← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§427.37-429.15

反常快感与兽性或病态的不自制

厄斯特拉齐奥斯列举了诸如食人、异食癖以及同性交媾等违背本性的快感与冲动,说明它们产生于天生的恶劣本性、习惯或疾病。他论证道,针对这些极端情态的克制或屈服,由于理性的败坏以及对象的反常,并非严格意义上的自制或不自制,而必须带有“兽性”或“病态”的附加来指称。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#15

καταλέγει ἃ οὐκ εἰσιν ἡδέα φύσει καί φησιν ὅτι τὸ ἐσθίειν τὰ παιδία φύσει ἡδὺ οὐκ ἔστιν. ἐδόκει δὲ τῇ Λαμίᾳ ἡδύ. ἡ Λαμία γυνή τις ἦν περὶ τὸν Πόντον, ἥτις διότι ἀπώλετο τὰ οἰκεῖα τέκνα, τὰ τῶν ἄλλων γυναικῶν βρέφη ἤσθιεν. ἢ ἡδέα εἰσὶ παρὰ φύσιν, οἷς χαίρουσί τινες τῶν ἀπηγριωμένων, ἤτοι τῶν ἀγρίων. οἱ γὰρ Σκύθαι οἱ περὶ τὸν Πόντον οἱ μὲν ἔχαιρον ἐσθίειν ὠμοὺς ἰχθῦς, ἄλλοι δὲ κρέα ὠμὰ ἤσθιον, ἄλλοι δὲ ἐδάνειζον τὰ οἰκεῖα τέκνα ἀλλήλοις, ἵνα ταῦτα κατεσθίωσι, καὶ τοῦτο ἡδὺ ἐδόκει αὐτοῖς. ὁ δὲ Φάλαρις λέγεται φαγεῖν τὸν ἑαυτοῦ παῖδα. αὗται μέν εἰσιν αἱ ἕξεις θηριώδεις, αἵτινες παρὰ φύσιν εἰσί, καὶ γίνεται ἀπὸ μοχθηρᾶς καὶ κακῆς φύσεως τῶν ἀνθρώπων. ἄλλαι δέ εἰσιν ἕξεις θηριώδεις καὶ παρὰ φύσιν ἡδεῖαί τισιν, αἳ ἐπιγίνονται ἢ ἀπὸ νόσου ἢ ἀπὸ ἔθους, οἷον ἡ τρῶξις, ἤγουν τὸ ἐσθίειν τοὺς ὄνυχας αὑτοῦ, ἢ τὸ κόπτειν τὰς ἑαυτοῦ τρίχας ἐξ ἔθους τις ἐπεκτήσατο ἢ ἀπὸ νόσου. ἔτι δὲ μανεὶς δοῦλος ἔφαγε τὸ ἧπαρ τοῦ συνδούλου αὐτοῦ, καὶ ὁ Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς μανεὶς ἔφαγε τὴν ἑαυτοῦ μητέρα κρεουργήσας. ἔτι δὲ ἡδὺ δοκεῖ τισι, παρὰ φύσιν δὲ δοκεῖ, τὸ ἐσθίειν ἄνθρακας. ἐν ὅσοις γὰρ πλεονάζει ὁ μελαγχολικὸς χυμός, ἡδὺ δοκεῖ τὸ ἐσθίειν κάρβωνας. ἄλλοις δὲ ἡδὺ δοκεῖ τὸ ἐσθίειν γῆν, ἤτοι πηλόν, ὅσοις ὀξώδης χυμὸς ἔγκειται. ἀπό τινος οὖν συμπτώματος ἢ μελαγχολικοῦ χυμοῦ ἢ ὀξώδους τοῦτο αὐτοῖς ἐπιγίνεται. τὸ δὲ ἀρρενογαμεῖν τοῖς μὲν ἐπιγίνεται ἐκ φύσεως κακῆς καὶ ἐπιρρεπούσης πρὸς τὸ κακόν, ἄλλοις ἐξ ἐθισμοῦ τινος, οἷον γυμναζόμενοι ἐκ παίδων τοὺς ἄρρενας γαμεῖν, οὗτοι ἐθίζουσι τοῦτο παιδόθεν κακοῖς ἀνδράσι συναναστρεφόμενοι, καὶ ταῦτα φύσιν ἔχοντες πρὸς τὸ καλὸν ἐπιρρεπῆ. Ὅσοις μὲν οὖν φύσις ἐστὶ κακὴ καὶ αἰσχρὰ καὶ αἰτία αὐτοῖς γίνεται τοῦ τοὺς ἄρρενας γαμεῖν, τούτους οὐδενὸς εἴπω ἀκρατεῖς,1 διότι ἡ φύσις αὐτοῖς τοιαύτη ἐστὶ φαύλη καὶ πρὸς τοῦτο ῥέπουσα. ὡς οὐδὲ τὰς γυναῖκας εἴποι τις