← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§423.16-424.37

单纯不自制与带限定不自制的区分

厄斯特拉修通过对快乐的划分以及奥林匹亚获胜者的比喻,阐明了无条件的不自制与带有附加限制(关涉财富、荣誉与胜利)的不自制之区分,并明确了无条件的不自制与放荡的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#12

Πότερον δὲ ἔστι τις ἀκρατὴς ἁπλῶς, ἤτοι ἄνευ προσθήκης λεγόμενος, ἤτοι ἀκρατὴς μόνον, ἢ πάντες λέγονται ἀκρατεῖς κατὰ μέρος, ἤτοι μετὰ προσθήκης ἀκρατεῖς θυμοῦ, ἀκρατεῖς ὀργῆς, καὶ εἰ ἔστιν ἀκρατὴς ἄνευ προσθήκης, λεκτέον περὶ ποῖα ὑποκείμενα καταγίνεται ὁ κυρίως ἀκρατὴς ὁ ἄνευ προσθήκης λεγόμενος. ποιεῖται διαίρεσιν τῶν ἡδέων, ἵνα εἴπῃ περὶ ποῖα ἡδέα καταγίνεται ὁ ἀκρατὴς καί φησιν, ὅτι τῶν ἡδέων 〈τῶν〉 ποιούντων ἡδονὴν τὰ μέν εἰσιν ἀναγκαῖα (ἀναγκαῖα δὲ λέγω ἡδέα τὰ σωματικά, τὰ περὶ τροφάς, οἷον τὸ ἐσθίειν καὶ πίνειν συμμέτρως), ἀναγκαῖόν ἐστι καὶ ἡδύ. ἔστι γὰρ καὶ ἐν τούτοις ὑπερβολή, ἥτις ἐστὶ ψεκτή. τὸ γὰρ ὑπὲρ κόρον ἐσθίειν καὶ πίνειν ψεκτόν ἐστιν. ὁμοίως δὲ καὶ τὰ ἀφροδίσια ἡδέα εἰσὶ καὶ ἀναγκαῖα τοῖς ἔχουσι λιθῖτιν νόσον ἢ νεφρῖτιν, τὰ δὲ οἷον τιμὴ πλοῦτος νίκη ἀναγκαῖα μὲν οὔκ εἰσιν, αἱρετὰ δὲ καθ’ αὑτά. πάντες γὰρ αἱροῦνται πλουτεῖν νικᾶν καὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν, οἷον κτήματα δόξαν δυναστείαν. τοὺς μὲν ὑπερβάλλοντας πρὸς ταῦτα, ἤτοι τοὺς ὑπερβολικῶς ζητοῦντας πλουτεῖν καὶ νικᾶν καὶ δοξάζεσθαι καὶ παρὰ τὸν ὀρθὸν λόγον. ὁ γὰρ ὀρθὸς λόγος προστάττει συμμέτρως ἐπιζητεῖν καὶ πλουτεῖν καὶ νικᾶν. οἱ δὲ παρὰ τὸν ὀρθὸν λόγον τὸν ἐν αὐτοῖς, ἤτοι πλούτῳ δόξῃ καὶ ὑπερβαλλόντως καὶ ἀμέτρως ζητοῦντες πλουτεῖν καὶ νικᾶν, οἱ τοιοῦτοι οὐ λέγονται1 ἀκρατεῖς ἁπλῶς, ἤτοι ἄνευ προσθήκης, ἀλλὰ μετὰ προσθήκης. προστιθέαμεν γὰρ ἀκρατεῖς χρημάτων, ἀκρατεῖς κέρδους. ἁπλῶς δέ, ἤτοι ἄνευ δὲ προσθήκης, οὐ λέγομεν αὐτοὺς μόνον ἀκρατεῖς, ὡς ἑτέρους ὄντας τοῦ κυρίως ἀκρατοῦς τοῦ ἄνευ προσθήκης, καὶ λεγομένους καὶ αὐτοὺς ἀκρατεῖς καθ’ ὁμοιότητα ἐκείνου τοῦ κυρίως ἀκρατοῦς. ὥσπερ γὰρ οἱ κυρίως ἀκρατεῖς λέγονται ἀκρατεῖς διὰ τὸ ὑπερβολικῶς χρᾶσθαι τοῖς ἀφροδισίοις, οὕτω καὶ οὗτοι λέγονται ἀκρατεῖς οἱ μετὰ προσθήκης ὡς ὑπερβολικῶς καὶ ἀμέτρως ἀσπαζόμενοι νικᾶν καὶ πλουτεῖν. διαφέρουσι δὲ ὅτι ἐκεῖνοι οἱ περὶ τὰ ἀφροδίσια λέγονται μόνον ἀκρατεῖς, οὗτοι δὲ ὡς περὶ τὰς τιμὰς καὶ νίκας καὶ πλοῦτον μετὰ προσθήκης λέγονται ἀκρατεῖς. ἔχουσι