκφύγῃ τὸν ἐπιχειροῦντα βλάψαι αὐτὸν φανερῶς. λοιπὸν ἄρα καὶ ἡ ἀκρασία τῆς ἐπιθυμίας ἀδικωτέρα καὶ αἰσχίων ἐστὶ τῆς ἀκρασίας τῆς ἐπὶ τὸν θυμόν, καὶ ἔστιν ἡ ἀκρασία τῆς ἐπιθυμίας ἁπλῶς ἀκρασία καὶ κακία πως. προσέθηκε δὲ τὸ πως, ἵνα δείξῃ, ὅτι ὅσον πρὸς τὴν ἀκρασίαν τὴν περὶ τὸν θυμόν ἐστιν ἡ ἀκρασία τῆς ἐπιθυμίας ἁπλῶς ἀκρασία καὶ κακία καὶ αἰσχροτέρα καὶ ἀδικωτέρα ὑπάρχουσα, ὅσον δὲ πρὸς τὴν ἁπλῶς ἀκρασίαν καὶ κακίαν συγκρινομένη, ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρασία μερική ἐστι καὶ καθ’ ὁμοιότητα λεγομένη οὐδὲ ἁπλῶς κακία ἐστίν. αὕτη 〈γὰρ〉 ἡ περὶ ἐπιθυμίαν ἀκρασία, ἀλλὰ μερικὴ καὶ τῇ κακίᾳ τῇ ἁπλῶς ἐγγίζουσα. ὕβριν ἐνταῦθα τὴν μοιχείαν νοητέον. Τέταρτον ἐπιχείρημα. ἔτι οὐδεὶς ὑβρίζει, ἤτοι μοιχεύει, λυπούμενος. πᾶς γὰρ ὁ μετὰ θυμοῦ καὶ ὀργῆς τι ποιῶν, λυπούμενος ποιεῖ. ἡ γὰρ ὀργὴ ὄρεξις ἀντιλυπήσεώς ἐστιν, ὁ δ’ ὑβρίζων, ἤτοι μοιχεύων, μεθ’ ἡδονῆς μοιχεύει διὰ τὸ ἐπιθυμεῖν αὐτῆς. εἰ οὖν ταῦτά εἰσιν ἀδικώτερα τὰ πάθη, οἷς δέον μᾶλλον ὀργίζεσθαι,2 λοιπὸν ἄρα καὶ ἡ δι’ ἐπιθυμίαν ἀκρασία ἀδικωτέρα ἐστίν. εἰ γάρ τινα ἴδωμεν ἀκρατευόμενον δι’ ἐπιθυμίαν ὑπερβολικὴν χρημάτων καὶ κέρδους καὶ ἀφροδισίων, μᾶλλον ὀργιζόμεθα κατ’ αὐτοῦ καὶ φερόμεθα παρὸ εἰ ἴδωμέν τινα ὑπερβολικῶς θυμούμενον·3 θυμοῦται γὰρ διὰ τὸ ἀδικηθῆναι· οὐ γάρ ἐστιν ὕβρις ἤτοι μοιχεία καὶ συνδυασμὸς ἐν θυμῷ, ἤτοι μετὰ θυμοῦ γενόμενος· καὶ ὅτι ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονὰς καταγίνεται. Αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἡδονῶν τὰς διαφορὰς δεῖ λαβεῖν.
