← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§417.21-419.1

驳以意见解释不自制与知识的两种区分

厄斯特拉齐奥指出,某些意见亦伴有坚固的信念,因而不能仅以意见来解释不自制;随后他阐释了亚里士多德所提出的前两个论证:拥有知识与实现知识的区别,以及全称前提与特称前提的区别(潜能与现实)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#8

εἰ μὲν γὰρ πᾶσα δόξα ἦν πταιστὴ καὶ ἀβέβαιος, οὐ καλῶς ἂν ἔλεγον ὅτι δόξαν ἔχει ὁ ἀκρατής, καὶ οὐκ ἐπιστήμην. ἐπεὶ δέ ἐστι δόξα ἄπταιστος1 καὶ βεβαία οὐδὲν ἧττον τῆς ἐπιστήμης, λοιπὸν οὐ καλῶς λέγουσιν. εἴτε γὰρ δόξαν λέγουσιν ἔχειν τὸν ἀκρατῆ εἴτε ἐπιστήμην, οὐδὲν διαφέρει, ἐπεὶ ἐστι καὶ δόξα ἄπταιστος οὐδὲν ἧττον τῆς ἐπιστήμης. τινὲς γὰρ τῶν δοξαζόντων οὐ διστάζουσι καὶ ἀμφιβάλλουσιν οἷς δοξάζουσιν, ἀλλ’ οἴονται ἀκριβῶς εἰδέναι, ὡς ὁ Δημόκριτος ἐδόξαζεν, ὅτι τὰ σώματα ἐκ τῶν ἀτόμων εἰσί, καὶ ἀκριβῶς δοξάζειν ἔλεγεν. εἰ οὖν οἱ δοξάζοντες διὰ τὸ ἠρέμα πιστεύειν, ἤτοι διὰ τὸ ἔχειν δόξαν ἀσθενῆ καὶ ἀμυδρὰν πίστιν περὶ τοῦ πράγματος πράττουσι παρὰ τὴν ὑπόληψιν, ἤτοι δόξαν, τουτέστι πταίουσι καὶ παρασφάλλουσι μᾶλλον ἢ οἱ ἐπιστήμονες· ἀλλ’ οὐ διὰ τοῦτο διαφέρει δόξα καὶ ἐπιστήμη, ἐπεὶ ἐστι καὶ δόξα ἄπταιστος. ἔνιοι γὰρ πιστεύουσιν οἷς δοξάζουσιν οὐδὲν ἧττον παρὸ ἕτεροι, ἤτοι οἱ ἐπιστήμην ἔχοντες πιστεύουσιν, οἷς ἐπίστανται. δηλοῖ δὲ καὶ Ἡράκλειτος, ὅτι ἐστὶ βέβαιος καὶ ἰσχυρὰ δόξα καὶ οὐ πᾶσα δόξα ἐστὶν ἀσθενής. ἐκεῖνος γὰρ δοξάζων, ὅτι κίνησις οὐκ ἔστιν, ἔλεγεν ὅτι ἀκριβῶς οἶδα, δείξας ὅτι κἂν δόξαν ἔχειν λέγωσι τὸν ἀκρατῆ κἂν ἐπιστήμην, τῷ αὐτῷ ἀτοπήματι ἐμπίπτουσι. Λύει τὸ πῶς οἶδε ὁ ἀκρατὴς διὰ τεσσάρων ἐπιχειρημάτων. φησὶ οὖν, ὅτι τὸ ἐπίστασθαι δύο σημαίνει· λέγεται γὰρ καὶ ἐπιστήμων ὁ ἔχων τὴν ἕξιν καὶ τὴν ἐπιστήμην, μὴ χρώμενος δὲ τῇ ἐπιστήμῃ, ἤτοι μὴ ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην· λέγεται καὶ ἐπιστήμων ὁ ἔχων τὴν ἕξιν τῆς γεωμετρίας καὶ τὴν ἐπιστήμην καὶ χρώμενος ταύτῃ, ἤτοι ἐνεργῶν κατὰ τὴν οἰκείαν ἐπιστήμην. διαφέρει οὖν τὸ πταῖσαί τινα ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην μὴ θεωροῦντα δέ, ἤτοι μὴ ἐνεργοῦντα2 δὲ κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πταῖσαι τὸν ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι καὶ ἐνεργοῦντα κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πράττειν αὐτὸν ἐν τῷ ἐνεργεῖν ἃ μὴ δεῖ ποιεῖν τοῦ καὶ ἔχοντα τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι ἐνεργοῦντα. τοῦτο γάρ ἐστι δεινὸν καὶ ἄτοπον, τὸ ἐάν τις ἔχων τὴν ἐπιστήμην καὶ ἐνεργῶν περὶ αὐτὴν παρασφάλλῃ, ἀλλ’ οὐκ ἔστι ἄτοπον οὐδὲ δεινόν, ἐάν τις παρασφάλλῃ, ἔχων μὲν τὴν ἐπιστήμην μὴ θεωρῶν δέ, ἤτοι μὴ ἐνεργῶν δέ, οἷον εἴ τις τῆς γραμματικῆς μὲν ἔχει τὴν ἐπιστήμην, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ἀλλ’ ἕτερόν τι σκοπεῖ καὶ περὶ αὐτὸ τὸν νοῦν ἔχει, ἐρωτηθεὶς τὸ “ὁ Αἴας, τὸ ο”, καὶ εἴπῃ “μέγα”, οὐκ ἔστιν ἄτοπον, ἀλλ’ ἄτοπον, εἴ τίς ἐστι γραμματικὸς καὶ ἐνεργῶν ὡς γραμματικὸς πταίσει. καὶ ὁ ἀκρατὴς ἔχει μὲν τὴν ἐπιστήμην, ὅτι κακόν ἐστι τὸ πορνεύειν, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ὥστε ἀπέχεσθαι τούτου, καὶ εἰ ἐπιστήμην ἔχει μὲν οὐκ ἐνεργεῖ δέ, οὐδέν ἐστιν ἄτοπον εἰ παρασυρεὶς ὑπὸ τῆς ἐπιθυμίας πορνεύσει. Ἕτερον ἐπιχείρημα ὅτι δύο τρόποι εἰσὶ τῶν προτάσεων. τῶν γὰρ προτάσεων ἡ μέν ἐστι καθόλου, ἡ δὲ μερική. εἴ τις μὲν οὖν γινώσκει τὴν καθόλου πρότασιν, καὶ τὴν μερικὴν ἐξ ἀνάγκης δυνάμει γινώσκει ἢ ἐνεργείᾳ. ἡ γὰρ μερικὴ πρότασις ὑπὸ τῆς καθόλου προτάσεως περιέχεται. οὐδὲν οὖν κωλύει πράττειν παρὰ τὴν ἐπιστήμην, ἤτοι παρασφάλλειν καὶ πταίειν τὸν ἔχοντα μὲν ἀμφοτέρας τὰς προτάσεις, καὶ τὴν καθόλου καὶ τὴν μερικήν, καὶ χρώμενον μὲν τῇ καθόλου, ἤτοι ἐνεργοῦντα περὶ τὴν καθόλου καὶ ταύτην γινώσκοντα ἐνεργείᾳ, ἀλλὰ μὴ χρώμενον τῇ μερικῇ, ἤτοι μὴ ἐνεργοῦντα περὶ τὰ μερικά, ἀλλὰ δυνάμει ταύτην γινώσκοντα. τὰ γὰρ καθ’ ἕκαστα πρακτά εἰσιν, ἤτοι περὶ τὰ μερικὰ πᾶς ἐνεργεῖ, οὐ περὶ τὰ καθόλου, καὶ ἐπεὶ περὶ τὰ μερικὰ ἐνεργεῖ, διὰ τοῦτο καὶ παρασφάλλει τὴν μερικὴν πρότασιν ἀγνοῶν. εἰ γὰρ γινώσκει μὲν καθόλου, ὅτι πᾶς ἐλλέβορος θανατηφόρος ἐστὶ καὶ καθαίρει, ἀγνοεῖ δὲ τὸ μερικόν, ὅτι τόδε ἐλλέβορός ἐστιν, εἶτα παρασφάλλει προσαγαγὼν τοῦτο ὡς φάρμακον, οὐδὲν ἄτοπον, ἀλλὰ τότε ἐστὶν ἄτοπον, ὅταν γινώσκων τὸ μερικόν, οἷον ὅτι τόδε ἐλλέβορός ἐστι καὶ προσφέρῃ τοῦτόν τινι. διαφέρει δὲ καὶ τὸ καθόλου. τὸ μὲν γάρ ἐστιν ἐφ’ ἑαυτοῦ, τὸ δὲ ἐπὶ τοῦ πράγματος. εἰ οὖν ἐφ’ ἑαυτοῦ μέν ἐστι τὸ καθόλου, τότε ἐξ ἀνάγκης γινώσκει καὶ τὴν μερικήν.

