← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§40.34-41.37

整体的三种含义与追求真理的理念批判

厄斯特拉修阐述了“整体”的三种含义(在部分之先、由部分构成、在部分之中),借此解释了柏拉图学派将理念视为造物主原型的学说,并阐明亚里士多德如何在秉持公正与对柏拉图友谊的同时,为追求真理而展开对理念论的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.48#2

τριχῶς γάρ φασι λέγεσθαι τὸ ὅλον, πρὸ τῶν μερῶν ἐκ τῶν μερῶν καὶ ἐν τοῖς μέρεσι. πρὸ τῶν μερῶν μὲν ἐκεῖνα τὰ εἴδη, ὅτι πρὸ τῶν πολλῶν ἕκαστον ἐκείνων ὑφέστηκεν ἃ πρὸς ἐκεῖνο γέγονεν, ἁπλούστατα ὄντα καὶ ἄυλα· ἐκ τῶν μερῶν δὲ τὰ σύνθετα καὶ εἰς πολλὰ μεριζόμενα, εἴθ’ ὁμοιομερῆ ὡς λίθος εἰς λίθους ὅλον ὂν πρὸς μέρη εἰς ἃ καὶ διαιρετός ἐστιν, ὧν ἕκαστον τό τε ὄνομα καὶ τὸν λόγον τοῦ ὅλου ἐπιδέχεται, εἴτ’ ἀνομοιομερῆ ὡς ἄνθρωπος εἰς χεῖρας πόδας κεφαλήν· οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀνθρώπου ὅμοιον τῷ ὅλῳ, ὡς μήτε τοὔνομα μήτε τὸν λόγον τοῦ ὅλου δεχόμενον· ἐν τοῖς μέρεσι δέ, ὡς τὰ ἐννοηματικά, ἃ καὶ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ λέγεται· ὑστερογενῆ μὲν ὅτι τὰ καθ’ ἕκαστα ὁμοειδῆ ἢ ὁμογενῆ ἡ ψυχὴ θεωρήσασα πρότερον ὑφεστηκότα ἐν σώμασι καὶ τὸ ἐν αὐτοῖς κοινῶς θεωρούμενον λόγον κατὰ ἀφαίρεσιν τὴν ἀπὸ τῆς ὕλης ἐν ἑαυτῇ ὑποστήσασα, ἐπιφέρεται τοῦτον οἰκείως ἑαυτῇ, ἤγουν λογικῶς καὶ ἐπιστημονικῶς· ἐννοηματικὰ δέ, ὅτι μέχρις ἐννοίας τὴν ὑπόστασιν αἱ τοιαῦται ὁλότητες ἔχουσι, μηδαμῇ χωρὶς τῶν καθ’ ἕκαστα ἐξ ὧν καὶ ἐλήφθησαν ἐνεργείᾳ οὖσαι· ἐν τοῖς μέρεσι δέ, ὅτι ἐν τοῖς καθ’ ἕκαστα, πρὸς ἃ καὶ ὁλότητες λέγονται, τὰ περὶ αὐτῶν λεγόμενα ἀναφαίνεται· ἐπὶ τοῖς πολλοῖς δέ, ὅτι μετὰ τὴν ὕπαρξιν τῶν πολλῶν αὐτὰ ἐν ἑαυτῇ ἡ ψυχὴ ὑπεστήσατο. διὰ τοῦτο καὶ τὸ ζῷον τὸ καθόλου οὐδὲν ἢ ὕστερον, αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς