- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:424.37-426.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第七卷,注疏者阐明由于与放荡关涉相同的身体快乐,无条件的不自制才得以确立,并论证了为何放荡比不自制更为卑劣。随后作为对兽性讨论的引言,他将快乐划分为本性上值得选择的、应当逃避的以及中介的这三类,指出在所有这些事物中,正是过度招致了谴责。
σημεῖον δέ, ὅτι ὁ κυρίως ἀκρατὴς οὗτός ἐστιν ὁ περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια καταγινόμενος, διότι καὶ οἱ ἀκόλαστοι περὶ ταύτας, ἤτοι περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια, καταγίνονται. περὶ δὲ οὐδεμίαν ἐκείνων, ἤτοι θυμὸν καὶ ἐπιθυμίαν, ἤτοι οὐ καταγίνεται δὲ ὁ ἀκόλαστος οὔτε περὶ θυμὸν οὔτε περὶ τιμὴν ἢ ὀργήν. ὥστε κυρίως ἀκρατής ἐστιν, ὃς περὶ τὰ αὐτὰ καταγίνεται περὶ ἃ καὶ ὁ ἀκόλαστος, ἤτοι περὶ τὰ ἀφροδίσια. διὸ καὶ ἄνευ προσθήκης ἀκρατὴς λέγεται, καὶ ἐπεὶ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνονται, διὰ τοῦτο τὸν αὐτὸν εἶναι λέγει ἀκρατῆ καὶ ἀκόλαστον, ἀλλ’ οὐδένα ἐκείνων, ἤτοι τῶν μετὰ προσθήκης ἀκρατῶν ταὐτὸν εἶναι λέγουσι τῷ ἀκολάστῳ. διὰ τοῦτο λέγουσι τὸν ἐγκρατῆ καὶ τὸν σώφρονα ταὐτὸν καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον ταὐτόν, διότι περὶ τὰς αὐτὰς ἡδονὰς καταγίνονται, ἤτοι περὶ τὰ ἀφροδίσιά πως. εἶπε δὲ τὸ πως, ἵνα δείξῃ, ὅτι εἰ καὶ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος, ἀλλ’ οὐχ ὁμοίως, ἀλλ’ οἱ μέν, ἤτοι οἱ ἀκόλαστοι, προαιρούμενοι πράττουσι τὸ κακόν, ἤτοι ὡς τοῦτο αὐτὸ προαίρεσιν ἔχοντες, ἅτε καὶ τὸν λόγον ἔχοντες ἐφθαρμένον, οἱ δέ, ἤτοι οἱ ἀκρατεῖς, οὐ προαιρούμενοι, ἤτοι ἀπροαιρέτως πράττουσι τὸ κακόν, μὴ τοῦτο αὐτὸ προαίρεσιν ἔχοντες ἀλλὰ τὸ ἀγαθόν, ἅτε τὸν λόγον ἐρρωμένον ἔχοντες, ὑπὸ δὲ τῆς ἐπιθυμίας καὶ ἄκων ἡττώμενος πράττει τὸ κακόν. διὸ καὶ μᾶλλον ὁ ἀκόλαστός ἐστι χείρων καὶ ἀκόλαστος ῥηθήσεται, ὃς καὶ μὴ ἐπιθυμῶν ἢ ἠρέμα, ἤτοι ἢ μικρόν τι ἐπιθυμῶν φιλεῖ ὑπερβολικῶς ἀφροδισιάζεσθαι. καὶ φεύγει τὸ μετρίως, ἤτοι μικρόν τι, λυπηθῆναι. παρὸ τοῦτον, ἤτοι τὸν ἀκρατῆ, εἴπομεν χείρονα,1 ὃς ὑπὸ τῆς σφοδρᾶς ἐπιθυμίας ἡττηθεὶς πράττει τὸ κακὸν ἀπροαιρέτως. εἰ γὰρ ὁ ἀκόλαστος μηδ’ ὅλως ὑπὸ τῆς ἐπιθυμίας ἐνοχλούμενος φιλεῖ ἀφροδισιάζειν ὑπερβολικῶς, εἰ προσγένηται αὐτῷ ἐπιθυμία νεανική, ἤτοι σφοδρά, τί ἂν ποιήσει; ὁμοίως δὲ καὶ εἰ λυπηθῇ σφοδρῶς διὰ τὸ στερηθῆναι ἄρτου πέντε ἡμέρας, πάντως ἂν ἀθέμιτόν τι ποιήσει. Μέλλων διδάξαι περὶ θηριωδίας πρῶτον προανακρούεται τὰ ὑποκείμενα, περὶ ἃ ἡ θηριωδία καταγίνεται καὶ πρῶτον διῄρησε τὰ ἡδέα εἰς δύο, εἰς τὸ ἀναγκαῖον καὶ εἰς τὸ καθ’ αὑτό· νῦν δὲ διαιρεῖ ταῦτα εἰς τρία καί φησιν, ὅτι τῶν ἡδέων τὰ μέν εἰσι καλὰ καὶ σπουδαῖα, ἤτοι ἀγαθὰ ἐν τῷ γένει ἤτοι ἐν τῷ ὑποκειμένῳ. τῶν γὰρ ἡδέων τὰ μέν εἰσι φύσει αἱρετὰ καὶ ἀγαθά, οἷον νίκη πλοῦτος χρῆμα κέρδος, τά δ’ εἰσιν ἐναντία τούτοις, ἤτοι φύσει φευκτά (τὸ γὰρ ἐσθίειν ὠμὰ κρέα τισὶ μὲν δοκεῖ ἡδύ, ἀλλ’ ἔστι φευκτόν), τὰ δέ εἰσι μεταξύ, ἤτοι τὸ ἐσθίειν καὶ φορεῖν ἐσθῆτας. ἡδέα εἰσὶν ἃ οὔτε τῇ ἑαυτῶν φύσει εἰσὶν αἱρετὰ οὔτε φευκτά, γίνονται δὲ ἡμῖν ἀναγκαῖα διὰ τὴν χρείαν. ἀποκριθέντων γὰρ ὧν ἐφάγομεν, δεόμεθα ἑτέρων, ὡς τὴν γαστέρα ἐμπλήσωμεν.2 πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα, ἤτοι τὰ φύσει αἱρετὰ καὶ τὰ μεταξύ, ἃ οὔτε ἀναγκαῖά εἰσι φύσει οὔτε φευκτά, οὐ ψέγονταί τινες, εἰ ἀγαπῶσιν ἁπλῶς τιμᾶσθαι ἢ νικᾶν ἢ χρήματα συλλέγειν ἢ ἐὰν ἀγαπῶσιν ἁπλῶς ἐσθίειν ἢ πίνειν ἢ ἐσθῆτας φορεῖν, οὔκουν φευκτοὶ λέγονται οὗτοι ἐν τῷ ἐπιθυμεῖν τῶν τοιούτων, ἀλλ’ ἐν τῷ πως ἐπιθυμεῖν, ἤτοι ἐὰν ὑπερβολικῶς, ἤτοι δι’ ὅλης τῆς ἡμέρας, ἐσθίειν βούληται, καὶ ἐὰν ἐντὸς τῆς οἰκίας ψιλῇ πορφυρίδι κοσμεῖσθαι καὶ ἐὰν ὑπερβολικῶς βούληται κερδαίνειν ἢ συλλέγειν χρήματα, τότε ψέγεται. οὐ γὰρ διὰ τὸ ἁπλῶς ἐπιθυμεῖν αὐτῶν ψέγεται ἀλλὰ διὰ τὸ ὑπερβολικόν. διὸ ὅσοι μὲν παρὰ τὸν ὀρθὸν λόγον, ἤτοι ὑπερβολικῶς, ἢ κρατοῦνται, ἤτοι κατέχονται, ἢ ζητοῦσί τι τῶν φύσει αἱρετῶν, οἷον εἰ φιλοῦσι τιμᾶσθαι μᾶλλον ἢ δεῖ, ἤτοι ὑπερβολικῶς, ἢ εἰ σπουδάζουσιν ὑπερβολικῶς νικᾶν, ψέγονται. πανταχοῦ γὰρ ἡ συμμετρία ἐπαινεῖται, ὅτι καὶ τὸ συμμέτρως βούλεσθαι τιμᾶσθαι ἢ κερδαίνειν ἢ ἀγαπᾶν οὐ ψέγεται, ἡ δ’ ὑπερβολὴ ψέγεται. ὁμοίως δὲ καὶ ἡ ὑπερβολικὴ ἀγάπη ἡ πρὸς τὰ τέκνα ἢ περὶ τοὺς γονεῖς ψέγεται, ἤτοι εἰ ὑπερβολικῶς οἱ γονεῖς τὰ τέκνα φιλοῦσιν ἢ τὰ τέκνα τοὺς γονεῖς. καὶ γὰρ καὶ ταῦτα, ἤτοι τὸ ἀγαπᾶν τοὺς γονεῖς τὰ τέκνα ἢ τὰ τέκνα τοὺς γονεῖς ἀπὸ τῶν φύσει ἀγαθῶν καὶ αἱρετῶν εἰσι, καὶ οἱ περὶ ταῦτα σπουδάζοντες, ἀλλὰ συμμέτρως, ἐπαινοῦνται. ἀλλ’ ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις.
