← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§419.1-420.20

特称前提的无知与激情对知识运用的阻碍

厄斯特拉提奥斯详细阐明了关涉自身的普遍前提与关涉对象的普遍前提之分别,以此解释不自制者因不知特称前提而犯错的原因,并提出第三个论据,论述了因睡眠、醉酒、狂乱或强烈激情而阻碍知识现实运用的状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#9

ἑαυτὸν γὰρ πάντως οὐδεὶς ἀγνοεῖ· οἷον ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ ξηρά, καθόλου πρότασίς ἐστιν ἐφ’ ἑαυτοῦ, καὶ διὰ τοῦτο ἐξ ἀνάγκης γινώσκειν μέλλει καὶ τὴν μερικήν, οἷον ὅτι ἐγὼ ξηρός εἰμι, καὶ διὰ τί ἐμοὶ συμφέρει τὰ ξηρά· ἢ οὗτος ξηρός ἐστιν, ἐπεὶ καὶ ἄνθρωπός ἐστι, καὶ διὰ τοῦτο συμφέρει αὐτῷ τὰ ξηρά. καὶ πάλιν ἑτέρα πρότασις καθόλου ἐφ’ ἑαυτοῦ· ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ δίκαια πράττειν· ἐξ ἀνάγκης οὖν γινώσκειν μέλλει καὶ τὰ μερικά, ὅτι καὶ ἐγὼ ἄνθρωπός εἰμι· συμφέρει ἄρα καὶ ἐμοὶ καὶ τὰ δίκαια πράττειν. ὅταν δὲ ἐπὶ τοῦ πράγματος ᾖ τὸ καθόλου, οἷον ὅτι πᾶν ξηρὸν τοιόνδε ἐστίν, ἤτοι ὠφέλιμον, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν τὸ μερικόν, ἢ τὸ ὅτι ξηρὸν τὸ τοιόνδε. παράδειγμά ἐστι τοῦ καθόλου τοῦ ἐπὶ τοῦ πράγματος· ὅτι πᾶν μὲν τὸ ξηρὸν τοιόνδε, ἤτοι ὠφέλιμόν ἐστι, γινώσκει, ἀλλὰ τὸ μερικόν, ὅτι τόδε τὸ ὁρώμενον τοιόνδε ἐστίν, ἤτοι ξηρόν, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν, ἀλλ’ εἰ τόδε τὸ ὁρώμενόν ἐστι τοιόνδε, ἤτοι ξηρόν. ἢ οὐκ ἔχει, ἤτοι ἢ οὐ γινώσκει, ἢ εἰ καὶ γινώσκει, ἀλλ’ οὐκ ἐνεργεῖ περὶ αὐτό.1 ὁμοίως δὲ καὶ τὸ πᾶς ἐλλέβορος καθαίρει γινώσκει μέν, ἀλλ’ εἰ τόδε ἐλλέβορός ἐστιν, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν. τὸ πᾶς ἐλλέβορος καθόλου· καθόλου ἐστὶν ἐπὶ τοῦ πράγματος. κατὰ τοὺς δύο οὖν τρόπους τῶν προτάσεων, ἤτοι τὴν καθόλου καὶ μερικήν, διαφέρειν ἀμήχανον ὅσον,2 ἤτοι κατὰ πολύ, ὥστε δοκεῖν οὐδὲν ἄτοπον, οὕτως μὲν εἶναι, ἤτοι παρασφάλλειν καὶ πταίειν, εἰ τὸ καθόλου γινώσκει, τὸ δὲ μερικὸν ἀγνοεῖ. κατὰ γὰρ τὸ καθόλου οὐδεὶς ἀγνοεῖ, ἀλλὰ κατὰ τὰ μερικά, καὶ διὰ τοῦτο εἰ ἀγνοῶν τις τὴν μερικὴν πρότασιν παρασφάλλει, οὐδὲν ἄτοπον. θαυμαστὸν δέ ἐστι καὶ παράξενον ἄλλως, ἤτοι εἰ γινώσκων τις καὶ τὸ καθόλου καὶ τὸ μερικὸν παρασφάλλει. καὶ ὁ ἀκρατὴς οὐδὲν ἄτοπόν ἐστιν, εἰ γινώσκει μὲν τὸ καθόλου, ὅτι τὸ μοιχεύειν κακόν ἐστι, τὸ δὲ μερικὸν ἀγνοῶν καὶ ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος, ὡς ἀγαθὸν οἴεται εἶναι τὸ μοιχεύειν, παραπταίει καὶ μοιχεύει. Ἔτι ἕτερον ἐπιχείρημά τι ἴσον αὐτὸ μὲν ὂν τῷ πρώτῳ ἐπιχειρήματι, διαφέρει δέ, διότι ἐκεῖ μὲν εἶχε τὴν ἐπιστήμην, ἑκὼν δὲ οὐκ ἐνήργει, ἐνταῦθα δὲ ἔχει μὲν τὴν ἐπιστήμην, ἄκων δὲ οὐκ ἐνεργεῖ. ὑπὸ γὰρ τῆς μέθης ἢ τοῦ θυμοῦ κωλύεται ἐνεργῆσαι. ἔτι ὑπάρχει μὲν τοῖς ἀνθρώποις τὸ ἔχειν τὴν ἐπιστήμην κατὰ ἄλλον τρόπον τῶν δύο ἐπιχειρημάτων τῶν νῦν ῥηθέντων.3 ἐν τῷ γὰρ ἔχειν μὲν τὴν ἐπιστήμην, μὴ χρῆσθαι δέ, ἤτοι μὴ ἐνεργεῖν δὲ κατ’ αὐτὴν τῷ κωλύεσθαι, ὁρῶμεν τὴν ἕξιν διαφέρουσαν, ὥστε καὶ ἔχειν πως τὴν ἕξιν καὶ μὴ ἔχειν. οἷον ὁ καθεύδων, εἰ ἔστι γεωμέτρης, καὶ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται καὶ μὴ ἔχειν. ᾗ μὲν γὰρ ἔχει τὴν ἕξιν, ῥηθήσεται ἐπιστήμων, ἤτοι ἔχων τὴν ἐπιστήμην, ᾗ δὲ κωλύεται ὑπὸ τοῦ ὕπνου, ὥστε ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην, οὐκ ἐπιστήμων ῥηθήσεται μηδὲ ἔχειν ἐπιστήμην. ὁμοίως δὲ καὶ ὁ οἰνωμένος, ἤτοι ὁ μεθύων, καὶ ὁ μαινόμενος καὶ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται καὶ μὴ ἔχειν, εἰ γεωμέτρης ἐστίν. ᾗ μὲν γὰρ ἔχει τὴν ἐπιστήμην καὶ τὴν ἕξιν, ῥηθήσεται ἔχειν ἐπιστήμην, ᾗ δὲ κωλύεται ὑπὸ τῆς μέθης ἢ τῆς μανίας, ὥστε μὴ ἐνεργεῖν κατὰ τὴν οἰκείαν ἐπιστήμην, μὴ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται. ἀλλὰ καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες, ἤτοι οἱ τοῖς ἀφροδισίοις κατεχόμενοι ἢ ὑπὸ τοῦ θυμοῦ, οὕτω διατίθενται ὡς οἱ μεθύοντες καὶ οἱ μαινόμενοι. κεκαρωμένοι γὰρ καὶ οὗτοι καὶ μεθύοντες ὑπὸ τῶν ἀφροδισίων εἰσὶ καὶ ὥσπερ μαινόμενοι, ὁμοίως δὲ καὶ ὑπὸ τοῦ θυμοῦ. οἱ θυμοὶ γὰρ καὶ αἱ ἐπιθυμίαι τῶν ἀφροδισίων οὐ μόνον τὴν ψυχὴν ἀλλοιοῦσι καὶ οἱονεὶ μεθύειν αὐτὴν παρασκευάζουσιν, ἀλλὰ φανερῶς τὸ σῶμα μεθιστῶσιν, ἤτοι ἀλλοιοῦσιν. εἰ γάρ τις θυμῷ κατέχεται, ἴδοις ἂν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐρυθρούς, ὁμοίως δὲ καὶ εἴ τις ἐρᾷ, ἴδοις ἂν τὸ πρόσωπον αὐτοῦ ὠχρόν. ὁμοίως δὲ καὶ οἱ ἐρῶντες ὑπὸ τοῦ ὑπερβολικοῦ ἔρωτος εἰς μανίαν ἐτράπησαν καὶ ἐξεστηκότες ἐγένοντο. δῆλον οὖν ὅτι οἱ ἀκρατεῖς ὁμοίως ἔχουσι τούτοις τοῖς μεθύουσι καὶ τοῖς μαινομένοις. ὥσπερ γὰρ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔχουσι μὲν τὴν ἐπιστήμην, κωλύονται δὲ ὑπὸ τῆς μέθης ἢ τῆς μανίας καὶ ἐνεργῆσαι κατὰ ταύτην, οὕτω καὶ οἱ ἀκρατεῖς ἔχουσι μὲν τὸν λόγον ἐρρωμένον καὶ γινώσκουσιν, ὅτι κακόν ἐστι τὸ πορνεύειν, κωλύονται δὲ ὑπὸ τῆς σφοδρᾶς ἐπιθυμίας, τῆς αἰσχρᾶς, ἐνεργῆσαι καθὼς ὁ λόγος προστάττει.