Περὶ ψυχῆς εἶπεν· οὐδὲν μὲν ὅτι καθ’ ἑαυτὸ μὴ ὑφέστηκεν, ὕστερον δέ, ὅτι τῇ τῶν πολλῶν ὑπάρξει καὶ καταλύσει ἡ αὐτοῦ ἐπηκολούθησεν ἔννοια. καὶ ταῦτα μὲν περὶ τοῦ καθόλου πῶς ἐνταῦθα λαμβάνεται· ἔλεγον δὲ τὰ εἴδη οἱ λέγοντες παραδείγματα προκεῖσθαι τῷ δημιουργῷ, ἵν’ ἀφορῶν πρὸς αὐτὰ ὡς προκεντήματα καὶ προχαράγματα κατασκευάζῃ τὰ ἔνυλα, λόγους ὄντα ἐκεῖνα δημιουργικοὺς καὶ οἱονεὶ νοήματα τοῦ ποιοῦντος καὶ θεωρήματα.1 οὐχ ὡς ποιότητάς τινας ἢ ἐπιστήμας ἐπιγινομένας ἔξωθεν, ἀλλ’ ὡς κυρίως ὄντα καὶ ὑφεστηκότα δραστικά τε καὶ νοερὰ καὶ τῶν ἐν ὕλῃ ἀρχέτυπα. λόγους γὰρ θείους πάντα τὰ εἴδη φασί, τοὺς μὲν ὑφειμένους, τοὺς δ’ ὑπερέχοντας· καὶ οὐδὲν αὐτῶν εἶναι ἀδρανές, ὃ μὴ τὴν οἰκείαν ἐνέργειαν κατὰ πρόβασιν εἰς τὰ ὑπ’ αὐτὸ ἐπιδείκνυται, καθὼς τέτακται. ἔστι μὲν δὴ καὶ ἡ φύσις εἶδος, ἀλλὰ σωμάτων ἀχώριστον, διεισδῦνον διὰ σωμάτων καὶ ἔνδον αὐτὰ διαπλάττον καὶ διοικοῦν. τὰς δὲ ἰδέας οὐχ οὕτω φασίν, ἀλλὰ λόγους ἐνυποστάτους, ὑπερανεστηκότας πάντῃ καὶ σωμάτων καὶ φύσεων, ἀριθμόν τινα θεῖον, δι’ οὗ ὡς παραδείγματος τὸν δημιουργὸν ἐνεργεῖν τὴν ἔνυλον ποίησιν. τοσαῦτα καὶ περὶ τούτων, ἵν’ εἰδῶμεν πῶς ταῦτα ἐτίθουν οἱ περὶ Πλάτωνα, οἷς Ἀριστοτέλης ἀντιτίθεται, ἀνελεῖν τὸ πρὸ τῶν πολλῶν καθόλου πειρώμενος. ἐπιείκειαν δὲ ἐνταῦθα καὶ τὸ φιλάληθες ὑποκρίνεται, πρόσαντες μὲν ἑαυτῷ λέγων τὴν περὶ τῶν ἰδεῶν ζήτησιν, οἷον προσκοπτικὴν καὶ ἐμποδιστικὴν τῷ λόγῳ αὐτοῦ, ὡς ἔχουσάν τι πρὸς αὐτὸν δυσωπίας καὶ ὄκνου παραίτιον διὰ τὸ φίλους εἶναι τοὺς εἰσαγαγόντας τὴν περὶ τῶν εἰδῶν δόξαν· φίλος γὰρ ὁ Πλάτων αὐτῷ, ἐπεὶ καὶ διδάσκαλος, προτιμᾶν δὲ αὐτὴν τῆς πρὸς ἀνθρώπους φιλίας τὴν περὶ τῶν πραγμάτων ἀλήθειαν.2

