← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§429.15-431.2

兽性快感的自制与怒气不自制的性质

厄斯特拉提奥斯指出,针对兽性或病态快感的自制与不自制只能带有附加地言说,而严格意义上的不自制仅关涉触觉快感;接着他通过怒气部分听从理性以及怒气具有自然遗传性等论据,论证了怒气的不自制不如欲望的不自制恶劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#16

τούτων δὲ τῶν θηριωδῶν μὲν κακιῶν συμβαίνει μὲν ἔχειν τινάς, μὴ κρατεῖσθαι δέ,1 ἤτοι μὴ ἡττᾶσθαι δὲ ὑπ’ αὐτῶν ἀλλὰ κρατεῖν, οἷον εἰ ὁ Φάλαρις κατεῖχε παιδίον, ἐπιθυμῶν φαγεῖν αὐτό, ἢ πρὸς ἀφροδισίων ἄτοπον, ἤτοι ἢ ἐπιθυμῶν συνουσιασθῆναι αὐτῷ, κρατήσει δὲ τῆς ἐπιθυμίας καὶ μὴ ἡττηθῇ, οὗτος ἐγκρατὴς ῥηθῇ, οὐκ ἄνευ προσθήκης ἀλλὰ μετὰ προσθήκης ἐγκρατὴς θηριώδης, ἤτοι διὰ τὸ κρατεῖν θηριωδῶν κακιῶν. ἔστι δὲ πολλάκις καὶ κρατεῖσθαι, ἤτοι ἡττᾶσθαι ὑπὸ τῶν θηριωδῶν ἐπιθυμιῶν τὸν ἔχοντα ταύτας καὶ μὴ μόνον ἔχειν, ἤτοι κρατεῖν, ὃς καὶ ῥηθῇ ἀκρατὴς μετὰ προσθήκης, ἤτοι ἀκρατὴς θηριωδίας, ἤτοι διὰ τὸ ἡττᾶσθαι ὑπὸ θηριωδῶν ἐπιθυμιῶν. ὥσπερ οὖν ἡ μοχθηρία, ἤτοι ἡ ἀκολασία, ἡ μὲν κατ’ ἄνθρωπον, ἤτοι ἡ καταγινομένη περὶ τὰς ἀνθρωπικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια τὰ ἀνθρώποις ἀνήκοντα, ἤτοι τὸ μετὰ γυναικὸς συνουσιάζειν, ἁπλῶς μοχθηρία, ἤτοι ἀκολασία ῥηθῇ ἄνευ προσθήκης, ἡ δὲ καταγινομένη περὶ τὰ ἀφροδίσια τὰ μὴ ἀνθρώποις ἀνήκοντα, ἀλλὰ θηρίοις, οἷον τὸ μετὰ ἀρρένων συνουσιάζειν, λέγεται μοχθηρία, ἤτοι ἀκολασία μετὰ προσθήκης, ἀκολασία θηριώδης ἢ ἀκολασία νοσηματώδης. ἁπλῶς δέ, ἤτοι χωρὶς δὲ προσθήκης, οὐ ῥηθῇ ἀκόλαστος μόνον. οὕτως οὖν καὶ ἀκρασία, ἡ μὲν ἡ μετὰ προσθήκης, ἤτοι ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης. ἀκρατὴς γὰρ νοσηματώδης ἐστὶν ὁ ἡττώμενος ὑπὸ τῶν θηριωδῶν ἐπιθυμιῶν διά τινα νόσον. οἱ γὰρ νεφρῖτιν νόσον νοσοῦντες ἐπιθυμοῦσιν ὑπερβολικῶς συνουσιάζειν, ἐκ τούτων γὰρ ὠφελοῦνται. ἁπλῶς δέ, ἤτοι ἄνευ προσθήκης ἀκρασία μόνη λέγεται, ἢ καὶ κυρίως ἀκρασία ἐστίν, ἡ κατὰ τὴν ἀνθρωπικὴν ἀκολασίαν, ἤτοι ἢ καταγίνεται περὶ τὰ ἀφροδίσια τὰ ἀνθρώποις ἀνήκοντα, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, περὶ ἃς καὶ ἡ ἀκολασία καὶ ἡ σωφροσύνη καταγίνεται. καὶ ὅτι ἔστιν ἄλλο εἶδος ἀκρασίας καταγινόμενον περὶ τὰ ἄλλα, ἤτοι περὶ θυμοὺς καὶ χρήματα καὶ περὶ τὰς θηριώδεις ἡδονάς, ἢ οὐχ ἁπλῶς, ἤτοι οὐ κυρίως καὶ ἄνευ προσθήκης ἀκρασία λέγεται, ἀλλὰ μεταφορικῶς καὶ καθ’ ὁμοιότητά τινα καὶ μετὰ προσθήκης. Μέλλει δεῖξαι ὅτι ἡ ἀκρασία ἡ τοῦ θυμοῦ, ἧττον κακόν ἐστι τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, δι’ ἐπιχειρημάτων πολλῶν. ἓν μέν, ὅτι ὁ θυμὸς ἔοικε τῷ ἀκούοντι μὲν τοῦ λόγου, ἀλλ’ οὐκ ἀκριβῶς, ἀλλὰ παρακούοντι. ὥσπερ καὶ οἱ ὀξεῖς ὑπηρέται, οἳ πρὸ τοῦ ἐκπληρῶσαι τοῦ δεσπότου τὸν λόγον, ὃν μέλλει εἰπεῖν, ἤτοι τὸ πρόσταγμα, ὃ μέλλει κελεῦσαι, εὐθὺς ἐκθέουσιν, ἵνα τὸ προσταχθὲν ποιήσωσιν, εἶτα ἁμαρτάνουσι τῆς πράξεως, ἤτοι εἶτα οὐ καλῶς τὸ προσταχθὲν ἐνεργοῦσι διὰ τὸ μὴ ἐξ ὁλοκλήρου ἀκοῦσαι, ὅπερ ὁ δεσπότης αὐτοῖς προσέταξεν, ἀλλὰ παρακοῦσαι. καὶ οἱ κύνες ὑλακτοῦσιν, εἰ κτύπον τινὰ ἀκούσωσι, μὴ νοήσαντες 〈πρῶτον〉, εἰ ὁ προσιὼν φίλος ἢ εἴτε ἐχθρός. οὕτω καὶ ὁ θυμὸς ἀκούσας μὲν ἀπὸ τοῦ λόγου, ὅτι ὁ δεῖνα ἐμοίχευσεν, οὐκ ἀκοῦσαι δὲ ἐμμείνας τὸ πρόσταγμα, εἴτε δεῖ τιμωρῆσαι αὐτὸν εἴτε μή, ὁρμᾷ πρὸς τὸ τιμωρῆσαι αὐτὸν διὰ τὸ θερμὸν τῆς φύσεως. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία, ἤτοι ἡ διάνοια αὐτοῦ, ἐδήλωσε τῷ θυμῷ, ὅτι τὸ πραχθὲν ὕβρις, ἤτοι μοιχεία ἦν, ἢ ὀλιγωρία, ἤτοι καταφρόνησις, οὗτος δὲ μὴ ἐμμείνας ἀκοῦσαι, εἰ δεῖ καὶ τιμωρῆσαι αὐτὸν τὸν μοιχεύσαντα, ὥσπερ συλλογισάμενος ὅτι ὁ δεῖνα ἐμοίχευσε. τῷ δὲ τοιούτῳ, ἤτοι τῷ μοιχεύσαντι δεῖ πολεμεῖν,2 ἤτοι τιμωρεῖν δεῖ τὸν μοιχεύσαντα ἢ τὸν καταφρονήσαντα εὐθὺς χαλεπαίνει καὶ ὁρμᾷ πρὸς τιμωρίαν. ἡ δ’ ἐπιθυμία ὁρμᾷ εὐθὺς πρὸς ἀπόλαυσιν τοῦ ὀρεκτοῦ, εἰ μόνον εἴπῃ ὁ λόγος ὁ διεφθαρμένος ἢ ἡ αἴσθησις, ὅτι τόδε ἡδύ ἐστιν, ὥστε ἐπεὶ ὁ θυμὸς ἀκολουθεῖ τῷ λόγῳ τῷ ὀρθῷ. εἶπε δὲ τὸ πώς,3 ἵνα δείξῃ, ὅτι πῇ μὲν ἀκούει αὐτοῦ, πῇ δὲ παρακούει διὰ τὴν ἄγαν ὀξύτητα μὴ ἐμμένων ἐξ ὁλοκλήρου ἀκοῦσαι τὸ πρόσταγμα, ἡ δ’ ἐπιθυμία τῷ ὀρθῷ οὐδ’ ὅλως ἀκολουθεῖ, ἀλλὰ τῷ διεφθαρμένῳ, λοιπὸν ἄρα αἰσχίων ἐστὶ μᾶλλον ὁ ἐπιθυμίας ἀκρατὴς ἢ ὁ ἀκρατὴς θυμοῦ, διότι ὁ μὲν θυμοῦ ἀκρατὴς ἡττᾶται ὑπὸ τοῦ λόγου πως. προσέθηκε δὲ τὸ πως, ἵνα δείξῃ, ὡς οὐκ ἐξ ὁλοκλήρου ἡττᾶται 〈ἀλλὰ κατά τι, ὅς, ἤτοι ὁ ἀκρατὴς ἐπιθυμίας, ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται〉, ἑλκούσης αὐτὸν οὐχ ὑπὸ τοῦ λόγου. Ἕτερον ἐπιχείρημα δεικνύον, ὅτι ὁ θυμός ἐστι φυσικός, ὅτι δέ ἐστι φυσικὸς δῆλον, διότι καὶ κατὰ γενεὰς ἐπακολουθεῖ. εἰ γὰρ ὁ ἐμὸς πατὴρ θυμώδης, καὶ ἐγὼ θυμώδης ἔσομαι καὶ ὁ ἐμὸς υἱὸς καὶ τοῦ ἐμοῦ υἱοῦ ὁ υἱὸς καὶ δι’ ὅλης διέλθοι τῆς γενεᾶς τὸ φυσικὸν τοῦτο πάθος, ἤτοι ὁ θυμός.

