- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:426.15-427.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过尼俄伯和萨堤罗斯的例子说明过度之爱,并借助拙劣医生与演员的比喻阐明:对荣誉、财富等本性上为善之物的过度并非严格意义上的不自制,而是带有附加限制的比喻性不自制,进而转向非本性的快乐以及与其相关的兽性品质。
τινὲς γὰρ ὑπερβολικῶς ἀγαπῶσι τὰ ἑαυτῶν τέκνα, οἳ καὶ ψέγονται διὰ τὸ ὑπερβολικόν, εἴ τις ἀγαπᾷ τὰ ἑαυτοῦ τέκνα ὑπερβολικῶς ὡς ἡ Νιόβη, μάχεται πρὸς τοὺς θεούς. αὕτη γὰρ εἶχε δώδεκα παῖδας, ἓξ μὲν ἄρρενας, ἓξ δὲ θηλείας. ἡ οὖν Νιόβη ὑπερβολικῶς τὰ ἑαυτῆς τέκνα φιλοῦσα ἐπῄνει αὐτὰ πρὸς τὴν Λητὼ καὶ ἔλεγεν ὅτι κρείττων εἰμὶ ἐγὼ τῆς Λητοῦς διὰ τὸ δώδεκα παῖδας ἔχειν, ταύτην δὲ δύο. τοῦτο δ’ αὖ ψεκτόν. τὸ γὰρ ἀγαπᾶν τινα τὰ ἑαυτοῦ τέκνα τοσοῦτον ὡς καὶ τοὺς θεοὺς ὑβρίζειν καὶ μάχεσθαι αὐτοῖς, ψεκτόν. ἢ ὥσπερ Σάτυρος, ὃς καὶ φιλοπάτωρ ἐλέγετο. οὗτος γὰρ ἐρῶν τινος κόρης καὶ πρὸς τὴν μοιχείαν εὑρὼν τὸν ἑαυτοῦ πατέρα Σώστρατον συνεργοῦντα, τοσοῦτον ἔκτοτε τὸν ἑαυτοῦ πατέρα ἐφίλησεν, ὥστε καὶ τοῦ πατρὸς τελευτήσαντος ἑαυτὸν κατεκρήμνισε καὶ τῆς ζωῆς ἀπεστέρησε. τὸ οὖν ἀγαπᾶν τὸν ἑαυτοῦ πατέρα ὑπερβολικῶς ὡς καὶ θνήσκειν τοῦ πατρός τι παθόντος, ψεκτόν. ἐπεὶ καὶ ὁ Σάτυρος λίαν μωραίνειν ἔδοξεν ἑαυτὸν θανατώσας διὰ τὴν τοῦ πατρὸς τελευτήν. Οὐδεμία οὖν κακία περὶ ταῦτα, ἤτοι περὶ τιμὴν καὶ πλοῦτον καὶ ἀγάπην καὶ κέρδος διὰ τὸ εἰρημένον, ἤτοι διότι ἕκαστον αὐτῶν, ἤτοι καὶ ὁ πλοῦτος καὶ ἡ τιμὴ καὶ ἡ ἀγάπη, δι’ αὑτό, τουτέστιν αὐτὸ καθ’ αὑτό, ἀπὸ τῶν φύσει αἱρετῶν εἰσιν, αἱ δὲ ὑπερβολαὶ αὐτῶν, ἤτοι τὸ ὑπερβολικῶς τιμᾶσθαι ἐπιζητεῖν καὶ τἄλλα φευκτά ἐστιν. ὁμοίως οὐδ’ ἀκρασία κυρίως ἐστὶν τὸ ὑπερβολικῶς σπουδάζειν κερδαίνειν ἢ τιμᾶσθαι. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτόν ἀλλὰ καὶ ψεκτόν. δι’ ὁμοιότητα δὲ τοῦ πάθους, τουτέστιν ἐπεὶ τὸ ὑπερβολικῶς ζητεῖν τιμᾶσθαι ἢ κερδαίνειν ἢ ἀγαπᾶν ὁμοιότητα ἔχει τινὰ διὰ τὴν ὑπερβολὴν πρὸς τὸ πάθος, ἤτοι πρὸς τὴν ἀκρασίαν, ἐπεὶ καὶ ὁ ἀκρατὴς ὑπερβολικῶς ἀφροδισιάζειν βούλεται, προσεπιτιθέντες τὴν ἀκρασίαν περὶ ἕκαστον αὐτῶν λέγομεν, οὗτος ἀκρατής ἐστι χρημάτων, ἀκρατής ἐστι θυμοῦ, καὶ οὐκ ἄνευ προσθήκης ἀκρατῆ τοῦτον λέγομεν, ὡς καὶ εἰ ἴδωμεν ἰατρὸν κακῶς ἰατρεύοντα ἢ ὑποκριτὴν κακῶς ὑποκρινόμενον, οὐ λέγομεν τοῦτον ἁπλῶς κακὸν ἀλλὰ μετὰ προσθήκης κακὸν ἰατρόν, κακὸν ὑποκριτήν. ἡ γὰρ ἁμαρτία αὐτῶν οὐκ ἔστιν ἁπλῶς κακία, οἷον ἀκρασία ἢ δειλία, ἀλλὰ κακία τις περὶ τὴν ἑαυτοῦ τέχνην. διὸ καὶ μετὰ προσθήκης λέγομεν κακὸν ἰατρόν. ὥσπερ οὖν οὐδὲ ἐνταῦθα, ἤτοι ἐπὶ τοῦ ὑποκριτοῦ καὶ τοῦ ἰατροῦ διὰ τὸ μὴ ἁπλῶς κακίαν1 εἶναι τὴν ἁμαρτίαν αὐτῶν ἀλλὰ διὰ τὸ ἀνάλογον, ἤτοι ὁμοίαν, διὰ τὸ ἔχειν τὴν ἑαυτῶν ἁμαρτίαν ὁμοιότητά τινα πρὸς τὴν ἁπλῶς κακίαν. ὡς γὰρ ὁ ἀκόλαστος τοῦ ὀρθοῦ λόγου ἀποτυγχάνει, οὕτω καὶ οὗτος περὶ τὴν οἰκείαν τέχνην, εἰ κακῶς ἰατρεύειν ἐπιχειρεῖ, οὐχ ἁπλῶς κακὸς ἀλλὰ μετὰ προσθήκης, καὶ ἰατρὸν κακὸν καὶ κακὸν ὑποκριτὴν λέγομεν, οὕτω δηλονότι καὶ ἐκεῖ ὑποληπτέον ἐπὶ τοῦ ἀκρατοῦς. μόνην γὰρ ἀκρασίαν καὶ ἐγκράτειαν λέγομεν εἶναι καὶ ἄνευ προσθήκης λέγεσθαι, ἥτις περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται, περὶ ἃ ἡ σωφροσύνη καὶ ἡ ἀκολασία. τὴν δὲ ἀκρασίαν καὶ ἐγκράτειαν τὴν πρὸς θυμὸν καὶ τιμὴν καὶ χρήματα καταγινομένην οὐ κυρίως ἀκρασίαν καὶ ἐγκράτειαν ταύτην λέγομεν εἶναι ἀλλὰ καθ’ ὁμοιότητά τινα λέγομεν καὶ ταύτην ἀκρασίαν εἶναι καὶ ἐγκράτειαν διὰ τὸ ὑπερβολικόν. διὸ καὶ εἰ ἴδωμέν τινα μηδ’ ὅλως φιλοῦντα τὰ χρήματα, οὐχ ἁπλῶς ἐγκρατῆ τοῦτον λέγομεν ἀλλὰ προστιθέντες ἐγκρατῆ τοῦτον χρημάτων λέγομεν εἶναι, ὁμοίως καὶ εἰ ἴδωμέν τινα ὑπερβολικῶς φιλοῦντα τὰ χρήματα ἢ θυμούμενον, οὐχ ἁπλῶς ἀκρατῆ τοῦτον λέγομεν, ἀλλὰ μετὰ προσθήκης ἀκρατῆ θυμοῦ καὶ χρημάτων λέγομεν. Ἐπεὶ δέ εἰσί τινα ἡδέα φύσει καὶ τούτων τὰ μέν εἰσιν ἁπλῶς ἡδέα, οἷον τὸ ὑγρᾶς τροφῆς δέεσθαι καὶ ξηρᾶς καὶ τὸ ἐσθίειν καὶ πίνειν ἁπλῶς ἡδὺ δοκεῖ πᾶσι τοῖς ζῴοις, τὰ δὲ ἡδέα δοκοῦσι κατὰ γένος καὶ ζῴων καὶ ἀνθρώπων.2 τοῖς μὲν γὰρ τῶν ζῴων ἡδὺ δοκεῖ τὸ ποηφαγεῖν, τοῖς δὲ τὸ κρεωφαγεῖν, ὁμοίως δὲ καὶ τοῖς ἀνθρώποις ἄλλη τροφὴ ἄλλοις ἡδέα δοκεῖ, τὰ δ’ οὐκ εἰσι φύσει ἡδέα ἀλλὰ φευκτά. τούτων δὲ τῶν μὴ φύσει ἡδέων τὰ μὲν ἡδέα δοκοῦσί τισι διὰ πηρώσεις, ἤτοι διὰ νόσον ἢ διὰ μανίαν, τὰ δὲ δι’ ἔθος ἡδέα δοκοῦσιν, ὅλον δὲ δι’ ἕξιν καὶ φύσιν κακήν. ἔστι δὲ καὶ περὶ ἕκαστα τούτων τῶν μὴ φύσει ἡδέων ἰδεῖν ἕξεις τινὰς παραπλησίας, λέγω δὴ θηριώδεις, ἤτοι θηριώδεις ἀκρασίας καὶ ἐγκρατείας. περὶ γὰρ τὰ μὴ φύσει ἡδέα ἡ θηριωδία καταγίνεται.
因为有些人过度地爱自己的子女,他们也确实因过度而受到谴责;如果有人像尼俄伯那样过度地爱自己的子女,他就是在与诸神相抗争。因为她曾有十二个子女,六男六女。于是尼俄伯因过度溺爱自己的子女,而在勒托面前夸耀他们,并说:“我比勒托更优越,因为我拥有十二个子女,而她只有两个。”但这也同样是应当受到谴责的。因为一个人溺爱自己的子女达到甚至侮辱诸神并与他们抗争的程度,是应受谴责的。或者如同萨堤罗斯,他也曾被称为“爱父者”;因为他恋上了一位少女,发现自己的父亲索斯特拉托斯协助这桩通奸,此后便极为爱戴自己的父亲,以至于父亲死后,他甚至投下悬崖并结束了自己的生命。因此,过度地爱自己的父亲以至于在父亲遭遇不幸时赴死,是应受谴责的;因为萨堤罗斯由于父亲的死而自尽,也被认为表现得极其愚蠢。 因此,关于这些事物、即关于荣誉、财富、爱与利得,由于上述的原因,并不存在任何恶德,也就是说,因为它们中的每一项——无论是财富、荣誉还是爱——因其自身、即就其自身而言都属于本性上值得选择的事物,而它们的过度、即过度谋求受人尊重等则是应当逃避的。同样,过度热衷于谋利或受人尊重也并非严格意义上的不自制。因为不自制不仅是应当逃避的,而且是应受谴责的。