← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§42.1-42.32

真理优先与对善之理念驳斥的开端

注解者阐释了亚里士多德在审慎措辞中为求真理而反驳师长柏拉图的理念论的态度与虔敬的意义,并解释了反驳理念论的开端:基于在具有先后次序的事物序列(如数)中并不设立理念这一前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Δόξειε δ’ ἂν ἴσως βέλτιον." Μετ’ εὐλαβείας ἀντεπιχειρεῖ τῷ Πλάτωνι. οὐ γὰρ εἶπεν ‘ἔστι δὲ βέλτιον’, ἀλλὰ δόξειε· προσέθηκε δὲ καὶ τὸ ἴσως, ἑαυτοῦ τὸ τῆς ἀναιδείας ἀποκρουόμενος ἔγκλημα. εἰ καὶ φίλοι οὖν, φησίν, οἱ ἄνδρες οἱ τὰ πρὸ τῶν πολλῶν εἴδη θέμενοι, ἀλλὰ βέλτιον τῆς πρὸς αὐτοὺς τιμῆς καὶ πρέπον οὐ μόνον πρὸς τὰ τῶν φίλων ἀνθίστασθαι, ἀλλὰ καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ὥστε σώζεσθαι τὴν ἀλήθειαν καὶ μὴ κρυπτομένην ἐξ ἀνθρώπων ἀπόλλυσθαι. ἐπιτείνων δὲ τὸ πρέπον φησὶ ἄλλως τε καὶ φιλοσόφους ὄντας. φιλαλήθης γὰρ ὁ φιλόσοφος, εἰ μὴ ψεύδοιτο τὸ ὄνομα· σοφίαν γάρ τις φιλῶν φιλόσοφός ἐστι· σοφία δὲ τῶν ὄντων ἐπιστήμη ᾗ ὄντα· ὄντα δὲ τὰ ἀκίνητα καὶ ἀμετάβλητα καὶ ἀεὶ ὡς ἔχουσιν ἔχοντα καὶ διὰ παντὸς ἐν ἀκινησίᾳ μένοντα, κἀντεῦθεν ἐν ἀληθείᾳ πάσῃ τὸ εἶναι ἔχοντα. πῶς ἄρα φιλόσοφος ὁ τινὸς ὄντος δευτέραν τιθεὶς τὴν ἀλήθειαν;1

“但这或许似乎更好。” 他是怀着审慎向柏拉图展开反驳的。因为他并未说“这是更好的”,而是说“似乎”,并加上了“或许”,以此为自己免去不知羞耻的指控。因此他是说,即使那些设立在多数事物之先的形式的人是朋友,但比起对他们的尊重,不仅抗拒朋友们的见解,甚至废弃自己的见解也是更好的且是合宜的,以便真理得以保全,而不至因被掩盖而从人类之中消亡。而在强调何为合宜时,他说“尤其是作为哲学家”。因为哲学家若不辜负其名号,便是热爱真理的人;因为热爱智慧的人是哲学家。而智慧是关于存在者作为存在者的学问;存在者乃是那些不动、不变化、始终保持原样并永远停留在不动之中的事物,因而它们在完全的真实中拥有其存在。那么,将真理置于任何存在者之后的,又怎会是哲学家呢?

§1.50

"Ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὅσιον προτιμᾶν τὴν ἀλήθειαν. " Τὸ ὅσιον διενήνοχε τοῦ δικαίου, ὅτι τὸ μὲν ἐπὶ τῆς πρὸς τοὺς ὁμοειδεῖς ἰσότητος θεωρεῖται, τὸ δὲ ἐπὶ τῆς προσηκούσης τιμῆς τοῦ θεοῦ καὶ τῶν θείων. τὸ μὲν οὖν τοὺς φίλους τιμᾶν τοὺς ἴσους ἐστὶ τιμᾶν, τὸ δὲ τὴν ἀλήθειαν προτιμᾶν ὅσιον· θεῖον γὰρ καὶ ἡ ἀλήθεια.