因为对于自身,绝无任何人是完全无知的。例如,“干食对每个人都有益”是一条关涉自身的普遍前提,因此人必然也知晓特称(单称)前提,例如“我是干燥体质”,以及“为何干食对我有利”;或者“这个人是干燥体质,因为他也是人,所以干食对他有益”。再如另一条关涉自身的普遍前提:“行公义之事对每个人都有益”;因此必然也知晓个别之事,即“我也是人;因此行公义之事对我也有益”。但是,当普遍前提关涉对象时,例如“凡干食皆属此类,即有益之物”,人们并不必然知晓特称前提,或知晓“此类之物即是干食”。关涉对象的普遍前提的例子如下:人们知晓“凡干食皆属此类,即是有益的”,但并不必然知晓特称前提,即“眼前所见的这个东西属于此类,即是干食”;至于“眼前所见的这个东西是否属于此类即干食”,他要么不具有即不知晓,要么即使知晓也并未关涉它而活动。同样,“凡嚏根草皆致泻”,这一点他是知晓的,但“这个东西是否是嚏根草”,他并不必然知晓。“凡嚏根草”是普遍的,是关涉对象的普遍。因此,按照前提的这两种方式,即全称与特称,其间的差异极其巨大,即相差甚多,以至于显得如下情况毫不荒谬:如果有人知晓全称前提而不知晓特称前提,从而如此这般,即失足跌倒。因为在全称方面没有人无知,而是在特殊事物上无知;为此,若有人因不知晓特称前提而失足跌倒,这毫不荒谬。但在另一种情况下则是惊人且奇特的,即假若有人既知晓全称前提又知晓特称前提却仍失足跌倒。不自制者也是如此:他若知晓全称之点即“通奸是恶的”,但不知晓特称之点,并被欲望所压倒,以为通奸是善的,从而失足并通奸,这丝毫不荒谬。 还有另一个论据,它本身与第一个论据同等,但有所不同:因为在前者中某人拥有知识却自愿地不活动,而在此处某人拥有知识却非自愿地不活动。因为他是因醉酒或愤怒而被阻碍去活动的。此外,以不同于刚才所说的两个论据的方式拥有知识,这是属于人的。因为在拥有知识却不使用它(即由于受到阻碍而不依照它活动)这一点上,我们看到其品质有所不同,以至于在某种意义上既拥有该品质又未拥有该品质。例如沉睡之人,假若他是几何学者,将被说成既拥有知识又未拥有知识。因为就其拥有品质而言,他将被说成是有知识者,即拥有知识的人;但就其因睡眠而受阻、以至于不能依照知识活动而言,他将被说成既非有知识者亦未拥有知识。同样,饱饮黄汤之人(即醉汉)与发狂之人,假若他们是几何学者,也将被说成既拥有知识又未拥有知识。因为就其拥有知识与品质而言,将被说成拥有知识;但就其因醉酒或发狂而受阻、以至于不能依照切近知识活动而言,将被说成未拥有知识。不仅如此,处于激情之中的人,即被肉欲或愤怒所支配的人,其状态也与醉酒者和狂人相同。因为这些人也被肉欲所麻痹、灌醉,并且宛如狂人,在愤怒之下亦复如此。因为愤怒与对肉欲的欲望不仅改变灵魂并使其仿佛醉倒,而且显而易见地移易(即改变)身体。因为假若有人被愤怒支配,你会看到他的眼睛通红;同样,假若有人热恋,你会看到他的脸色苍白。同样,热恋之人因过度的情爱而转入疯狂并变得神魂颠倒。由此可见,不自制者的状态与这些醉汉和狂人相同。因为正如醉汉和狂人虽拥有知识,却因醉酒或发狂而受阻无法依照它活动,不自制者同样也拥有健全的理性(逻各斯)并知晓行淫是恶的,却因激烈且可耻的欲望而受阻,无法依照理性所命令的那样去活动。