因为假若一切意见都是易失误且不稳定的,他们说不自制者持有意见而非知识就是有道理的了。然而,既然存在着丝毫不逊于知识的、不易失误且稳定的意见,那么归根结底他们所说的并不正确。因为无论他们说不自制者持有意见还是持有知识,都没有什么分别,因为同样存在着丝毫不逊于知识的不易失误的意见。因为在持意见者中,有些人对于自己所持意见的事物毫不迟疑和动摇,反而自以为确切地知晓,正如德谟克利特认为物体由原子构成,并称自己确切地持有这一意见。因此,即使持意见者由于微弱地确信,亦即由于对事物持有软弱的意见和模糊的确信,而反乎其领会即意见行事——也就是说,他们比拥有知识的人更容易失足跌倒——但意见与知识并不因此而相异,因为同样存在着不易失误的意见。因为有些人对自己所持意见之事的确信,丝毫不逊于其他人(即拥有知识者)对自己所知之事的确信。赫拉克利特也表明,存在着稳定而强固的意见,并非一切意见都是软弱的。因为那个人虽认为运动并不存在,却声称自己确切地知晓;这就表明,无论他们说不自制者持有意见还是持有知识,他们都陷入了同样的荒谬。 他通过四个论据来化解不自制者是如何知晓的。因此他说,“知晓”具有两重含义:因为拥有品质与知识却不使用该知识,亦即不依照该知识活动的人,被称为有知识者;拥有几何学的品质与知识并且使用它,亦即依照自身的知识而活动的人,也被称为有知识者。因此,一个拥有知识却不运思(亦即不依照知识活动)的有知识者失足,与一个既拥有知识又在运思(亦即依照知识活动)的有知识者失足、并在活动之中做了不应当做的事,这两者是有分别的,前者的失足不同于既拥有知识又在运思(亦即活动)者的失足。因为假若有人拥有知识并在关涉它而活动时失足跌倒,这乃是骇人而荒谬的;但如果有人拥有知识却不运思(亦即不活动)而失足跌倒,这既不荒谬也不骇人。例如,假若有人拥有文法学知识,却并不关涉它而活动,反而在考察别的某事并专注于此,当被问及“‘霍·埃阿斯’(ho Aias),这o〔是什么〕”时,他若回答“是长音O(mega)”,这并不荒谬;但如果有人身为文法学者且在作为文法学者活动时失足,这才是荒谬的。不自制者虽然也拥有行淫是恶的这一知识,却并未关涉它而活动以便节制自己远离此事;假若他虽然拥有知识却并不活动,那么他受欲望裹挟而行淫,就丝毫不是荒谬的。 另一个论据是,前提有两种方式。因为在前提中,一种是全称的,另一种是特称(单称)的。因此,如果有人知晓全称前提,他也必然在潜能上或现实上知晓特称前提。因为特称前提被包含在全称前提之下。因此,即便某人同时拥有全称和特称这两个前提,并且使用了全称前提(亦即关涉全称前提而活动,并在现实中知晓它),却没有使用特称前提(亦即未关涉特殊事物而活动,而仅在潜能上知晓它),这也完全不妨碍他反乎知识而行事,亦即失足跌倒。因为个别事物才是可行之事,亦即人人都关涉特殊事物而活动,而非关涉普遍事物,而既然他关涉特殊事物活动,他便因此由于不了解特称前提而失足跌倒。因为他若全称地知晓一切嚏根草都是致命且致泻的,却不知道特称之点(即这个东西是嚏根草),随后将其作为药物施用而失足,这丝毫不是荒谬的;但唯有当他知晓特称之点(例如这个东西是嚏根草)却仍将其施用给某人时,这才是荒谬的。全称前提本身也有所不同:一者关涉行为者自身,另一者关涉对象。因此,如果全称前提是关涉行为者自身的,那么他必然也知晓特称前提。