δὲ ὁμοιότητά τινα κατὰ τὸ ὑπερβολικόν. ὥσπερ καὶ ἦν τις νικήσας εἰς τὰ Ὀλύμπια, καὶ ἤκουεν Ἄνθρωπος,2 ὥσπερ ὁ δεῖνα ἀκούει Σωκράτης ἢ Πλάτων. ἐκείνου γὰρ ὁ κοινὸς λόγος, ἤτοι ὁ καθόλου ἄνθρωπος, ἤτοι τὸ ζῷον λογικὸν θνητόν, μικρὸν διέφερε τοῦ ἰδίου ὀνόματος· ἄνθρωπος γὰρ καὶ οὗτος ἤκουε· μικρὰ γάρ τις προσθήκη ποιεῖ τὴν διαφοράν. οἱ μέλλοντες γὰρ δηλῶσαι αὐτὸν καὶ διαχωρίσαι αὐτὸν ἀπὸ τοῦ καθόλου προσετίθουν, ὅτι ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκώς. ἀλλ’ ὅμως εἰ καὶ μικρῷ διέφερεν ὁ ἄνθρωπος τοῦ καθόλου ἀνθρώπου καὶ ὁμοιότητα εἶχόν τινα, ἀλλ’ ὅμως ἕτερος ἦν ὁ καθόλου ἄνθρωπος τοῦ ἀνθρώπου τοῦ νενικηκότος τὰ Ὀλύμπια. οὗτος γὰρ αἰσθητός, ὁ δὲ καθόλου ἄνθρωπος νοητός. οὕτω καὶ ὁ ἁπλῶς3 ἀκρατὴς καὶ οἱ μετὰ προσθήκης ἀκρατεῖς λεγόμενοι ὁμοιότητα μὲν ἔχουσί τινα, διαφέρουσι δὲ κατὰ τὰ ὑποκείμενα, καὶ ἕτεροι οὗτοί εἰσιν ἐκείνου. Ὅτι δέ εἰσιν ἕτεροι, σημεῖον, ἤτοι δῆλον. ἡ μὲν γὰρ ἀκρασία ψέγεται οὐ μόνον ὡς ἁμαρτία καὶ ὡς ἐκπίπτουσα τοῦ ὀρθοῦ λόγου ἀλλὰ καὶ ὡς κακία, ἢ ἁπλῶς, ἤτοι τελεία κακία ἢ κατὰ μέρος τι, ἢ ἐγγίζουσα τῇ κακίᾳ, καθὸ ἡ μὲν κακία ἔχει τὸν λόγον διεφθαρμένον, ἡ δὲ ἀκρασία ἔχει τὸν λόγον ἐρρωμένον· οὐκ ἔστιν ἡ ἀκρασία τελεία κακία, ἀλλ’ ἐγγίζει τῇ κακίᾳ. οὐδεὶς δὲ τούτων τῶν μετὰ προσθήκης λεγομένων ἀκρατῶν τῶν περὶ τιμὴν καὶ πλοῦτον καταγινομένων ψέγεται, ἀπὸ δὲ τῶν καταγινομένων περὶ τὰς σωματικὰς ἀπολαύσεις, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια, περὶ ἃ λέγομεν τὸν σώφρονα καὶ ἀκόλαστον καταγίνεσθαι, ὁ διώκων τὰς ὑπερβολὰς τῶν ἡδονῶν, ἤτοι τὸ ὑπερβολικῶς ἀφροδισιάζεσθαι, οὐχὶ ἐν τῷ προαιρεῖσθαι, ἤτοι ἀπροαιρέτως, καὶ φεύγων τὰς ὑπερβολὰς τῶν λυπηρῶν, ἤτοι πείνης καὶ δίψης. καὶ ἐπιζητῶν τὰς ὑπερβολὰς πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσιν παρὰ τὴν προαίρεσιν καὶ παρὰ τὴν διάνοιαν, ἤτοι παρὰ τὸν ὀρθὸν λόγον, ἀκρατής ἐστι ἁπλῶς ἄνευ προσθήκης καὶ οὐ κατὰ πρόσθεσιν. ὅτι περὶ τάδε, ἤτοι ὅτι ἀκρατὴς ὀργῆς ἐστιν. ὅτι ἀκρατὴς θυμοῦ ἀλλ’ ἁπλῶς μόνον, ἤτοι ἄνευ προσθήκης ἀκρατής. ὁ δὲ μετὰ προαιρέσεως ζητῶν τὰς ἡδονὰς λέγεται ἀκόλαστος. ὁ γὰρ ἀκρατὴς ἔχει τὸν λόγον ἐρρωμένον, ἀπροαιρέτως δὲ καὶ ἄκων ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται, ὁ δὲ ἀκόλαστος διεφθαρμένον ἔχει τὸν λόγον.

