← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§413.1-414.21

对实践智慧说的反驳与自制和节制的区分

优斯特拉蒂乌斯考察了在不自制中与情状相抗衡的是否可能是明智并揭示其荒谬后果,继而讨论了自制与节制的区别、自制所关涉欲望的性质,以及自制与不自制所固守或脱离的意见的限定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#5

τῇ δὲ μοχθηρίᾳ, ἤτοι τῇ κακίᾳ, οὐκ ἔστι συγγνώμη, οὔτε ἄλλῳ τινὶ τῶν φευκτῶν. τὸν γὰρ κακόν, ἤτοι τὸν ἀκόλαστον ἢ τὸν δειλόν, οὐ συγγνωμονοῦμεν ἀλλὰ τιμωροῦμεν. ἡ ἀντιτείνουσα γνῶσις. ὁ γὰρ ἀκρατὴς τῆς ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονὰς ἔχει τὸν λόγον ἀντιτείνοντα μὴ ἐπακολουθεῖν αὐτῇ, κἂν καὶ κρατῆται καὶ καταδουλοῦται αὐτῇ, ὃ οὖν ἄτοπόν τι συμβαίνει, ὅτι ἡ ἀκρασία κακία οὐκ ἔστιν ἐν τῷ δοῦναι, ὅτι δόξαν ἔχει ὁ ἀκρατής, οὐχὶ ἐπιστήμην, λοιπὸν φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα ἐπὶ τοῦ ἀκρατοῦς μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ.1 ὁ γὰρ ἀκρατὴς τὴν φρόνησιν ἔχει ἀντιτείνουσαν πρὸς τὴν ἐπιθυμίαν. αὕτη γὰρ ἡ φρόνησίς ἐστιν ἰσχυροτάτη, καὶ διὰ τοῦτο τῷ ἀκρατεῖ συγγνώμη οὐκ ἔστιν, ἀλλ’ εἰ καὶ τοῦτο δώσομεν, ὅτι ἡ φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα, ἀλλ’ οὖν ἄτοπον συμβαίνει. ἔσται γὰρ φρόνιμος καὶ ἀκρατὴς ὁ αὐτός, ὁ δὲ φρόνιμος ἑκὼν τὸ κακὸν οὐδέποτε πράξει. φρονήσεως γὰρ παρούσης, ὡς εἴπομεν, πᾶσαι αἱ ἠθικαὶ ἀρεταὶ ἕπονται. ἡ γὰρ φρόνησις ἀντιληπτική τίς ἐστι τῶν ἐσχάτων, ἤτοι τῶν μερικῶν, ἔχουσα ἑπομένας καὶ τὰς ἄλλας ἀρετὰς τὰς ἠθικάς, ἔνθα πάρεστιν· ἔτι εἰ ὁ ἐγκρατὴς ἐγκρατὴς λέγεται, διότι αἰσχρὰς ἐπιθυμίας ἔχει καὶ ἰσχυρὰς τὰς ἀντιτεινούσας καὶ μὴ θελούσας ἕπεσθαι τῷ λόγῳ προστάσσοντι ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, καὶ ἰσχυρῶς ἡττᾶται ὑπ’ αὐτῶν, λοιπὸν ὁ ἐγκρατὴς σώφρων οὐκ ἔστιν. ὁ γὰρ σώφρων οὐδ’ ὅλως ἔχει αἰσχρὰς ἡδονὰς ἐπηρεαζούσας αὐτόν, ἀλλὰ τοῦ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν αὐτῷ καὶ μένει ἠρεμῶν. οὐ γὰρ τοῦ σώφρονός ἐστι τὸ ἄγεσθαι ἢ τὸ πολεμεῖσθαι ὑπὸ αἰσχρῶν ἡδονῶν καὶ ἰσχυρῶν, οὐδὲ τὸ φαύλας ἔχειν ἐπιθυμίας τοῦ σώφρονός ἐστιν. ἀγαθῶν γὰρ ὁ σώφρων ἐφίεται. ἀλλὰ μὴν δεῖ γε, ἤτοι ἀλλὰ μὴν εἰ ὁ ἐγκρατὴς καὶ ὁ σώφρων ταὐτόν ἐστιν, ἔδει καὶ τὸν σώφρονα φαύλας καὶ ἰσχυρὰς ἡδονὰς ἔχειν, ἐπηρεαζούσας αὐτὸν παραπλησίως τῷ ἐγκρατεῖ. ἐπεὶ δὲ οὐκ ἔχει φαύλας ἡδονάς, ἕτερος ἄρα ὁ σώφρων τοῦ ἐγκρατοῦς ἐστιν, ὁ οὖν ἐγκρατὴς ἔχει τὸν λόγον ἀντιτείνοντα καὶ διισχυριζόμενον μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ. Μέλλει οὖν ἐνταῦθα δεῖξαι ὅτι ἡ ἐγκράτεια ἔχει ὑποκείμενα τὰς φαύλας ἐπιθυμίας καὶ ἰσχυράς, καί φησιν ὅτι εἰ τοῦ ἐγκρατοῦς ἐπιθυμίαι ἀγαθαί εἰσι, λοιπὸν ἡ ἕξις, ἤτοι ὁ λόγος ὁ κωλύων μὴ ἀκολουθεῖν τῇ ἐπιθυμίᾳ, φαύλη ἐστὶ καὶ λοιπὸν ἄρα πᾶσα ἐγκράτεια σπουδαία ἐστίν,2 ἤτοι ἀγαθή. ἀλλ’ ἡ μὲν ἐγκράτεια, ᾗ ἔχει τὸν λόγον κωλύοντα μὴ ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, ἐστὶ χρηστή, ἡ δὲ ἔχει τὸν λόγον κωλύοντα ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, φαύλη ἐστίν. εἰ δ’ ἀσθενεῖς εἰσιν αἱ ἐπιθυμίαι καὶ ἀνίσχυροι, μὴ κακαὶ δέ, οὐκ ἔστι τι σεμνόν, εἰ ἔχει τὸν λόγον μὴ ἐπακολουθοῦντα τῇ ἐπιθυμίᾳ ὁ ἐγκρατής, ἀλλὰ κρατεῖ τῆς ἐπιθυμίας. τότε γὰρ ἦν σεμνόν, ὅτε μεγάλων οὐσῶν τῶν ἐπιθυμιῶν καὶ ἀγαθῶν, ἐκράτει αὐτῶν, εἰ δὲ φαῦλαί εἰσιν αἱ ἐπιθυμίαι, ἀσθενεῖς δὲ καὶ μικραί, οὐδὲν μέγα ἐστίν, εἰ τούτων κρατεῖ ὁ ἐγκρατής, μικρῶν οὐσῶν καὶ οὐδαμινῶν. λείπεται οὖν περὶ μεγάλας καὶ ἰσχυρὰς ἐπιθυμίας καὶ φαύλας τὴν ἐγκράτειαν καταγίνεσθαι, καὶ διὰ τοῦτο καὶ ὁ ἐγκρατὴς θαυμάζεται, ὡς μεγάλων ἐπιθυμιῶν καὶ ἰσχυρῶν κρατῶν. εἶπεν ὄπισθεν, ὅτι ὁ ἐγκρατὴς ἐμμενετικός ἐστι δόξης τῆς οἰκείας καὶ φησὶ νῦν, ὅτι εἰ ὁ ἐγκρατὴς πάσῃ δόξῃ ὀφείλει ἐμμένειν, λοιπόν ἐστιν ὁ ἐγκρατὴς