← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§416.1-417.21

不自制与放荡的关涉对象及知识与意见的探究

厄斯特拉提奥斯梳理了亚里士多德关于自制与不自制的探究论题,阐明不自制与放荡虽关涉相同的底层对象(触觉快感),但在发生方式(理性状态与是否有选择)上相异,进而展开关于不自制者究凭意见还是知识而行动的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#7

εἰ οὖν ὁ μὲν ἔχει τήνδε τὴν ἀκρασίαν, ἤτοι τοῦ θυμοῦ, ὁ δὲ τήνδε, καὶ οὐδεὶς ἔχει πάσας, λοιπὸν ὁ κυρίως ἀκρατὴς τίς ἐστι; λέγομεν γὰρ ὅτι εἰσί τινες ἁπλῶς, ἤτοι κυρίως, ἀκρατεῖς. Πρῶτον δὲ σκεπτέον πότερον οἱ ἀκρατεῖς εἰδότες, ὅτι τὸ πορνεύειν κακόν, πορνεύουσιν ἢ μὴ εἰδότες. καὶ ἐὰν εἰδότες πορνεύωσι, πῶς εἰδότες, ἐπιστήμην ἔχοντες ἢ δόξαν, εἰδότες εἰσίν.1 εἰπὼν τὰς δόξας τῶν παλαιῶν νῦν προανακρούεται τί μέλλει ζητῆσαι. μέλλει οὖν ζητῆσαι περὶ ποῖα ὑποκείμενα καταγίνεται ὁ ἐγκρατὴς καὶ ἀκρατής, ἤτοι περὶ πᾶσαν ἡδονὴν καὶ λύπην καταγίνεται ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ περί τινας ὡρισμένας. τῶν γὰρ ἡδέων τὰ μὲν φύσει εἰσὶ καθ’ αὑτὰ αἱρετά, ὡς τιμὴ νίκη, τὰ δέ εἰσιν ἡδέα θέσει. εἰπὼν ὄπισθεν ὅτι δοξάζουσί τινες, ὡς ὁ ἐγκρατὴς καὶ ὁ καρτερικός ἐστιν ὁ αὐτός, νῦν ζητῆσαι λέγει, εἰ αὐτός ἐστιν ἢ ἕτερος. ὁμοίως δὲ καὶ ἄλλα τινὰ μέλλομεν ζητῆσαι συγγενῆ συμβαλλόμενα εἰς ταύτην τὴν διδασκαλίαν. πᾶν τὸ διαφέρον τινὸς ἢ κατὰ τὰ ὑποκείμενα διαφέρει ἢ κατὰ τὸν τρόπον ἢ καὶ κατ’ ἄμφω, ἤτοι καὶ κατὰ τὰ ὑποκείμενα καὶ κατὰ τὸν τρόπον, οἷον ἡ σωφροσύνη διαφέρει τῆς ἀνδρείας καὶ κατὰ τὰ ὑποκείμενα (ἡ μὲν γὰρ περὶ ἡδονὰς καὶ λύπας καταγίνεται, ἡ δὲ περὶ θάρρη) καὶ κατὰ τὸν τρόπον (ἡ μὲν γὰρ ἥδεται οἷς δεῖ, ἡ δὲ θαρρεῖ οἷς δεῖ). πρῶτον θεωρήσωμεν, εἰ ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς διαφορὰν ἔχοντές εἰσιν, ἤτοι διαφέρουσιν ἐν τῷ περὶ ἅ, ἤτοι τὰ ὑποκείμενα καὶ περὶ ἄλλα μὲν ὑποκείμενα καταγίνεται ὁ ἐγκρατής, περὶ ἄλλα δὲ ὁ ἀκρατής, ἢ τῷ πῶς, ἤτοι κατὰ τὸν τρόπον διαφέρουσι, κατὰ δὲ τὰ ὑποκείμενα οὔ, ἤτοι πότερον ὁ ἀκρατὴς διαφέρει τοῦ ἐγκρατοῦς τῷ περὶ ταδὶ τὰ ὑποκείμενα εἶναι ὁ ἀκρατής, τοῦ ἐγκρατοῦς περὶ ἕτερα ὄντος, ἤτοι διαφέρουσι κατὰ τὰ ὑποκείμενα ἢ οὐ διαφέρουσι κατὰ τὰ ὑποκείμενα, ἀλλὰ τῷ ὥς, ἤτοι κατὰ τὸν τρόπον, ἢ οὐ κατὰ τὸν τρόπον διαφέρει ὁ ἐγκρατὴς τοῦ ἀκρατοῦς. ἔστι δὲ τὸ ἀληθές, ὅτι κατὰ τὰ ὑποκείμενα οὐ διαφέρουσι. καὶ ὁ ἐγκρατὴς γὰρ καὶ ὁ ἀκρατὴς περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνονται, ἤτοι