← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§421.38-423.15

不自制的生理机制与苏格拉底学说的调和

通过醉酒的比喻阐明了不自制者虽拥有全称知识却在个别行为中失足的心理与生理机制,并探讨了这一解释与苏格拉底主知主义命题的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#11

ὥστε ὁ ἀκρατὴς ἔχει μὲν τὸν λόγον τὸν καθόλου, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, καὶ γινώσκει καὶ τὸ μερικόν, ὅτι τόδε μοιχεία, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἄκων παρακινεῖται καὶ μοιχεύει. ὥστε καὶ τὰ θηρία διὰ τοῦτο οὐ λέγεται ἀκρατῆ, διότι οὐκ ἔχουσι τὴν καθόλου ὑπόληψιν, ἤτοι γνῶσιν, ἤτοι τὸν λόγον τὸν καθόλου, ἀλλὰ τῶν μερικῶν ἔχουσι μνήμην ἢ φαντασίαν, οἷον ὁ ὄνος ἐνέπεσε τῷδε τῷ βοθύνῳ, διὸ καὶ ἔκτοτε ἰδὼν τὸν βόθυνον φαντάζεται ὅτι ἐκεῖ ἔπεσε καὶ ἀποφεύγει αὐτόν. ὁ δὲ ἀκρατὴς τὸν λόγον τὸν καθόλου ἔχων ὑπὸ τῆς ἐπιθυμίας ἀκρατεύεται καὶ παραβαίνει αὐτὸν καὶ οἱονεὶ ἀγνοεῖ αὐτὸν ἐν οἷς μοιχεύει. Πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς, ὁ αὐτὸς λόγος, ἤτοι ἡ αὐτὴ αἰτία ἐστί, καὶ ἐπὶ τοῦδε τοῦ πάθους,1 ἤτοι τῆς ἀκρασίας, καὶ οὐκ ἴδιος, ἤτοι οὐχ ἕτερος ἀλλ’ ὁ αὐτός ἐστιν, ὃς ἦν καὶ ἐπὶ τοῦ μεθύοντος, ὅντινα δὴ τὸν λόγον, ἤτοι ἥν τινα δὴ τὴν αἰτίαν, δεῖ ζητῆσαι φυσιολόγον καὶ μαθεῖν παρ’ αὐτοῦ. ἐκεῖνος γὰρ ὁ φυσιολόγος ἀκριβῶς οἶδε, ποῖον μόριον τῆς ψυχῆς πάσχει καὶ ποία δύναμις αὐτῆς πάσχει. ὥσπερ οὖν εἴ τίς ἐστι γραμματικός, εἶτα μεθύσοι, ἀνέρχονται ἀναθυμιάσεις καὶ τὸν νοῦν συσκοτίζουσι καὶ μέχρις οὗ ἐπικρατεῖ ἡ ἀναθυμίασις, οὐ δύναται ὡς γραμματικὸς ἐνεργῆσαι, μετὰ δὲ τὸ λυθῆναι τὴν ἀναθυμίασιν, τότε καὶ ἐνεργεῖ, οὕτω καὶ ἐπὶ τοῦ ἀκρατοῦς· γινώσκει μέν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας τῆς ἄγαν καροῦται ὁ νοῦς αὐτοῦ καὶ ἀπόλλυσι τὴν τοιαύτην γνῶσιν καὶ ἐπιστήμην, μέχρις οὗ κρατεῖ ἡ ἐπιθυμία ἡ σφόδρα, μετὰ δὲ τὸ διαλυθῆναι τὴν ἐπιθυμίαν ἐκείνην τὴν σφοδρὰν εὐθὺς διαλύεται καὶ ἡ ἄγνοια καὶ πάλιν τὴν ἐπιστήμην καὶ γνῶσιν, ἣν εἶχε περὶ τοῦ μοιχεύειν, ἐπαναλαμβάνει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν. ἐπεὶ δὲ ἡ τελευταία πρότασις, ἤτοι ἡ μερικὴ δόξα γνῶσίς ἐστι τοῦ αἰσθητοῦ, ἤτοι τοῦ μερικοῦ, αὕτη δὲ ἡ μερικὴ δόξα κυρία ἐστίν, ἤτοι ἀρχὴ τῶν πράξεων, ταύτην δὲ τὴν μερικὴν δόξαν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν ἢ οὐκ ἔχει, ἤτοι οὐ γινώσκει ὁ ἀκρατὴς ἐν τῷ πάθει ὤν, ἤτοι ἐν οἷς μοιχεύει, ἢ οὕτως ἔχει αὐτήν, ὥστε οὐκ ἦν ἐπίστασθαι,2 ἤτοι ὥστε μὴ ἐπίστασθαι αὐτὴν καὶ γινώσκειν καὶ ἐν νῷ ἔχειν, ἀλλ’ ὥσπερ ὁ μεθύων λέγει μὲν τὰ ἔπη τοῦ Ἐμπεδοκλέους, οὐκ ἐπίσταται δὲ τί λέγει, οὕτως καὶ ὁ ἀκρατὴς λέγει μέν, ὅτι ἡ μοιχεία αὕτη κακόν ἐστιν, οὐ γινώσκει δὲ τί λέγει, καὶ διὰ τὸ μὴ εἶναι τὸν ἔσχατον ὅρον, ἤτοι τὴν μερικὴν πρότασιν καθόλου μηδὲ δοκεῖν αὐτὴν εἶναι ἐπιστημονικὴν ὁμοίως τοῖς καθόλου. ἡ γὰρ ἐπιστήμη τῶν καθόλου ἐστίν, οὐ τῶν μερικῶν, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐπιστημονική. οὐκ ἔστιν ἄτοπον, εἰ ἐπιστήμην μὴ ἔχων, ὅτι τόδε κακόν ἐστι, παρασφάλλει καὶ πταίει ὁ ἀκρατής. ἐπεὶ γὰρ ἡ ἐπιστήμη τῶν καθόλου ἐστίν, οὐκ ἐνεργεῖ δέ τις περὶ τὰ καθόλου, ἀλλὰ τὰ μερικά, τῶν δὲ μερικῶν ἐπιστήμη οὐκ ἔστι, περὶ δὲ τὰ μερικὰ σφάλλει ὁ ἀκρατής, οὐ περὶ τὰ καθόλου, οὐκ ἔστιν ἄτοπον εἰ σφάλλει ὁ ἀκρατὴς οὐκ ἐπιστήμην ἔχων. τότε γὰρ ἦν ἄτοπον, εἰ περὶ τὰ καθόλου ἐσφάλη,3 ὧν καὶ τὴν ἐπιστήμην ἔχει· ἐπεὶ δὲ περὶ τὰ μερικὰ σφάλλει, οὐδέν ἐστιν ἄτοπον. τῶν γὰρ μερικῶν ἐπιστήμη οὐκ ἔστι. καὶ ἔοικε συμβαίνειν ὃ ἐζήτει ὁ Σωκράτης. ὁ γὰρ Σωκράτης ἔλεγεν, ἀδύνατον εἶναί τινα ἔχοντα ἐπιστήμην παρασφάλλεσθαι κατὰ τὴν οἰκείαν ἐπιστήμην ἣν ἔχει· τοῦτο συμβαίνει κἀνταῦθα. ὁ γὰρ ἀκρατὴς οὐ σφάλλει περὶ τὰ καθόλου, ὧν καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ περὶ τὰ μερικά, ὧν οὐκ ἔστιν ἐπιστήμη. οὐ γὰρ τῆς ἐπιστήμης παρούσης, ἣ κυρία πάντων ἐστὶ καὶ κρατοῦσα, γίνεται τὸ πάθος, ἤτοι, ἡττᾶται ὁ ἀκρατὴς ὑπὸ τοῦ πάθους, οὐδὲ ἡ αὐτὴ ἐπιστήμη περιέλκεται καὶ σύρεται ὑπὸ τῆς ἐπιθυμίας, ἀλλ’ ἡ αἰσθητική, ἤτοι ἡ μερικὴ δόξα ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας. περὶ γὰρ ταύτην σφάλλει ὁ ἀκρατὴς καὶ ταύτης, τῆς μερικῆς δόξης παρούσης, ἡττᾶται ὑπὸ τοῦ πάθους. τὸν γὰρ λόγον τὸν καθόλου λέγει μόνον, καὶ τῷ ἀέρι διαλύεται, περὶ δὲ τὰ μερικὰ ἐνεργεῖ. περὶ μὲν τοῦ εἴτε εἰδὼς ὁ ἀκρατὴς ἡττᾶται εἴτε μὴ εἰδώς, καὶ εἰ εἰδὼς ἡττᾶται, πῶς οἶδεν, ἆρά γε κατὰ ἐπιστήμην ἢ δόξαν, ἱκανῶς διελέχθημεν.