语法注2 条
  1. 7.0εἰ οὖν οἱ δοξάζοντες διὰ τὸ ἠρέμα πιστεύειν, ἤτοι διὰ τὸ ἔχειν δόξαν ἀσθενῆ καὶ ἀμυδρὰν πίστιν περὶ τοῦ πράγματος πράττουσι παρὰ τὴν ὑπόληψιν, ἤτοι δόξαν, τουτέστι πταίουσι καὶ παρασφάλλουσι μᾶλλον ἢ οἱ ἐπιστήμονες· ἀλλ’ οὐ διὰ τοῦτο διαφέρει δόξα καὶ ἐπιστήμη, ἐπεὶ ἐστι καὶ δόξα ἄπταιστος.

    此句属于破格结构(anacoluthon):由条件从句 εἰ οὖν οἱ δοξάζοντες ... πράττουσι... 开启,但并没有接续常规的主句结论,而是在插入解释后以强转折连词 ἀλλ’ οὐ διὰ τοῦτο...(“但并不因此……”)拉回主线。作者退让性地设定该条件(持意见者纵使因信念微弱而比持知识者更容易失足),随后立即指出这并不能构成意见与知识的根本区别。

  2. 7.0διαφέρει οὖν τὸ πταῖσαί τινα ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην μὴ θεωροῦντα δέ, ἤτοι μὴ ἐνεργοῦντα δὲ κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πταῖσαι τὸν ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι καὶ ἐνεργοῦντα κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πράττειν αὐτὸν ἐν τῷ ἐνεργεῖν ἃ μὴ δεῖ ποιεῖν τοῦ καὶ ἔχοντα τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι ἐνεργοῦντα.

    由动词 διαφέρει 所统辖的比较结构对比了两种情况:前项是不定词主格短语(τὸ πταῖσαι... 即拥有知识却未实际运思者失足),后项则是句末的比较属格短语(τοῦ καὶ ἔχοντα... 即既拥有知识又在运思者的失足)。由于中间插入了同格重述与具体化短语(καὶ τὸ πταῖσαι... καὶ τὸ πράττειν αὐτὸν ἐν τῷ ἐνεργεῖν...),导致主谓与比较成分间距较大、结构较为繁复。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:417.21-419.1