← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§420.21-421.38

不自制者的言辞非理解与欲望的推论干预

作者阐明不自制者虽口吐源自知识的言辞,却犹如醉汉或演员一般并未真正理解,并进一步解释了在实践推论中欲望如何介入全称与单称意见之间从而导致不自制的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#10

εἰ δὲ καὶ λέγουσιν οἱ ἀκρατεῖς τοὺς λόγους τοὺς ἀπὸ τῆς ἐπιστήμης (ἐπιστάμενοι γὰρ οἱ ἀκρατεῖς ὅτι κακὸν τὸ μοιχεύειν, λέγουσιν ὅτι κακόν ἐστι τὸ μοιχεύειν), οὐδὲν σημεῖον,1 ἤτοι οὐδὲν πρὸς τὸν λόγον. καὶ γὰρ οἱ ὄντες ἐν τοῖς πάθεσι τούτοις, ἤτοι ἐν τῇ μέθῃ ἢ ἐν μανίᾳ, ἤτοι οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, λέγουσιν ἀποδείξεις, ἤτοι ἀποδεικτικοὺς συλλογισμοὺς καὶ λόγους τοῦ Ἐμπεδοκλέους, οὐ νοοῦσι δὲ τί λέγουσιν. ὁμοίως δὲ καὶ οἱ παῖδες οἱ νῦν πρῶτον ἀρξάμενοι μανθάνειν συνείρουσι μὲν καὶ λέγουσι “μῆνιν ἄειδε θεά”, οὔπω δὲ ἴσασι καὶ νοοῦσι τί λέγουσι. δεῖ γὰρ συμφῦναι, ἤτοι δεῖξιν λαβεῖν πρῶτον τῶν μαθημάτων καὶ οἱονεὶ φύσιν γενέσθαι τὴν ἕξιν ἐν αὐτοῖς, καὶ οὕτως ἕξουσι καὶ τὸ νοεῖν ἃ λέγουσι. τοῦτο δέ, ἤτοι τὸ λαβεῖν ἕξιν τῶν μαθημάτων, διὰ χρόνου πολλοῦ καὶ κόπου γίνεται. καὶ καθάπερ οἱ ὑποκρινόμενοι λέγουσι μὲν ἔπη τοῦ Ὁμήρου, ὑπεισδυόμενοι πρόσωπον Ἕκτορος ἢ Ἀχιλλέως, οὐ μέντοι γε δὲ νοοῦσι τί λέγουσιν, οὕτω καὶ οἱ ἀκρατεῖς λέγουσι μέν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, σκοτιζόμενοι δὲ ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν οὐ δύνανται νοῆσαι τί λέγουσι, καὶ ἐπεὶ οὐ νοοῦσι τί λέγουσιν, οὐκ ἄτοπόν ἐστιν, εἰ παρασφάλλουσι, καὶ τὴν μοιχείαν ὡς ἀγαθὸν νομίζοντες πράττουσι. τοῦτο οὖν τὸ ἐπιχείρημα ὁ Ἀριστοτέλης μᾶλλον τῶν ἄλλων ἐπιχειρημάτων ἀποδέχεται. Τῶν δοξῶν ἡ μέν ἐστι καθόλου, ἡ δὲ ἑτέρα περὶ τὰ καθ’ ἕκαστα, ἤτοι μερικά, ὧντινων τῶν μερικῶν τῶν μὲν ὁρατῶν ἡ αἴσθησις, ἤτοι ἡ ὅρασις, ἐστὶ κυρία καὶ ἀντιληπτική. ὅταν δὲ μία γένηται ἐξ αὐτῶν συμπλακέντων, τῆς τε καθόλου καὶ τῆς μερικῆς, ἤτοι ὅταν δὲ μίξῃς τὴν μερικὴν δόξαν καὶ τὴν καθόλου καὶ συλλογίζῃ, ἀνάγκη ἐπί τινων φάναι, ἤτοι ὁμολογεῖν καὶ φάσκειν τὸ συμπέρασμα, οἷον ὅταν ὦσιν αἱ προτάσεις διανοητικαί, οἷον ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, ὁ Σωκράτης ἄρα ζῷον. ἐνταῦθα οὐ δεῖ πρᾶξαι τὸ συμπέρασμα, ἐν δὲ ταῖς ποιητικαῖς, ἤτοι