在这些兽性的恶德中,有时有些人拥有它们,但并未被其压制,即并未被它们击败而是压制了它们;正如如果法拉里斯掌握着小孩,渴望吃掉它,或者为了反常的性事、即渴望与他发生关系,却克制了欲望而未被击败,这个人就会被称作自制者,但并非毫无附加地,而是带有附加地称作“兽性的自制者”,即由于压制了兽性的恶德之故。但往往也可能发生拥有这些兽性欲望的人被压制、即被它们击败的情况,而不仅仅是拥有它们、即压制它们;这个人也会被带有附加地称为不自制者,即“在兽性上是不自制的”,也就是由于被兽性欲望击败之故。因此,正如恶德、即放纵,依照人类之标准的、即关涉于人类快感的恶德——也就是关涉于属于人类的性事、即与女子交媾——会被单纯且毫无附加地称为恶德、即放纵;而关涉于不属于人类、却属于野兽的性事(例如与男子交媾)的恶德,则被带有附加地称为恶德、即放纵,称为“兽性的放纵”或“病态的放纵”。但单纯地、即毫无附加地,它不会仅仅被称为放纵。由此,对于不自制也是如此:一种是带有附加的,即“兽性的不自制”或“病态的不自制”。因为病态的不自制者是由于某种疾病而被兽性欲望击败的人;因为患肾病的人极度渴望交媾,因为他们能从中获得缓解。而单纯地、即毫无附加地仅仅被称为不自制、亦即严格意义上的不自制,乃是依照人类之放纵的,即关涉于属于人类的性事、也就是触觉中的快感,而放纵与节制皆关涉于此。此外,还存在关涉于其他事物、即关涉于怒气、财富以及兽性快感的另一类不自制,它不被称为单纯的、即严格意义上且毫无附加的不自制,而是借喻地、凭借某种相似性且带有附加地被称为不自制。 他意图通过许多论证来表明,怒气的不自制不如欲望的不自制那么恶劣。其一是因为,怒气类似于倾听理性、但听得不准确而是听岔了的人。正如那些手脚过快的仆人,在主人说完将要说的话、即下达将要吩咐的命令之前,便立刻跑出去执行所吩咐的事,接着便在行动中犯错,即未能妥善地实施所吩咐的事,因为他们没有完整地倾听主人向他们吩咐的内容,而是听岔了。狗也是如此,一听到声响就吠叫,并未先弄清楚走近的是朋友还是敌人。同样,怒气也是从理性那里听到了“某某人通奸了”,却并未等待着去听取是否应当惩罚他这一命令,便由于其本性的炎热而猛冲去惩罚他。因为理性或表象、即他的思辨向怒气表明了所做的事乃是侮辱(即通奸)或是轻蔑(即蔑视),但它并未等待着去听取是否也应当惩罚通奸者本人,而是仿佛推理出“某某人通奸了;而对于这样的人、即通奸者应当开战”,也就是说应当惩罚通奸者或蔑视者,便立即发怒并猛冲去报复。相反,欲望只要败坏的理性或感觉说到“这是愉悦的”,便立刻猛冲去享受所欲求之物。因此,既然怒气追随着正确的理性——他之所以说“在某种意义上”,是为了表明它由于过度敏锐而没有等待着完整倾听命令,在一方面听到了、在另一方面却听岔了——而欲望则根本不追随正确的理性、反而追随败坏的理性,所以最终欲望的不自制者比怒气的不自制者更为可耻,因为怒气的不自制者在某种意义上是被理性击败的。他添加了“在某种意义上”,是为了表明他并非完全被击败,而是在某个方面被击败,而欲望的不自制者则是被拉扯着他的欲望所击败,并非被理性所击败。另一个论证表明怒气是自然的。而它是自然的是显而易见的,因为它甚至世代相传;因为如果我的父亲易怒,我也将是易怒的,我的儿子以及我儿子的儿子也将如此,而且这种自然的情态、即怒气可能贯穿于整个世代。