ἀκρατεῖς, διότι οὐ γαμοῦσιν ἀλλὰ γαμοῦνται. οὔτε γὰρ πεφύκασιν ἔχειν ὁμοίως, οὐδὲ τοὺς νοσηματωδῶς ἔχοντας, ἤτοι οὐδὲ τοὺς νοσοῦντας τὸ γαμεῖν τοὺς ἄρρενας οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ ἔθους τινὸς ἀκρατεῖς εἴποι τις, διότι οὗτοι καὶ τὸν λόγον ἔχουσι διεφθαρμένον καὶ οὐ γινώσκουσιν, εἰ ὅλως κακόν ἐστι τοῦτο, οἱ δ’ ἀκρατεῖς ἐρρωμένον ἔχουσι τὸν λόγον. τὸ μὲν οὖν ἔχειν ἕκαστον τούτων, ὧν ἀπηριθμήσαμεν, ἤτοι ἐσθίειν κρέα ὠμὰ ἀνθρώπων καὶ κάρβωνας καὶ τὰ λοιπὰ ὑπὲρ πᾶσαν κακίαν ἀνθρώπων ἐστί, καὶ ἔξω εἰσὶ τῆς ἀνθρωπίνης κακίας. θηρίοις γὰρ ταῦτα μᾶλλον προσήκει, οὐκ ἀνθρώποις. καθάπερ καὶ ἡ θηριότης ὑπὲρ πᾶσαν κακίαν ἀνθρωπίνην ἐστί. τὸ δὲ τὸν ἔχοντα ταῦτα κρατεῖν, ἤτοι εἰ ἐπιθυμεῖ 〈φαγεῖν〉 κρέα ὠμὰ ἢ πηλὸν καὶ κρατήσει τῆς ἐπιθυμίας καὶ οὐ φάγῃ, οὐχ ἁπλῶς, ἤτοι ἄνευ προσθήκης, ἐγκρατῆ λέγομεν, ἀλλὰ μετὰ προσθήκης ἐγκρατῆ θηριώδη. ὁμοίως καὶ εἰ ἡττηθῇ ὑπὸ τῆς ἐπιθυμίας καὶ φάγῃ πηλὸν ἢ ἄλλο τι, ὧν εἴπομεν, οὐχ ἁπλῶς καὶ ἄνευ προσθήκης ἀκρατῆ λέγομεν, ἀλλὰ καθ’ ὁμοιότητα διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ μετὰ προσθήκης ἀκρατῆ θηριωδίας εἶναι λέγομεν, ὡς καὶ τὸν σφοδρῶς θυμούμενον ὡς ὁμοιότητα ἔχοντα διὰ τὸ ὑπερβολικὸν πρὸς τὸν κυρίως ἀκρατῆ. τοῦτον 〈τὸν〉 τρόπον, ἤτοι μετὰ προσθήκης ἀκρατῆ τοῦ πάθους ἤτοι τοῦ θυμοῦ, καὶ οὐ λέγομεν αὐτὸν ἀκρατῆ μὴ ἄνευ προσθήκης.2 πᾶσα γὰρ ὑπερβάλλουσα κακία καὶ χαλεπότης, ἤτοι ὀργιλότης, καὶ δειλία, αἱ μὲν θηριώδεις εἰσίν, αἱ δὲ νοσηματώδεις, ἤτοι ἐκ νόσου ἡμῖν ἐπιγινόμεναι. ὡς μὲν γὰρ ἐκ φύσεως ὢν τοιοῦτος, ὥστε φοβούμενος κἂν μῦς κτυπήσῃ, δειλὸς λέγεται, κἂν τὴν τῆς θηριώδους δειλίαν,3 ὁμοίως δὲ εἰ ἐκ φύσεώς τις ὑπερβολικῶς ὑβρίζεται, ὀργίλος λέγεται κατὰ τὴν θηριώδη ἀγριότητα, ὁ δὲ φοβεῖται, εἰ ἴδῃ γαλῆν διὰ νόσον, ἤτοι μανίαν νοσήσας. καὶ τῶν ἀφρόνων ὅσοι μὲν ἐκ φύσεως εἰσὶν ἀλόγιστοι, ἤτοι ἄφρονες καὶ λόγῳ μὴ διοικούμενοι, ἀλλὰ τῇ αἰσθήσει ζῶντες ὡς τὰ ἄλογα, οἷοί εἰσί τινες βάρβαροι, οἷον οἱ Σκύθαι θηριώδεις λέγονται. Οἱ δὲ ὄντες ἄφρονες ἐκ νόσου, ἤτοι ἐξ ἐπιλήψεως ἢ μανίας, καὶ μόνῃ τῇ αἰσθήσει ζῶντες, νοσηματώδεις ἄφρονες λέγονται, ὡς καὶ ὁ τὴν γαλῆν δεδιὼς νοσηματώδης δειλός.