因此,不自制者虽拥有全称理性(逻各斯),即通奸是恶的,并且也知晓特称事物,即这是通奸,却因欲望而在违背意愿的情况下被驱使去通奸。因此,野兽正由于此缘故而不被称为不自制的,因为它们不具有全称概念,即认识亦即全称理性,而只具有对特称事物的记忆或表象;正如驴掉进了这个水坑,因此自那以后看见水坑便表象自己掉在那里而避开它。但不自制者虽拥有全称理性,却因欲望而失去自制并违背它,并且在通奸的当口犹如不知道它一样。 至于不自制者的无知是如何解除的,在这一激情(即不自制)中也是同一个道理,即同一个原因,并且不是特殊的,即并非不同而是同一个,正是那个在醉汉身上成立的道理;关于这道理即这原因,应当探寻自然哲学家并向他学习。因为那位自然哲学家确切知道灵魂的哪个部分受影响,以及灵魂的哪种能力受影响。正如假若某人是文法家,随后喝醉了,蒸气上升而使理智昏暗,只要蒸气占据优势,他就无法作为文法家而活动,而在蒸气解除之后才进行活动;在不自制者身上也是如此:他虽知晓通奸是恶的,却因过度的欲望使理智麻痹,只要剧烈的欲望占据主导,他就丧失了这样的认知与知识,而在那剧烈的欲望消散之后,无知也随即消散,并重新获得关于通奸所拥有的知识与认识,即通奸是恶的。 而既然最后的前提即特称意见是对感觉对象即特称事物的认知,且这一特称意见是主导性的,即行为的始基,但不自制者在处于激情之中时(即在通奸的当口),或者并不拥有(即并不认识)这一特称意见——即通奸是恶的,或者虽拥有它,却以至于不可能去理解,即以至于不理解它、不知晓它也不把它存留于心;而是正如醉汉诵读恩培多克勒的诗句,却不理解自己所诵读的是什么,不自制者同样也说着“这桩通奸是恶的”,却并不知晓自己所说的是什么;并且这乃是由于终极词项即特称前提不是全称的,也不像全称者那样看似是合乎科学知识的。因为科学知识是对全称者的,而非对特称者的,为此缘故它并非合乎科学知识的。如果缺少关于“这是恶的”的科学知识,不自制者出现闪失与绊倒,这并不是荒谬的。因为既然科学知识是对全称者的,而人并不关涉全称者活动,而是关涉特称者活动,特称者又没有科学知识,而不自制者出现差错是关涉特称者而非全称者,那么不自制者在没有科学知识的情况下出现差错就毫不荒谬。因为唯有当他关涉自己拥有科学知识的全称者出现差错时,那才是荒谬的;但既然他是关涉特称者出现差错,就丝毫没有荒谬之处。因为特称者是没有科学知识的。 而且苏格拉底所探求的事物似乎得以成立了。因为苏格拉底曾说,拥有科学知识的人不可能在自己所拥有的固有知识上发生失误;这一点在此处也得以成立。因为不自制者并非关涉自己拥有科学知识的全称者出现差错,而是关涉没有科学知识的特称者出现差错。因为并非当统摄一切且居于支配地位的科学知识临在时,激情才产生(即不自制者被激情所压倒),也不是知识自身被欲望牵引拉扯,而是感觉性的即特称意见被欲望所压倒。因为不自制者正是关涉此特称意见出现差错,并且在此特称意见临在时被激情所压倒。因为他只是口头诵出全称理性,而它消散于空气中,但他是在特称者上进行活动。 关于不自制者究竟是在知情还是不知情的情况下被压倒,以及若是在知情的情况下被压倒,他是如何知晓的——究竟是依据科学知识还是依据意见,我们已经作了充分的讨论。