但由于该情态的相似性——也就是说,因为过度谋求受人尊重、谋利或施爱,凭借其过度而与该情态、即与不自制具有某种相似性,因为不自制者也意图过度地进行性行为——我们便在关于它们中的每一项上附加“不自制”而言道:“这人在金钱上是不自制的”,“在怒气上是不自制的”,而我们不会毫无附加地称这人为不自制者;这就好比如果我们看见一位医术拙劣行医的医生,或一位演技拙劣表演的演员,我们不会单纯称这人为“坏人”,而是带有附加地称为“拙劣的医生”、“拙劣的演员”。因为他们的过失并非单纯的恶德(如不自制或怯懦),而是关涉其自身技艺的某种恶德;正因如此,我们才带有附加地称之为“拙劣的医生”。因此,正如在这里,即在演员和医生身上,也〔不单纯称为坏人〕,因为他们的过失并非单纯的恶德,而是凭借可比性、即相似性,因为他们自身的过失与单纯的恶德具有某种相似性[才这样称呼]。因为正如放荡者背离正确理性一样,这人在其本门技艺上如果试图拙劣地行医,也并非单纯的坏人,而是带有附加的,并且我们称之为“拙劣的医生”和“拙劣的演员”,显然在那边关于不自制者也当如此理解。因为我们所说真正存在且无需附加便可称呼的不自制与自制,仅限于那些与节制和放荡关涉相同底层对象的事物。至于关涉怒气、荣誉和金钱的不自制与自制,我们并不说这是严格意义上的不自制与自制,而是凭借某种相似性,由于其过度,我们才说这也是不自制与自制。因此,即使我们看见某人完全不爱钱财,我们也不会单纯称这人为自制者,而是附加而言称他在“金钱上是自制的”;同样,如果我们看见某人过度爱财或容易动怒,我们也不会单纯称这人为不自制者,而是带有附加地称他在“怒气和金钱上是不自制的”。 既然有些事物在本性上是愉悦的,并且在这些事物中有些是单纯愉悦的——例如需要流质与干燥的滋养物,以及饮食对一切动物而言似乎都是单纯愉悦的——而另一些事物则是依照动物与人类的属类而显得愉悦的。因为对于一部分动物而言食草显得愉悦,而对于另一部分而言食肉显得愉悦,同样对于人类而言也是不同的人觉得不同的食物愉悦;但另一些事物在本性上不是愉悦的,而是应当逃避的。在这些非本性愉悦的事物中,有些是由于残疾、即由于疾病或发狂而对某些人显得愉悦,另一些则是由于习惯而显得愉悦,但总体上是由于不良的状态与本性。而且关于这些非本性愉悦的事物中的每一项,都可以看到某些相类似的品质,我所说的正是兽性的品质,即兽性的不自制与自制。因为兽性正是关涉那些非本性愉悦的事物的。
- 7.0ὥσπερ οὖν οὐδὲ ἐνταῦθα, ἤτοι ἐπὶ τοῦ ὑποκριτοῦ καὶ τοῦ ἰατροῦ διὰ τὸ μὴ ἁπλῶς κακίαν εἶναι τὴν ἁμαρτίαν αὐτῶν ἀλλὰ διὰ τὸ ἀνάλογον, ἤτοι ὁμοίαν, διὰ τὸ ἔχειν τὴν ἑαυτῶν ἁμαρτίαν ὁμοιότητά τινα πρὸς τὴν ἁπλῶς κακίαν.
在句法上,此处呈现破格(anacoluthon),未出现独立的显式主谓动词。由 ὥσπερ οὖν(正如……那样)引导的比较从句在后文被 ὡς γὰρ ... οὕτω ... 承接并展开,最终归结到主句 οὕτω δηλονότι καὶ ἐκεῖ ὑποληπτέον(显然在彼处也当如此理解)。其骨架为:正如演员与医生的过失并非单纯的恶德、而是通过类似性而被称呼,对于外延意义上的不自制也应当如此理解。
- 7.0τὰ δὲ ἡδέα δοκοῦσι κατὰ γένος καὶ ζῴων καὶ ἀνθρώπων
中性复数主语(τὰ δὲ [ἡδέα])搭配了复数动词 δοκοῦσι,而非古典希腊语标准的中性复数搭配单数动词,属于人称构式(personal construction)或数的一致上的松动,意为“其他快乐则依照动物与人类的属类而显得愉悦”。