περὶ τὰ ἀφροδίσια, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, κατὰ δὲ τὸν τρόπον διαφέρουσιν. ὁ γὰρ ἐγκρατὴς κρατεῖ τῶν ἀφροδισίων, ἤτοι τῶν αἰσχρῶν ἡδονῶν, καὶ νικᾷ, ὁ δὲ ἀκρατὴς ἡττᾶται. Ἔτι μέλλομεν ζητῆσαι καὶ εἰ περὶ ἅπαντα, ἤτοι τὸν θυμὸν καὶ τὴν τιμὴν καὶ τὴν νίκην καταγίνεται καὶ ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ οὐ περὶ ἅπαντα καταγίνεται. ἔλεγε γὰρ ὄπισθεν, ὅτι ἐστὶν ἀκρατὴς θυμοῦ καὶ τιμῆς καὶ κέρδους. λύει οὖν τὸ ἄπορον, ὅτι οὐ περὶ πάντα, ἤτοι καὶ τὴν τιμὴν καὶ τὸ κέρδος καταγίνεται ὁ κυρίως ἀκρατὴς ἀλλὰ περὶ τὰ ἀφροδίσια καταγίνεται ὁ κυρίως ἀκρατής, περὶ ἃ καταγίνεται καὶ ὁ ἀκόλαστος. οὔτε ἐν τῷ πρὸς τοῦτο ἁπλῶς ἔχειν, ἤτοι οὔτε κατὰ τὸν τρόπον κοινωνοῦσιν.2 ἐπεὶ γὰρ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται ἡ ἀκρασία καὶ ἡ ἀκολασία, εἰ καὶ κατὰ τὸν τρόπον ἐκοινώνουν, ταὐτὸ ἂν ἦν ἡ ἀκρασία τῇ ἀκολασίᾳ, ἀλλὰ διαφέρει ἡ ἀκρασία τῆς ἀκολασίας ἐν τῷ ὡδὶ ἔχειν περὶ τὰ ὑποκείμενα, ἤτοι κατὰ τὸν τρόπον. ὁ μὲν γὰρ ἀκρατὴς γινώσκων, ὅτι κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι, ἡττᾶται ὑπ’ αὐτῶν, ὁ δὲ ἀκόλαστος οὐδ’ ὅλως γινώσκει, εἰ κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι ἀλλ’ ὡς ἀγαθὰς αὐτὰς οἴεται. ὁρᾷς ὅπως κατὰ τὸν τρόπον διαφέρουσιν ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος· ὁ μὲν γὰρ ἔχει τὸν λόγον ἐρρωμένον, ἤτοι ὁ ἀκρατής, ὁ δὲ ἀκόλαστος ἔχει τὸν λόγον διεφθαρμένον. ὁ μὲν γὰρ ἀκόλαστος ἄγεται καὶ ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν προαιρούμενος καὶ οἰόμενος αὐτὰς εἶναι ἀγαθόν, καὶ νομίζων ἀεὶ δεῖν ὡς ἀγαθὸν τὸ παρὸν ἡδὺ διώκειν, ἤτοι ἐπιζητεῖν, ὁ δὲ ἀκρατὴς οὐκ οἴεται εἶναι τὸ πορνεύειν ἀγαθὸν ἀλλὰ κακόν, διώκει δὲ αὐτό, ἤτοι ἐπιζητεῖ ἄκων καὶ ἀπροαιρέτως ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας ἡττώμενος. Ὄπισθεν εἶπεν ὅτι ὁ ἀκρατὴς οὐκ ἐπιστήμην ἔχει ἀλλὰ δόξαν. εἰ γὰρ εἶχεν ἐπιστήμην, οὐκ ἂν παρέσφηλεν· ἡ γὰρ ἐπιστήμη ἄπταιστός ἐστιν. ἐπεὶ δὲ παρασφάλλει ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, λοιπὸν ἔχει δόξαν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ ἀβέβαιος. φησὶν οὖν πρὸς τοῦτο, ὅτι κἂν λέγωμεν, ὅτι ὁ ἀκρατὴς δόξαν ἔχει καθ’ ἣν ἀκρατεύεται, καὶ οὐχὶ ἐπιστήμην, οὐδὲν διαφέρει, ταὐτὸν γάρ ἐστιν.