究竟是否存在无条件意义上的不自制者,即不加附加限制而言的,亦即单纯的不自制者,还是所有人都只是在局部意义上、即带有附加限制而被说成“在怒气上不自制”或“在愤恨上不自制”,并且如果存在不加附加限制的不自制者,就必须说明严格意义上、不加附加限制而言的不自制者是关涉何种底层对象活动的。为了说明不自制者关涉何种快乐活动,他对快乐进行了划分,并指出,在产生快感的诸快乐中,有些是必然的(我所说的必然快乐是指身体方面的、关涉滋养的,例如适度地饮食),它是必然的且是惬意的。因为在这些之中也存在过度,而这过度是应受谴责的。因为超越饱足地饮食是应受谴责的。同样,性爱上的快乐对于患有结石病或肾病的人来说也是惬意且必然的,但像荣誉、财富、胜利这类事物虽然不是必然的,却是因其自身而值得选择的。因为所有人都选择致富、获胜以及诸如此类的善物,例如财产、名望、权势。对于那些朝向这些事物走向过度的人,即那些过度追求致富、获胜并求取声名且违背正确理性的人(因为正确理性命令适度地追求致富与获胜)——那些违背存在于其中的正确理性,即在财富和名望上过度且无节制地追求致富与获胜的人,这样的人不被称为无条件意义上的不自制者,即不加附加限制的,而是带有附加限制的。因为我们会附加上“在钱财上不自制”、“在利益上不自制”。但我们不会无条件地、即不加附加限制地称他们为单纯的不自制者,因为他们有别于严格意义上的、不加附加限制的不自制者,并且他们自身也是依据与那个严格意义上的不自制者的相似性而被说成不自制的。因为正如严格意义上的不自制者是因过度享用性爱而被说成不自制的一样,这些带有附加限制的人同样也因过度且无节制地热衷于获胜与致富而被说成不自制。但他们的不同之处在于,关涉性爱的前者被单纯地称为不自制者,而关涉荣誉、胜利和财富的后者则是带有附加限制地被称为不自制者。但他们在过度这一方面具有某种相似性。正如曾有一位在奥林匹亚获胜的人,被称为“人”(正如某人被称为苏格拉底或柏拉图)。因为就他而言,共同的定义,即普遍的人,也就是有理性的必死动物,与他固有的名字相差无几;因为他也同样被称为“人”;因为微小的附加产生了这一差异。那些想要指明他并将他与普遍的人区分开来的人,曾附加上说“在奥林匹亚获胜的人”。然而,即便该人与普遍的人相差无几并具有某种相似性,普遍的人与在奥林匹亚获胜的人仍然是彼此不同的。因为后者是感觉对象,而普遍的人是理智对象。同样,无条件意义上的不自制者与那些带有附加限制而被说成不自制的人虽然具有某种相似性,但他们在底层对象上是不同的,并且后者与前者是彼此不同的。 而他们是彼此不同的,这一点具有迹象,即显而易见。因为不自制不仅作为过失和脱离正确理性而受到谴责,而且作为恶习——无论是无条件意义上的即完全的恶习,还是局部的恶习,或是接近恶习——而受到谴责,这是由于恶习拥有腐败的理性,而不自制则拥有健全的理性;不自制并非完全的恶习,而是接近恶习。但在这些带有附加限制而被言及的、关涉荣誉和财富活动的不自制者中,没有任何人受到[作为恶习的]谴责;另一方面,在关涉身体享乐、即关涉触觉上的快乐亦即性爱活动的人中(我们说节制者与放荡者正是关涉这些活动),那个追求快乐的过度、即过度的性行为,且不在抉择中追求、即非抉择地追求,并逃避痛苦的过度即饥渴的人,以及违背抉择与思想、即违背正确理性而追求触觉和味觉上一切事物的过度的人,乃是无条件意义上、不加附加限制的不自制者,而不是依据附加限制(即“关于这些事”,也就是“在愤恨上不自制”、“在怒气上不自制”),而是单纯地、即不加附加限制的不自制者。而那个出于抉择追求诸快乐的人则被称为放荡者。因为不自制者拥有健全的理性,却非抉择地且违背意愿地被欲望所拖拽,而放荡者则拥有腐败的理性。

语法注3 条
  1. 7.0τοὺς μὲν ὑπερβάλλοντας πρὸς ταῦτα... οἱ τοιοῦτοι οὐ λέγονται

    句子以宾格分词短语 τοὺς μὲν ὑπερβάλλοντας 开始,但在经过长插叙说明后,后半句以主格 οἱ τοιοῦτοι οὐ λέγονται 重新承接,构成了破格(anacoluthon)。译文将此脱落与转折作了自然的衔接。

  2. 7.0ἤκουεν Ἄνθρωπος

    动词 ἀκούω 在此带有主格补足语,意为“被称为……”或“以……之名著称”(相当于 bene/male audire)。此处指某个人直接以“人”(Ἄνθρωπος)作为专名来被称呼。

  3. 7.0ἀπὸ δὲ τῶν καταγινομένων περὶ τὰς σωματικὰς ἀπολαύσεις... ὁ διώκων... ἀκρατής ἐστι ἁπλῶς

    介词短语 ἀπὸ τῶν καταγινομένων 表部分或出处(“在从事……的人之中”),与作为主语的分词短语 ὁ διώκων... 结合,构成其核心主谓结构:“在关涉身体享乐的人之中,追求快乐过度的人……是无条件的不自制者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:423.16-424.37