语法注3 条
  1. 7.0ἀλλ’ εἰ τόδε τὸ ὁρώμενόν ἐστι τοιόνδε, ἤτοι ξηρόν. ἢ οὐκ ἔχει, ἤτοι ἢ οὐ γινώσκει, ἢ εἰ καὶ γινώσκει, ἀλλ’ οὐκ ἐνεργεῖ περὶ αὐτό.

    间接疑问从句 εἰ τόδε τὸ ὁρώμενόν ἐστι τοιόνδε(“眼前所见的这个东西是否属于此类”)前置,作为后续谓语(ἢ οὐκ ἔχει, ἤτοι ἢ οὐ γινώσκει...)的主题化对象。在句法上呈现为破格结构(anacoluthon),即先提出该疑点,随后接“关于此点,他要么不具有即不知晓,要么虽知晓却不活动”。

  2. 7.0ἀμήχανον ὅσον

    由关系词/疑问词融合形成的习语短语(意为“不可估量地”、“极其巨大地”),作副词修饰不定式 διαφέρειν。紧随其后的 ἤτοι κατὰ πολύ(“亦即很大程度上”)是注解者自己的释义。

  3. 7.0τῶν δύο ἐπιχειρημάτων τῶν νῦν ῥηθέντων

    由形容词 ἄλλον(短语 κατὰ ἄλλον τρόπον 中)所引导的表相异或比较的属格,意为“以不同于刚才所说两个论据的方式”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:419.1-420.20