另一方面,欲望则不是自然的。此外,原谅伴随着自然的欲求,既然原谅也更伴随着这类欲望,即那些共同的欲望,即饥饿者吃以及某人渴了并渴望喝;因为这样的欲望对所有人都是共同且自然的。因为每一个饥饿的人都渴望吃,渴了的人都渴望喝。而在它们是共同的限度内[原谅伴随之],即不渴望整天超出饱足地吃喝。因为这种过度的、即超出饱足的欲望是应受谴责的,而不是可原谅的。因此,原谅伴随着这些不过度的共同欲望。因为如果某人看见一个饥饿的人寻求食物并为此发怒,他不会谴责他,而是会原谅他;因为他确切知道,乃是本性强迫他去吃。但怒气和严厉比起过度的以及非必然的欲望——即对财富和胜利的欲望,例如某人过度渴望获利或获胜——更加自然。这正如某人殴打了自己的父亲,在被拉去法庭时说道:“我这父亲也殴打了他自己的父亲,我父亲的父亲也殴打了他自己的父亲,而我的这个儿子在成年时也将殴打我;因为怒气在我们身上是与生俱来的。”他说这些话,表明怒气自然地且依照家族世系伴随着他们,并为此寻求原谅。又如某人被儿子强行拖拉,接着在到达门口时,他命令自己的儿子在临近门时停下来:“因为我也曾把我的父亲拉到这里,即到了法庭门口时便放了他。”第三个论证是:图谋不轨者更为不正义。易怒者不是图谋不轨者,怒气也不是图谋不轨的,即并非暗中攻击行不义者,而是公开的;因为它是公然攻击他的。但欲望则是图谋不轨的;因为它暗中且带着诡计袭向所欲求之物。因为如果某人渴望与某个少女交合,他不会公然且立即与她通奸,而是谋划如何能够暗中与她通奸且不被人发觉,正如荷马也将阿佛洛狄忒称为“织谋者”。因为阿佛洛狄忒就是欲望,而欲望不是公然进入所欲求之物,而是带着诡计暗中进入;绣带乃是“诱说”,即甚至偷走了聪明人之理智的欺骗。因为在这里也一样,他说“偷窃”便指明了暗中的欺骗。因此,既然怒气不是图谋不轨的,而欲望是图谋不轨的,并且图谋不轨者——即暗中且隐蔽地加害他人者——比起公然加害者更为不正义(因为人们或许能够避开公然企图加害自己的人),所以欲望的不自制也比怒气上的不自制更为不正义且更为可耻,并且欲望的不自制单纯是不自制,并在某种意义上是恶德。他添加了“在某种意义上”,是为了表明就相对于关于怒气的不自制而言,欲望的不自制乃是单纯的不自制与恶德,显得既更可耻又更不正义;但就与单纯的不自制与恶德本身相比而言,关涉欲望的不自制乃是部分的且凭借相似性而言的,它甚至不是单纯的恶德。因为这种关涉欲望的不自制乃是部分的,且只是接近单纯的恶德。在此“凌辱”应当理解为通奸。第四个论证:此外,没有任何人在感到痛苦时施加凌辱,即通奸。因为凡带着怒气与愤懑行事者,皆是在感到痛苦时行事的;因为愤怒乃是施加报复性痛苦的欲求,而凌辱者、即通奸者,乃是带着快感、由于渴望它而通奸的。因此,如果那些更理应令人感到愤怒的情态是更为不正义的,那么欲望所致的不自制也就是更为不正义的。因为如果我们看到某人由于对财富、利益和性事的过度欲望而不自制,我们比起看到某人过度发怒时更会对他发怒和愤慨;因为发怒者乃是由于遭受了不义而发怒的。因为凌辱、即通奸与交合并不在怒气之中,即并不是伴随着怒气产生的。而且,自制与不自制关涉于身体的快感,即关涉于触觉中的快感。我们必须把握这些身体快感本身的差异。
- 7.0καὶ ἐφ’ ὅσον κοιναί
承接前文“原谅伴随着自然的欲求”(ταῖς φυσικαῖς ὀρέξεσι συγγνώμη ἀκολουθεῖ)而省略了主句的关系从句。“在它们是共同的限度内[原谅伴随之]”,紧随其后的 ἤτοι τὸ μὴ ὑπὲρ κόρον... 具体阐明了该限度的内涵。
- 7.0οἷς δέον μᾶλλον ὀργίζεσθαι
与格关系代名词 οἷς 用作 ὀργίζεσθαι(对……发怒)的宾语,修饰先行词 ταῦτα τὰ πάθη。分词 δέον 是无人称动词 δεῖ 的中性分词形式,在此作为表语性或绝对宾格结构使用,修饰那些“更理应为之发怒的[情态]”。
- 7.0παρὸ εἰ ἴδωμέν τινα ὑπερβολικῶς θυμούμενον
短语 παρʼ ὃ εἰ... 是表达比较的惯用连词结构,意为“比起在……情况下[更为……]”。介词 παρά 连同关系代名词 ὅ 引出比较基准,并统辖条件从句 εἰ ἴδωμεν。