语法注3 条
  1. 7.0τούτων δὲ τῶν θηριωδῶν μὲν κακιῶν συμβαίνει μὲν ἔχειν τινάς, μὴ κρατεῖσθαι δέ

    由非人称动词 συμβαίνει 支配的“宾格加不定式”结构。τινάς 充当不定式 ἔχειν 及随后的 μὴ κρατεῖσθαι 的逻辑主语(宾格主语),前置的属格 τούτων... τῶν θηριωδῶν... κακιῶν 则是 ἔχειν 的宾语。

  2. 7.0ὥσπερ συλλογισάμενος ὅτι ὁ δεῖνα ἐμοίχευσε. τῷ δὲ τοιούτῳ, ἤτοι τῷ μοιχεύσαντι δεῖ πολεμεῖν

    主格分词 συλλογισάμενος 与前述主语 ὁ θυμός 一致。文本中虽以句号断开,但在句法上,συλλογισάμενος 统摄了小前提(ὅτι ὁ δεῖνα ἐμοίχευσε)与大前提(τῷ δὲ τοιούτῳ... δεῖ πολεμεῖν),随后连接到主要动词 χαλεπαίνει καὶ ὁρμᾷ。

  3. 7.0εἶπε δὲ τὸ πώς

    中性单数宾格定冠词 τὸ 置于副词 πώς 之前将其名词化,指“‘在某种意义上’这一用词”。这是注解者直接引述并解释亚里士多德本文的遣词用字之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:429.15-431.2