“因为在二者皆为朋友时,优先尊崇真理是虔敬的。” 虔敬之物有别于正义之物,因为后者是在针对同种者的平等中被考察的,而前者则是在对神及神圣事物的恰当崇敬中被考察的。因此,尊重朋友乃是尊重对等者,而优先尊崇真理则是虔敬的;因为真理本身亦是神圣的。

§1.51

"Οἱ δὲ κομίσαντες τὴν δόξαν ταύτην." Ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τὸν ἔλεγχον τῆς τῶν ἰδεῶν δόξης· καὶ τίθησι λήμματα τὰ παρ’ ἐκείνοις ἔνδοξα καί φησιν ὅτι οἱ τὰς ἰδέας δοξάζοντες οὐκ ἐποίουν ἰδέας ἐν ἐκείνοις τοῖς πράγμασιν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔλεγον. τῶν γοῦν ἀριθμῶν ἐν οἷς ὁ μὲν πρότερός ἐστιν, ὁ δὲ μετ’ αὐτόν, οὐκ ἐτίθεσαν ἰδέαν εἶναι. ὡς γὰρ ἐπὶ τῶν λογικῶν εἰδῶν καὶ γενῶν τὰ μετέχοντα τοῦ εἴδους ἄτομα ὁμοταγῶς μετέχουσι καὶ οὐ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ ἐκεῖνο, ὁμοίως καὶ τὰ μετέχοντα τοῦ αὐτοῦ γένους εἴδη· οὔτε γὰρ τὸ εἶδος εἶδος ἀτόμων, οὔτε τὸ γένος γένος τῶν εἰδῶν, τὰ καθ’ ἑτέραν καὶ ἑτέραν μετεχόμενα τάξιν τοῖς ὑπ’ αὐτά·2 οὕτω καὶ ἐπὶ τῶν ἰδεῶν· τὸ δὲ οὐκ ἐποίουν ἰδέας καὶ τὸ ἰδέαν κατεσκεύαζον ἐπίτηδες εἶπεν, ὡς μὴ οὔσας τὰς ἰδέας ποιούντων ἐκείνων καὶ κατασκευαζόντων αὐτὰς δι’ ὧν ἔλεγον.

“然而引入这一主张的人们。” 自此他开始对关于理念的主张进行反驳;他设立了在他们之中被公认的前提,并指出主张理念的人们在那些他们谈论先后之别的事物中并不设定理念。至少在数之中(其中一数在前,另一数在其后),他们并没有设立有理念存在。因为正如在逻辑上的种与属中,分有种的个体以同等位阶分有,并不存在某一个在先而另一个在后,分有同一属的各种亦是如此;因为作为被其统辖之物按照不同位阶所分有的东西,种既不是个体的种,属也不是各种的属;在理念的情形下亦是如此。至于他特意说“他们并不制作理念”以及“他们建构理念”,乃是因为那些人正是通过他们所言说的话,在理念并不存在时制作并建构了它们。

语法注2 条
  1. 1.49τινὸς ὄντος δευτέραν τιθεὶς τὴν ἀλήθειαν

    此处将 τινὸς ὄντος 解释为受 δευτέραν 支配的比较属格(相当于 τινὸς τῶν ὄντων,“次于任何存在者”)。前文刚论证了智慧的对象是“存在者”(τὰ ὄντα),因此该反问句意在谴责将真理置于任何现实存在者之下的人。虽然在语法上亦可设想为独立属格(“在某物存在时”),但依据关于追求存在者之真理的论证脉络,将其取为比较的基准更为自然连贯。

  2. 1.51τὰ καθ’ ἑτέραν καὶ ἑτέραν μετεχόμενα τάξιν τοῖς ὑπ’ αὐτά

    该句的句法骨架为省略系动词的结构:οὔτε γὰρ τὸ εἶδος [ἐστιν] εἶδος ἀτόμων, οὔτε τὸ γένος [ἐστι] γένος τῶν εἰδῶν。被动分词短语 τὰ καθ’ ἑτέραν... μετεχόμενα 作为解释性同位语附于谓语名词,表示“被其统辖者(与格 τοῖς ὑπ’ αὐτά)按不同位阶所分有之物”。这构成了前述命题的论据,即逻辑上的种与属在其分有者之间绝无先后次序之分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:42.1-42.32