- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:414.21-416.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》第七卷,通过诡辩式论证所导致的疑难,指出了将自制与不自制界定为固守或脱离一切意见所带来的荒谬后果(如愚钝与不自制结合反而产生德性),借助“水若噎人当饮何物”的谚语比较了放荡者与不自制者的可治愈性,并讨论了无条件意义上的不自制。
ἔτι ὁ σοφιστικὸς λόγος, ἤτοι ὁ σοφιστεύων, γίνεται ψευδόμενος ἀπορία. οἱ γὰρ σοφισταὶ βουλόμενοι ἐλέγχειν τὸν ἐρωτώμενον ἐρωτῶσιν αὐτόν, ὁμολογοῦντα, ὅτι ἐστὶν αὐτῷ δόξα, ὅτι ὁ λίθος οὐχ ὁρᾷ,1 καὶ ἐρωτῶσιν· ‘ἆρα ὃ ὁρᾷ τοῦτο ὁρᾷ’, τοῦ δὲ εἰπόντος ‘ναί’, ἐπάγουσιν, ‘ἀλλὰ μὴν τὸν λίθον ὁρᾷ, ὁ λίθος ἄρα ὁρᾷ’. ὁ τοιοῦτος οὖν συλλογισμὸς ἀπορία, οὐ φανερὰ καὶ δεινή, καὶ ὅταν ἐπιτύχωσι2 καὶ μᾶλλον πείσωσι τὸν ἐρωτώμενον ὁμολογῆσαι, ὅτι ὁ λίθος ὁρᾷ. ἀπορία γάρ ἐστιν ὅταν ἡ διάνοια οὐ βούληται ἐμμένειν τῷ συμπεράσματι, ᾧ συγκατέθετο, οἷον ὅτι ὁ λίθος ὁρᾷ, μὴ ἀρεσκόμενος αὐτῷ, προϊέναι δὲ ἀδύνατον διὰ τὸ μὴ δύνασθαι λῦσαι τὸν λόγον, ἤτοι τὸ σόφισμα. εἰ οὖν ἡ ἐγκράτειά ἐστι πάσῃ δόξῃ ἐμμενετική, ἡ δὲ ἀκρασία πάσης δόξης ἐκστατική, ἐπὶ τῶν σοφιστικῶν συλλογισμῶν εὑρεθήσεται ἡ μὲν ἐγκράτεια φαύλη (εἴπερ μὴ αἱρεῖται ὁ ὁμολογήσας, ὅτι ὁ λίθος ὁρᾷ, ἐμμένειν τῇ τοιαύτῃ δόξῃ), ἡ δ’ ἀκρασία ἀγαθή. εἰ γὰρ ἐκστῇ τῆς τοιαύτης δόξης, ἤτοι τοῦ δοξάζειν, ὅτι ὁ λίθος ὁρᾷ, ἀγαθόν ἐστι. συμβαίνει δὲ ἐκ τούτου τοῦ λόγου, ὅτι ἡ ἀκρασία ἐστὶν ἐκστατικὴ πάσης δόξης τὸ τὴν ἀφροσύνην συνέρχεσθαι τῇ ἀκρασίᾳ καὶ ἀπογεννᾶν ἀρετήν. εἰ γὰρ ἔστι τις ἄφρων καὶ ἀκρατής, ᾗ μὲν ἄφρων, δοξάζει τὸ ἀγαθὸν κακόν, ἤτοι ὅτι τὸ μοιχεύειν ἐστὶ κακόν, ᾗ δὲ ἀκρατής, ἐξίσταται τῆς τοιαύτης δόξης, ἤτοι τοῦ δοξάζειν, ὅτι τὸ μοιχεύειν ἐστὶ κακόν, ὑπολαμβάνει δὲ ἀγαθὸν αὐτὸ καὶ πράττει τὸ ἀγαθόν, τὸ δὲ πράττειν τὸ ἀγαθὸν ἀρετή ἐστιν. ᾗ γὰρ ἀκρατής, τὰ ἐναντία πράττει ὧν ὑπολαμβάνει, ὡς δὲ ἄφρων δοξάζει ὅτι τὸ ἀγαθόν, ἤτοι τὸ μοιχεύειν, ἐστὶ κακόν. ὥστε τὰ ἀγαθὰ πράξει διὰ τὴν ἀκρασίαν, καὶ οὐ τὰ κακά. Ἐνταῦθα μέλλει διδάξαι, ὅτι ὁ ἀκόλαστος τιμιώτερός ἐστι τοῦ ἀκρατοῦς. φησὶ γάρ, ὅτι ὁ ἀκόλαστος μὴ ἔχων τὸν λόγον ἐρρωμένον, ἤτοι μὴ γινώσκων ὅτι κακόν ἐστι τὸ πορνεύειν, πράττει αὐτό, ἂν δὲ παρ’ ἑτέρου ἀκούσῃ, ὅτι τοῦτο κακόν ἐστιν, ἐκφεύγει αὐτό, ὁ δὲ ἀκρατὴς εἰ γινώσκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ἐκφεύγει