εἰ δὲ ὦσιν αἱ δόξαι ποιητικαί, ἤτοι πρακτικαί, οὐ δεῖ τὸ συμπέρασμα φάναι ἀλλὰ πρᾶξαι, οἷον εἰ εἴπω, τόδε γλυκύ ἐστι, παντὸς δὲ γλυκέος ἀπογεύεσθαι δεῖ· ὡς ἕν τι,2 ἐπεὶ τὸ συμπέρασμα ἀπὸ τῶν καθ’ ἕκαστα, ἤτοι μερικῶν ἐστι καὶ πρακτῶν, ἀνάγκη τὸν συλλογιζόμενον εἴ που δύναται καὶ οὐ παρά τινος κωλύεται καὶ ἐμποδίζεται, ἅμα τοῦτο πρᾶξαι καὶ ἀπογεύσασθαι τοῦδε τοῦ γλυκέος. ὅταν οὖν ἡ μὲν καθόλου δόξα κωλύῃ ἀπογεύεσθαι, ἡ λέγουσα, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, ἡ δ’ ἄλλη, ἤτοι ἡ καθόλου δόξα λέγῃ πᾶν τὸ γλυκὺ ἡδύ, ἔστι δὲ καὶ μερικὴ δόξα, ὅτι τόδε γλυκύ· αὕτη δὴ ἡ μερικὴ δόξα ἐνεργεῖ, ἤτοι περὶ αὐτὴν τὴν μερικὴν δόξαν ἅπασαν ἐνεργεῖ. τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα καὶ ἡ ἀναγκάζουσά σε τοῦδε τοῦ γλυκέος ἀπογεύεσθαι. ἡ μέν, ἤτοι ἡ καθόλου δόξα, ἡ λέγουσα, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, κελεύει φεύγειν τόδε τὸ ἡδὺ καὶ μὴ ἀπογεύεσθαι τούτου, ἡ δὲ ἐπιθυμία ἄγει καὶ παρακινεῖ σε καὶ ἄκοντα ἀπογεύσασθαι τοῦδε τοῦ γλυκέος. ἡ γὰρ ἐπιθυμία οὐ μόνον παρακινεῖ τὴν ψυχὴν ἀλλὰ καὶ ἕκαστον τῶν μορίων τοῦ σώματος κινεῖ, ὥστε καταντῆσαι καὶ φθάσαι εἰς τὸ ὀρεκτὸν καὶ τούτου ἀπογεύσασθαι. ὥστε συμβαίνει ὑπὸ τοῦ λόγου τοῦ καθόλου, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, καὶ ὑπὸ τῆς δόξης τῆς μερικῆς, ὅτι τόδε γλυκύ ἐστιν, ἀκρατεύεσθαί πως.3 εἶπε δὲ τὸ πως ἵνα δείξῃ, ὅτι οὐκ ἀμέσως ἀκρατεύεται ὑπὸ τοῦ λόγου τοῦ καθόλου καὶ τῆς μερικῆς δόξης, ἀλλὰ διὰ μέσης τῆς ἐπιθυμίας, ἣ ἐναντία ποιεῖ τὴν δόξαν τὴν καθόλου καὶ τὴν μερικήν. οὐκ ἐναντία δέ ἐστι καθ’ αὑτὸ ἡ δόξα ἡ μερική, ἡ λέγουσα ὅτι τόδε γλυκύ ἐστι, τῷ λόγῳ τῷ καθόλου, τῷ λέγοντι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ. ποίαν γὰρ ἐναντιότητα ἔχουσι, γίνονται δὲ ἐναντία κατὰ συμβεβηκός. διότι γὰρ συμβέβηκε τῇ ἐπιθυμίᾳ συνελθεῖν τῇ μερικῇ δόξῃ καὶ καταναγκάσαι τὴν γεῦσιν γεύσασθαι τοῦδε τοῦ γλυκέος, τούτου χάριν εἰσὶν ἐναντία ἡ δόξα ἡ μερικὴ καὶ ἡ καθόλου. ἡ γὰρ ἐπιθυμία ἐστὶν ἡ ποιοῦσα ταῦτα ἐναντία, ἤτοι τὸν λόγον τὸν καθόλου καὶ τὴν δόξαν τὴν μερικήν, ἀλλ’ οὐχὶ ἡ δόξα ἡ μερικὴ αὐτὴ καθ’ αὑτήν ἐστιν ἐναντία τῷ ὀρθῷ λόγῳ, ἤτοι τῷ καθόλου.