他列举了那些本性上非愉悦的事物,并说吃小孩在本性上不是愉悦的。但对拉米亚而言这显得愉悦。拉米亚是本都周边的一位妇女,她因为失去了自己的子女,便去吃其他妇人的婴儿。或者存在违背本性而显得愉悦的事物,某些变得野蛮的人、即野蛮人以这些事物为乐。因为本都周边的斯基泰人中,有些人乐于吃生鱼,另一些人吃生肉,还有一些人彼此借出自己的子女以便将其吞食,而这在他们看来是愉悦的。据说法拉里斯也曾吃了自己的孩子。这些是违背本性的兽性品质,产生于人类低劣而恶劣的本性。但还有另一些对某些人而言违背本性而显得愉悦的兽性品质,它们产生于疾病或习惯,例如啃咬、即咬自己的指甲,或是拔自己的头发,是某人出于习惯或由于疾病而获得的。此外,一个奴隶发疯后吃了他同僚奴隶的肝脏,波斯国王薛西斯发疯后把自己的母亲切碎吃掉。此外,吃木炭对某些人显得愉悦,但这是违背本性显得愉悦的。因为在那些黑胆汁体液过剩的人身上,吃炭显得愉悦;而对另一些体内积存酸性体液的人而言,吃土、也就是吃泥巴显得愉悦。因此,由于某种偶然症状、即黑胆汁体液或酸性体液,这种情况发生于他们身上。而与男性交媾,对某些人而言产生于恶劣且易于作恶的本性,对另一些人而言产生于某种习惯,例如从小被训练与男性交媾的人,他们从小通过与恶人交往而养成这种习惯,尽管他们本拥有倾向于高尚的本性。 因此,凡是本性恶劣丑陋且成为他们与男性交媾之原因的人,我不会称他们在任何方面是不自制的,因为他们的本性就是如此卑劣且偏向于此。这正如人们不会称女人为不自制者一样,因为她们不是去娶,而是被娶。因为她们本性上并不具备相似的状态。人们也不会称那些处于病态状态的人、即并非出于本性而是出于某种习惯而患有与男性交媾之疾病的人为不自制者,因为这些人连理性都已败坏,根本不知道这是否完全是恶的,而不自制者的理性则是健全的。因此,拥有我们所列举的这些事物中的每一项——即吃人的生肉、炭以及其余之物——乃是超越了人类的一切恶德,并且处于人类恶德之外。因为这些事物更适合于野兽,而不适合于人类;正如兽性也超越了人类的一切恶德一样。但拥有这些倾向的人若能克制,也就是说,如果他渴望吃生肉或泥土,而克制了这种欲望并且没有吃,我们不会单纯、即毫无附加地称他为自制者,而是带有附加地称为“兽性的自制者”。同样,如果他被欲望击败而吃了泥土或我们所说的其他某种东西,我们也不会单纯且毫无附加地称他为不自制者,而是凭借相似性由于恶德的过度、并带有附加地称他为“在兽性上是不自制的”;正如对于极其容易动怒的人,也凭借其过度而认为他与严格意义上的不自制者具有相似性一样。以此种方式,即带有附加地称他为“在该情态上、即在怒气上是不自制的”,而我们不会毫无附加地称他为不自制者。因为一切过度的恶德、粗暴(即易怒)以及怯懦,有些是兽性的,有些则是病态的,即由疾病在我们身上引发的。因为如果某人出于本性就是这样,以至于连老鼠发出响声也感到害怕,他就被称为怯懦者,即使是在兽性怯懦的意义上被称为怯懦者;同样,如果某人出于本性过度施暴,他就依照兽性的凶残被称为易怒者;而另一个人则是因为疾病、即患了疯病,见到鼬鼠就感到害怕。在无明者之中,凡是出于本性而缺乏理智的、即无明且不受理性支配、而是如无理性的动物那样依感觉生活的人,例如某些蛮族人(如斯基泰人),就被称为兽性者。而那些因疾病、即因癫痫或狂乱而无明、并且仅仅依感觉生活的人,则被称为病态的无明者,正如惧怕鼬鼠的人被称为病态的怯懦者一样。

语法注3 条
  1. 7.0τούτους οὐδενὸς εἴπω ἀκρατεῖς

    οὐδενὸς 作为指明属格(或起副词作用)修饰 ἀκρατεῖς,意为“在任何方面都不是不自制的”。εἴπω 是第一人称单数不定过去时虚拟式(用于审慎或缓和的潜在语气),其主语为注解者自身。

  2. 7.0οὐ λέγομεν αὐτὸν ἀκρατῆ μὴ ἄνευ προσθήκης

    此处出现否定词的重叠(οὐ 与 μή),在上下文中属于加强语气的冗余否定,意即“我们不会在毫无附加的情况下称他为不自制者”,用以与前文“带有附加地称呼”形成对比并加以强调。

  3. 7.0κἂν τὴν τῆς θηριώδους δειλίαν

    κἂν 之后省略了动词或介词(如 ἔχων 或 κατά);宾格短语 τὴν ... δειλίαν 起到关系宾格/副词性宾格的作用(“在兽性怯懦的意义上”),或作为所补充动词的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:427.37-429.15