αὐτό, πῶς ἂν παρ’ ἑτέρου ἀκούσας τοῦτο κακὸν εἶναι, ἐκφεύγει αὐτό; ὥστε λοιπὸν τιμιώτερός ἐστιν ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. ἔτι ὁ ἀκόλαστος πράττων τὰ ἡδέα, ἤτοι τὸ πορνεύειν, καὶ προαιρούμενος ἐν τῷ πεπεῖσθαι, ἤτοι πειθόμενος, καὶ οἰόμενος τὸ πορνεύειν ἀγαθὸν εἶναι, ἅτε μὴ ἔχων τὸν λόγον ἐρρωμένον, βελτίων δόξειε τοῦ ἀκρατοῦς, τοῦ πράττοντος τὸ ἀγαθόν, ἤτοι τὸ μὴ πορνεύειν διὰ τὸν λογισμόν, ἤτοι διὰ τὸ ἔχειν τὸν λόγον παρεφθαρμένον. ὁ γὰρ ἀκρατὴς τὸν λόγον ἔχει ἐρρωμένον, ἀλλὰ δι’ ἀκρασίαν. ὁ γὰρ ἀκόλαστος εὐιατώτερός ἐστι διὰ τὸ δύνασθαι παραπεισθῆναι καὶ φυγεῖν τὸ πορνεύειν, εἰ παρ’ ἑτέρου ἀκούσει, ὅτι τὸ πορνεύειν κακόν ἐστιν. ὁ δ’ ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ φαίνεται, ὅτι ὅταν τὸ ὕδωρ πνίγῃ καὶ βλάπτῃ, τί ἕτερον δεῖ πίνειν; λέγεται αὕτη ἡ παροιμία ἐπὶ τῶν ἀνθρώπων τῶν βλαπτομένων ἀφ’ ὧν οἴονται ὠφεληθῆναι. εἰ γὰρ ἀπὸ τῶν δυναμένων ὠφελεῖν, ἤτοι εἰ ἀπὸ τῶν ὠφελίμων πραγμάτων, βλάπτονται, τί ἂν οὗτοι πάθωσιν ὑπὸ τῶν μὴ δυναμένων ὠφελεῖν πραγμάτων ἀλλὰ βλάπτειν; εἰ οὖν ὁ ἀκρατὴς ἔχων τὸν λόγον ἐρρωμένον καὶ γινώσκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ὠφελεῖται, πῶς ἂν ὠφεληθῇ, εἰ παρ’ ἑτέρων ἀκούσει τόδε κακὸν εἶναι, καὶ ἐάσει αὐτό; εἰ γὰρ ὁ ἀκρατὴς μὴ ἐπέπειστο, ἤτοι οὐκ ἐγίνωσκεν, ὅτι ἃ πράττει, ἤτοι ὅτι τὸ πορνεύειν κακόν ἐστι ὃ πράττει, τάχα ἂν μεταπεισθεὶς τῷ παρ’ ἑτέρου ἀκοῦσαι, ὅτι τοῦτο κακόν ἐστιν, ἐπαύσατο τοῦ πορνεύειν, νῦν δὲ καὶ πεπεισμένος, ἤτοι γινώσκων κακὸν εἶναι τὸ πορνεύειν, οὐδὲν ἧττον πράττει ἕτερον, ἀλλ’ αὐτό. πρὸς τὸ ἄνω ῥηθέν ἐστι τοῦτο,3 ἄτοπον δὲ ἐστι τὸ ἐκ δύο κακιῶν ἀρετὴν ἀπογεννᾶσθαι, ἢ μᾶλλον εἰπεῖν ἀδύνατον. οὐδὲ γὰρ ἐκ δειλίας καὶ θρασύτητος ἀρετή τις ἀπογεννηθῇ. εἶπεν ὄπισθεν, ὅτι λέγεται καὶ ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς ἐπιθυμίας καὶ ἀκρατὴς τιμῆς. φησὶν οὖν νῦν ὅτι εἰ περὶ πάντα, ἤτοι τὸν θυμὸν καὶ τὴν τιμὴν καὶ τὸ κέρδος καὶ ἁπλῶς περὶ πάντα ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία καταγίνεται, ὁ ἁπλῶς, ἤτοι ὁ κυρίως, ἀκρατής τίς ἐστιν; οὐδεὶς γὰρ ἔχει πάσας τὰς ἀκρασίας ἀλλ’ ὁ μέν ἐστιν ἀκρατὴς θυμοῦ, ὁ δὲ ἀκρατὴς τιμῆς, ὁ δὲ ἀκρατὴς φιλοχρηματίας.