假若不自制者也说出来自知识的言辞(因为不自制者知晓通奸是恶的,而说着“通奸是恶的”),这并不是任何证明,也就是说与论题无关。因为处于这些激情之中的人,即处于醉酒或发狂之中的人,也就是醉汉和狂人,也会背诵证明(即论证性三段论)以及恩培多克勒的诗句,却并不理解自己所说的是什么。同样,刚刚开始学习的孩童虽然能连缀诵读“女神啊,请歌唱愤怒”,却尚未知晓也不理解自己所诵读的是什么。因为必须与之融为一体,也就是说必须首先获得关涉学习内容的品质,并让这种品质在他们内里犹如天性一般生成;唯有如此,他们才会拥有对自己所说之事的理解。而这一点,即获得关涉学习内容的品质,需要经过漫长的时间与辛劳方能实现。正如演员们戴上赫克托耳或阿喀琉斯的面具登台,虽背诵荷马的诗句,却并非真正理解自己所说的是什么;同样,不自制者虽也口称“通奸是恶的”,但因被可耻的快乐所蒙蔽,无法理解自己所说的是什么;既然他们并不理解自己所说的是什么,那么假若他们失足,把通奸当作善事而施行,也就毫不荒谬了。因此,亚里士多德比起其他论证来更加接受这个论据。 在诸意见中,一种是全称的,另一种则关涉个别事物即单称事物;在这些个别事物中,对于可见之物而言,感觉即视觉是具有支配权且能感知的。当全称与特称这两者结合而从中产生出单一的意见时,也就是说当你将特称意见与全称意见结合起来进行推论时,在某些情况下必然要断言结论,即赞同并陈述结论;例如当前提是纯思想性的前提时,如“苏格拉底是人,人是动物,所以苏格拉底是动物”。在此处无需去实行结论;但在制作性的前提中,即如果这些意见是制作性的亦即实践性的,则无需断言结论,而是要去实行结论;例如若我说:“这是甜的,而凡甜食皆应当品尝”。由于结论来自个别事物,即单称且可实践的事物,因而作为一个整体,进行推论的人假若有能力且不受任何阻碍与妨碍,就必然同时去实行此事,品尝这甜食。因此,当那个全称意见阻止品尝——即说“任何甜食皆不当品尝”的那一意见——而另一个全称意见则说“凡甜食皆令人愉悦”,并且还有特称意见认为“这是甜的”;正是这个特称意见在活动,也就是说关涉这整个特称意见在活动。而碰巧欲望也内在于其中,正是它强迫你去品尝这甜食。前者即说“任何甜食皆不当品尝”的全称意见命令避开这愉悦之物而不去品尝它,欲望却引导并驱使你违背心愿去品尝这甜食。因为欲望不仅驱使灵魂,而且推动身体的每一个肢体,以至于抵达并触及欲望的对象并品尝它。因此结果是:由于“任何甜食皆不当品尝”的全称理性(逻各斯)以及“这是甜的”这一特称意见,在某种意义上变得不自制。而他说“在某种意义上”,是为了表明并非直接由于全称理性和特称意见而变得不自制,而是通过欲望的中介,正是欲望使得全称意见与特称意见成为相反的。但是,说“这是甜的”的特称意见,就其自身而言与说“任何甜食皆不当品尝”的全称理性并不是相反的;因为它们拥有何种相反性呢?毋宁说它们是偶性地成为相反的。因为碰巧欲望与特称意见结合在一起,并强迫味觉去品尝这甜食,正是为此缘故,特称意见与全称意见才成为相反的。因为正是欲望使得这些(即全称理性与特称意见)成为相反的,而非特称意见就其自身而言与正确理性(即全称理性)相反。

语法注3 条
  1. 7.0οὐδὲν σημεῖον

    系词(ἐστί)的省略。紧随其后的解释“ἤτοι οὐδὲν πρὸς τὸν λόγον”(即与论题无关)确认了其表语功能,表明该言辞不能作为否定不自制现象的有效证据。

  2. 7.0ὡς ἕν τι

    作状语使用,指全称大前提与单称小前提相结合,构成一个统一的实践推论。它修饰随后的“ἐπεὶ τὸ συμπέρασμα... ἀνάγκη... ἅμα τοῦτο πρᾶξαι”,表示前提一旦结合为一体,行动便作为直接结果毫无延宕地同时发生。

  3. 7.0ὥστε συμβαίνει ὑπὸ τοῦ λόγου τοῦ καθόλου... ἀκρατεύεσθαί πως

    对亚里士多德原文(1147b1–3)的注解与转述结构。介词短语“ὑπὸ τοῦ λόγου... καὶ ὑπὸ τῆς δόξης”修饰不定词“ἀκρατεύεσθαι”。正如注疏者随后所解释的,限定词“在某种意义上(πως)”在句法上用于表明理性和意见并非直接原因,而是通过欲望的中介偶然地成为相反者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:420.21-421.38