因此,如果有人具有这种不自制(即血气的不自制),而另有人具有那种不自制,且没有人具备一切不自制,那么归根结底本来意义上的不自制者又是谁呢?因为我们说,有些人是无条件地、亦即本原意义上不自制的。首先应当考察,不自制者是在明知行淫是恶的情况下行淫,还是在不知的情况下行淫。而且如果是在明知的情况下行淫,他们又是如何知道的,是持有知识还是持有意见而知道的。在述及古人的意见之后,他现在提前奏响了他将要探究的主题。因此他打算探究,自制者与不自制者关涉怎样的底层对象,亦即自制者与不自制者是关涉一切快感与痛苦,还是关涉某些确定的快感与痛苦。因为在快意事物中,有些出于本性就其自身而言是值得选择的,如荣誉和胜利,而另一些则是出于约定而是快意的。在先前说到有人认为自制者与坚忍耐劳者是同一的之后,他现在说要探究他们是同一的还是不同的。同样,我们还打算探究有助于这一教导的其他同类事项。凡与某物相异者,要么在底层对象上相异,要么在方式上相异,要么在这两方面、亦即既在底层对象上又在方式上相异;例如节制与勇敢在底层对象上相异(前者关涉快感与痛苦,而后者关涉自信),也在方式上相异(前者在所当喜处喜,而后者在所当勇处勇)。我们首先考察,自制者与不自制者是否在关涉之物即底层对象上具有差异,亦即相异,并且自制者关涉某些底层对象,而不自制者关涉另一些底层对象;或者他们是在“如何”即方式上相异,而在底层对象上并不相异。亦即,不自制者之所以不同于自制者,是因为不自制者关涉这些底层对象,而自制者关涉另一些底层对象,亦即他们在底层对象上相异;还是说他们在底层对象上并不相异,而是在“怎样”即方式上相异,抑或自制者与不自制者并不在方式上相异。而实情乃是:他们在底层对象上并不相异。因为自制者与不自制者关涉相同的底层对象,即男女媾和之事,亦即触觉上的快感,但在方式上相异。因为自制者统制媾和之事,亦即丑恶的快感,并克敌制胜,而不自制者则被打败。 此外,我们还打算探究,自制者与不自制者是否都关涉一切事物(即血气、荣誉和胜利),还是说并不关涉一切事物。因为他先前说过,存在着血气、荣誉与利益的不自制者。因此他化解了这一疑难,指出本原意义上的不自制者并非关涉一切(即并非关涉荣誉和利益),而是本原意义上的不自制者关涉媾和之事,而这也是放荡者所关涉的。他们也不是在简单地对待此事上共有,亦即在方式上也不共有。因为既然不自制与放荡关涉相同的底层对象,假若在方式上也共有,那么不自制就会与放荡是同一回事;但不自制与放荡的区别在于对底层对象具有特定的状态,亦即在方式上相异。因为不自制者明知丑恶的欲望是恶的,却被它们打败;而放荡者则全然不知丑恶的欲望是否是恶的,反而认为它们是善的。你看到了不自制者与放荡者在方式上是如何相异的:前者即不自制者拥有健全的理性,而放荡者则拥有败坏的理性。因为放荡者受丑恶快感的驱使而被其打败,是出于选择并认为它们是善的,且认为应当始终把当前的快感作为善来追求,亦即寻索;而不自制者并不认为行淫是善的而是恶的,却违背意愿、未经选择而追求它,亦即寻索它,因为他被丑恶的欲望所打败。先前他说过,不自制者拥有的不是知识而是意见。因为他如果拥有知识,他就不会失足跌倒;因为知识是不会失误的。然而既然他被欲望打败而失足跌倒,那么他所拥有的终究是意见。因为意见是易失误且不稳定的。因此他对此说道,即使我们说不自制者所凭借而行不自制的是意见而非知识,这也没有什么差别,因为这乃是同一回事。

语法注2 条
  1. 7.0ἐὰν εἰδότες πορνεύωσι, πῶς εἰδότες, ἐπιστήμην ἔχοντες ἢ δόξαν, εἰδότες εἰσίν

    分词 εἰδότες 多次重复的结构。开头的 ἐὰν εἰδότες πορνεύωσι 为假设条件从句,接下来的 πῶς εἰδότες 为疑问性修饰,末尾的 εἰδότες εἰσίν 构成迂说法述谓(“他们究竟是如何知道的,是持有知识还是持有意见而知道的”)。

  2. 7.0οὔτε ἐν τῷ πρὸς τοῦτο ἁπλῶς ἔχειν, ἤτοι οὔτε κατὰ τὸν τρόπον κοινωνοῦσιν

    基于亚里士多德原文(1146b21-22)的省略句。注释者通过补充解释性动词 κοινωνοῦσιν 来澄清句意,指“两者在单纯对这件事的关系上也不共有,亦即在方式上并不共有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:416.1-417.21