语法注3 条
  1. 7.0Πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς, ὁ αὐτὸς λόγος, ἤτοι ἡ αὐτὴ αἰτία ἐστί, καὶ ἐπὶ τοῦδε τοῦ πάθους

    间接疑问从句“至于不自制者的无知是如何解除的”(Πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς)作为先行论题置于句首,随后以句法上松散的破格语法(破格文)连接主句“同一个道理……成立”(ὁ αὐτὸς λόγος... ἐστί)。

  2. 7.0ὥστε οὐκ ἦν ἐπίστασθαι

    在由 ὥστε 引导的结果从句中,未完成过去时 ἦν 搭配不定式 ἐπίστασθαι 表达非人称的潜在可能性(“不可能理解/认知”)。注疏者随后的转述 ὥστε μὴ ἐπίστασθαι αὐτὴν καὶ γινώσκειν 明确展示了该句法功能。

  3. 7.0τότε γὰρ ἦν ἄτοπον, εἰ περὶ τὰ καθόλου ἐσφάλη

    这是一个与过去事实相反的虚拟条件句:归结从句使用未带 ἄν 的非人称表达 ἦν ἄτοπον(表示必要、可能、理应的形容词加 ἦν 之常规用法),条件从句使用直陈式过去时(不定过去被动态)ἐσφάλη,表达“假若他当时在全称事物上失误,那才是荒谬的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:421.38-423.15