而严格意义上的不自制者正是这位关涉身体快乐、即关涉性爱活动的人,此事的迹象在于,放荡者们也是关涉这些、即关涉身体快乐亦即性爱活动的。但他们[放荡者们]绝不关涉那些事物、即怒气与欲望;也就是说,放荡者既不关涉怒气,也不关涉荣誉或愤恨。因此,严格意义上的不自制者,就是与放荡者关涉相同事物、即关涉性爱活动的人。所以他也无需附加限制便被称为不自制者,并且由于他们关涉相同的底层对象,正因如此他说不自制者与放荡者是同一的;但人们不说那些人中的任何一位、即带有附加限制的不自制者与放荡者是同一的。正因如此,人们说自制者与节制者是同一的,不自制者与放荡者是同一的,因为他们关涉相同的快乐,即以某种方式关涉性爱。他说“以某种方式”,是为了表明:即便不自制者与放荡者关涉相同的底层对象,但也并非以同样的方式关涉;相反,前者即放荡者出于抉择而行恶,即由于理性本身受腐蚀而把这一恶行本身当作抉择,而后者即不自制者则非出于抉择、即非抉择地行恶,他们并未将此当作抉择,而是将善当作抉择,因为他们拥有健全的理性,但被欲望所压倒且违背意愿地行恶。所以,放荡者更为卑劣,并且哪怕没有欲望或者欲望微弱、即仅有微小欲望,却惯于过度进行性行为,且逃避适度的、即微小的痛苦的人,也将被称为放荡者。因此,比起被强烈的欲望所压倒而非抉择地行恶的这个人、即不自制者,我们说[放荡者]更为卑劣。因为如果放荡者在完全未受欲望搅扰的情况下就惯于过度进行性行为,那么若有青春勃发的、即强烈的欲望降临于他,他会做出何种事来?同样,如果他因被剥夺面包五天而剧烈痛苦,他必将做出某种非法的勾当来。 在将要讲授兽性之前,他首先预先探究兽性所关涉的底层对象。起初他将诸快乐分为两类,即必然的快乐与因其自身[值得选择的]快乐;而现在他将它们分为三类,并指出,在诸快乐中,有些是高尚而优秀的,即在属上或在底层对象上是善的。因为在诸快乐中,有些在本性上是值得选择的善物,例如胜利、财富、金钱、利得,而另一些则是与这些相反的,即在本性上应当逃避的(吃生肉对某些人来说似乎是惬意的,但却是应当逃避的),还有一些是居中的,即饮食与穿戴衣物。这些快乐凭其自身的本性既非值得选择,亦非应当逃避,而是由于匮乏才对我们成为必然的。因为我们吃下的东西排泄出去之后,我们便需要其他食物以填满胃部。对于这一切,即本性上值得选择的事物以及本性上既非必然亦非应当逃避的中介事物而言,人们并不会因其单纯地热衷于受人尊重、获胜或积敛金钱,亦不会因其单纯地喜爱饮食或穿戴衣物而受到谴责;因此,他们不会在欲望此类事物本身上被称为应当逃避的,而是在以某种方式欲望上受谴责,也就是说,若有人意图过度地、即终日饮食,意图在房舍内穿戴纯紫袍来修饰自身,并且意图过度地获取利得或积敛金钱,那时他才受到谴责。因为他受谴责并非因其单纯地欲望这些事物,而是由于过度。因此,凡是违背正确理性、即过度地被本性上值得选择的事物之一所支配、即所攫住,或者追求它们的人——例如若他们热衷于受人尊重超过应有程度、即过度地热衷,或者若他们过度地热衷于获胜——都会受到谴责。因为适度在一切地方都受称赞,适度地意图受人尊重、获利或施爱不会受到谴责,而过度则受到谴责。同样,对子女或对父母的过度之爱也受到谴责,即若父母过度地爱子女,或子女过度地爱父母。因为这些事物、即父母爱子女或子女爱父母,也属于本性上善良且值得选择的事物,热心于这些事物的人只要保持适度就会受到称赞。然而在这些事物之中同样存在着某种过度。
- 7.0παρὸ τοῦτον, ἤτοι τὸν ἀκρατῆ, εἴπομεν χείρονα
关于 παρὸ(παρ' ὅ)与句式结构的梳理。此处 παρ' ὅ 是介词 παρά 表达比较意义(“与……相比”)与关系代名词宾格结合的结构,修饰 τοῦτον ἤτοι τὸν ἀκρατῆ(“与这个人即不自制者相比”),而主句动词 εἴπομεν 的宾语承前省略了 τὸν ἀκόλαστον,以 χείρονα 为补足语(“我们说[放荡者]更为卑劣”)。另一种可能是在构词上将 παρό 视作因果/承接连词(“因此”),并将 τοῦτον 直接视作 εἴπομεν 的宾语(“因此我们说这个人更卑劣”),但这与上文语境矛盾,因为前文论证为“更卑劣(χείρων)”的是放荡者,而紧接着定语从句描绘的正是屈服于强烈欲望而行恶的不自制者,故不取后一种解法。
- 7.0ἀποκριθέντων γὰρ ὧν ἐφάγομεν, δεόμεθα ἑτέρων, ὡς τὴν γαστέρα ἐμπλήσωμεν
属格绝对分词结构与关系词引诱现象。ἀποκριθέντων ὧν ἐφάγομεν 是属格绝对结构,其中 ὧν 乃是关系代词 ἅ 受被省略的先行词 τούτων 之属格引诱而变格。句式骨架为:“当我们吃下的东西被排泄/离析之后”。