因为他们主张,“整体”有三种说法:在部分之先、由部分构成,以及在部分之中。在部分之先的乃是那些形式,因为它们中的每一个,作为至纯粹且非质料性的存在,皆先于依它而生成的众多事物而确立存立;由部分构成的乃是复合的且可分割为众多部分的事物,无论是同质的(如同石头被分为诸石,它作为整体是相对于它可被分割成的那些部分而言的,其中每个部分都承受该整体的名称与定义),还是异质的(如人被分为手、足和头;因为人的任何部分都不与整体相同,因而既不承受整体的名称,亦不承受整体的定义);而在部分之中的,则是概念性的事物,它们也被称为“在多数事物之上”与“后生的”。被称为后生的,是因为灵魂先观察到在物体中先在存立的各个同种或同属的个别事物,并通过从质料中抽离,将其中共同被观察到者作为理则在自身中确立存立,并以适合自身的方式(即理性地且学问地)运用它;被称为概念性的,是因为这类整体性仅在概念的限度内具有存立,绝不在脱离了产生它们的那些个别事物之外现实地存在;被称为在部分之中,是因为在那些它们相对于其亦被称为整体性的个别事物之中,关于它们所言说的属性显现出来;被称为在多数事物之上,是因为在多数事物实存之后,灵魂才将它们在自身中确立存立。正因如此,亚里士多德自己在《论灵魂》中也说过:“普遍的动物若非虚无,便是后生的”;所谓虚无,是因为它并非独立自存;所谓后生,是因为它的概念伴随着多数事物的实存与消解而随之产生。以上是关于“普遍者”在此处是如何被理解的。另一方面,那些主张形式的人宣称,〔它们〕作为范型陈列在造物主面前,以便造物主将它们视作预设的刺绣图样与预先铭刻的蓝图来制造质料性的事物,而那些形式乃是造物主的理则,仿佛是制造者的思惟与理论;它们绝非从外部附加的某种性质或知识,而是真正意义上的存在者,能动地、智性地独立自存,是质料中诸物的原型。因为他们断言所有的形式都是神圣的理则,有的居于下位,有的居于上位;而且其中绝无任何一个是毫无作为的,无一不按照被安排的秩序,依其向其统辖之物的下行流注而展现其固有的现实活动。诚然,自然本身也是一种形式,但它是不可与物体分离的,它渗透贯穿于物体之中,并在内部塑造和统理着它们。然而关于理念,他们却并非如此表述,而是称其为具实体性的理则,完全超越于物体与诸自然之上,是某种神圣的数,造物主通过它作为范型来施行其对质料的造作。关于这些亦阐明至此,以便我们了解柏拉图学派是如何设立这些学说的;亚里士多德正是反对他们,试图消除在多数事物之先的普遍者。他在此装出公正与对真理的热爱,称关于理念的探讨对自己而言是险峻的,仿佛是对其论说的绊脚石与阻碍,因为它由于引入形式学说的人乃是朋友而带有某种使他难堪与踌躇的因由;因为柏拉图是他的朋友,同时也是他的老师;但他[表明],人们应当将关于事物的真理本身置于对人的友谊之上。

语法注2 条
  1. 1.48λόγους ὄντα ἐκεῖνα δημιουργικοὺς καὶ οἱονεὶ νοήματα τοῦ ποιοῦντος καὶ θεωρήματα

    在接续前文的宾格加不定式结构 ἔλεγον δὲ τὰ εἴδη... παραδείγματα προκεῖσθαι 之后,ὄντα ἐκεῖνα 为与主格概念的代词宾格 ἐκεῖνα(即 τὰ εἴδη)一致的宾格现在分词,用作说明原因或伴随状态,意为“它们作为造物主的理则……”。

  2. 1.48προτιμᾶν δὲ αὐτὴν τῆς πρὸς ἀνθρώπους φιλίας τὴν περὶ τῶν πραγμάτων ἀλήθειαν

    不定式 προτιμᾶν 依附于 λέγων(或持续的间接引语)。阴性宾格代词 αὐτήν 作为强调代词前置,修饰后置的直接宾语 τὴν περὶ τῶν πραγμάτων ἀλήθειαν(即“关于事物的真理本身”)。τῆς πρὸς ἀνθρώπους φιλίας 是由动词 προτιμᾶν 所要求的比较属格(“胜过对人的友谊”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:40.34-41.37