此外,诡辩式的论证,亦即施展诡辩术的论证,因得出虚妄结论而成为疑难。因为诡辩家们意图反驳被提问者,便在他承认自己持有石头不看的意见时向他发问,并且问道:“凡看者,见此物吗?”而在那人回答“是的”之后,他们便接着推论道:“然而他确实看着石头,因此石头是在看的。”这样的三段论便成了一个疑难——虽非显而易见却颇为棘手——尤其是当他们得逞并进而说服被提问者承认石头是在看的时候。因为当理智不愿固守它所赞同的结论(例如石头是在看的),对此感到不满,但又因无法化解这一论证即诡辩而不能前进时,疑难便产生了。因此,如果自制是固守一切意见,而不自制是脱离一切意见,那么在诡辩式三段论中,自制将被发现是卑劣的(假若承认石头是在看的人并不选择固守这样的意见),而不自制则是善的。因为如果他脱离了这样的意见,亦即脱离了认为石头是在看的意见,这乃是善事。并且由这一认为不自制是脱离一切意见的论证,会得出愚钝与不自制结合而产生德性这一结论。因为如果某人既愚钝又不自制,作为愚钝者,他认为善是恶(亦即认为通奸是恶的),而作为不自制者,他脱离了这样的意见,亦即脱离了认为通奸是恶的意见,反而认为它是善的并行出善事,而行出善事便是德性。因为作为不自制者,他做着与自己所认为的相反之事,而作为愚钝者,他认为善好之事即通奸是恶的。因此由于不自制,他将行出善事而非坏事。 在此他打算说明,放荡者比不自制者更为可取。因为他说,放荡者没有健全的理性,亦即不知道行淫是坏事而去做它,但如果他从他人那里听说这是坏事,他便会避开它;而不自制者若明知行淫是坏事却不避开它,他又怎会在从他人那里听说这是坏事时避开它呢?因此最终放荡者比不自制者更为可取。此外,行使快意之事(即行淫)并出于受到说服而选择它(亦即听信并认为行淫是善好的)的放荡者,鉴于他没有健全的理性,比起那因推理(亦即因理性受到败坏)而行善(即不行淫)的不自制者,或许显得更好。因为不自制者虽然拥有健全的理性,却因不自制而[做坏事]。因为放荡者更容易医治,因为如果他从他人那里听说行淫是坏事,他便能够被劝服而避开行淫。而不自制者则显得应验了这句谚语:“当水令人窒息并受害时,人还应当饮用什么呢?”这句谚语是针对那些从自以为会受益的事物中受到伤害的人而言的。因为如果他们从能够获益的事物即有益之事上受到伤害,他们从不能获益反而有害的事物上又会遭受什么呢?因此,如果不自制者拥有健全的理性并明知行淫是坏事却不得益,那么当他从他人那里听说这是坏事时,他又怎能获益并放弃它呢?因为如果不自制者先前没有被说服,亦即不知道他所做的事(即他所做的行淫)是坏事,他或许会因听他人说这是坏事而被劝服并停止行淫;但如今他甚至已被说服,亦即明知行淫是坏事,却丝毫不做别的事,偏偏做这件事。这与上文所言相呼应:从两种恶德中产生德性乃是荒谬的,或者更应当说是不可能的。因为从怯懦和鲁莽中决不可能产生任何德性。他先前说过,人也被称为在血气上不自制、在欲望上不自制和在荣誉上不自制。因此他现在说,如果自制与不自制关涉一切事物,亦即关涉血气、荣誉、利益以及简言之关涉一切,那么无条件、亦即本原意义上的不自制者又是谁呢?因为没有人具备一切的不自制,而是有人在血气上不自制,有人在荣誉上不自制,有人在贪财上不自制。
- 7.0ὁμολογοῦντα, ὅτι ἐστὶν αὐτῷ δόξα, ὅτι ὁ λίθος οὐχ ὁρᾷ
分词 ὁμολογοῦντα 为宾格,修饰前文的 τὸν ἐρωτώμενον(被提问者)。它统辖两层嵌套的 ὅτι 从句,表示被提问者承认自己持有“石头不看”的意见。
- 7.0ἀπορία, οὐ φανερὰ καὶ δεινή, καὶ ὅταν ἐπιτύχωσι
述语名词 ἀπορία 由短语 οὐ φανερὰ καὶ δεινή(“虽不明显却十分棘手”)修饰。其后的 καὶ ὅταν 则带有强调意味地引出时间从句(“尤其是当……”)。
- 7.0πρὸς τὸ ἄνω ῥηθέν ἐστι τοῦτο
结构性的短句:τοῦτο 为主语,ἐστι 为动词,介词短语 πρὸς τὸ ἄνω ῥηθέν 构成表语(“这与上文所言相关”)。它指明紧接着的论证(ἄτοπον δὲ...)重新回到前文关于愚钝与不自制结合产生德性的背理。