φαῦλος, εἰ καὶ τῇ ψευδεῖ, ἤτοι τῇ κακῇ, δόξῃ ἐμμένει. εἰ γὰρ ὁ ἐγκρατὴς φαύλην ἔχει δόξαν, ἤτοι ὅτι καλόν ἐστι τὸ μοιχεύειν, καὶ ἐπιμένει πάλιν τῇ δόξῃ, λοιπὸν φαύλη ἐστὶν ἡ ἐγκράτεια. ὥστε ὁ ἐγκρατὴς οὐ πάσῃ δόξῃ ἐστὶν ἐμμενετικὸς ἀλλὰ τῇ ἀγαθῇ δόξῃ. καὶ πάλιν εἶπεν ὄπισθεν, ὅτι εἰ ὁ ἀκρατὴς ἐκστατικὸς πάσης δόξης, καί φησιν ἔνστασιν φέρων, ὅτι εἰ πάσης δόξης ἐκστατική ἐστιν ἡ ἀκρασία, ἔστι καί τις ἀκρασία ἀγαθή. εἰ γάρ τις ἔχει δόξαν φαύλην, οἷον εἰ ὅτι καλόν ἐστι τὸ μοιχεύειν δοξάζων, καὶ ἐκστῇ τῆς τοιαύτης δόξης καὶ οὐ πράττει τὴν μοιχείαν, ἡ τοιαύτη ἀκρασία ἐστὶν ἀγαθή. τοῦτο δὲ ἄτοπον. ἡ γὰρ ἀκρασία κακία ἐστίν, ὥστε οὐ πάσης δόξης ἐκστατικὴ ἡ ἀκρασία, ἀλλὰ τῆς ἀγαθῆς. εἰ γὰρ ἔχω δόξαν, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ ἐκστὰς τῆς τοιαύτης δόξης πράττω τὴν μοιχείαν, τότε ἀκρατὴς κληθήσομαι, καὶ ὁ Νεοπτόλεμος πεισθεὶς παρὰ τοῦ Ὀδυσσέως, δόξαν εἶχεν ἀπατῆσαι τὸν Φιλοκτήτην, εἶθ’ ὕστερον ἐκστὰς τῆς τοιαύτης δόξης καὶ οὐκ ἐμμείνας οἷς ὑπὸ τοῦ Ὀδυσσέως ἐπείσθη μὴ φέρων ψεύσασθαι,3 ἐπαινετός ἐστιν.

但对于邪恶、亦即对于恶德而言,是没有宽恕的,对于任何其他应避开之事也是如此。因为对于坏人,亦即对于放荡者或怯懦者,我们并不宽恕而是惩罚。抗衡的认识:因为不自制者在欲望向着可耻快乐勃发之时,拥有抗衡的理性以不遵从它,即便他受到它的主宰并沦为其奴隶。因此,既然在承认不自制者持有意见而非知识时,会得出不自制并非恶德这一荒谬结论,那么在不自制者身上抗衡着以不遵从欲望的,最终便是明智。因为不自制者拥有与欲望相抗衡的明智。因为这种明智乃是最强固的,正因如此对不自制者便没有宽恕。然而即使我们承认抗衡者乃是明智,也依然会得出荒谬结论:因为同一个人既会是明智者又会是不自制者,而明智者决不会自愿做坏事。因为正如我们所言,明智临在之时,一切伦理德性皆相随而至。因为明智是对极端事物、亦即对个别事物的领会能力,在它临在之处,也使其他德性即伦理德性相伴随。此外,如果自制者被称为自制者,是因为他拥有可耻且强烈的欲望——这些欲望抗衡着且不愿遵从那命令避开可耻快乐的理性,并且他受到它们的强烈侵逼——那么最终自制者便不是节制者。因为节制者根本没有侵扰他的可耻快乐,而是在理性命令必须避开可耻快乐之时,便立刻拥有顺从理性的欲望并保持平静。因为被可耻且强烈的快乐牵引或与之交战,并不属于节制者,拥有卑劣的欲望也不属于节制者;因为节制者所企求的是善好之物。然而必定如此,亦即,然而如果自制者与节制者乃是同一的,节制者本也应当拥有卑劣且强烈的快乐,像自制者那样受到它们的侵扰。但既然他没有卑劣的快乐,节制者便有别于自制者。因此,自制者拥有抗衡并坚决主张不顺从欲望的理性。因此他在此打算证明,自制以卑劣且强烈的欲望为底层对象,并且说,如果自制者的欲望是善好的,那么最终那阻止顺从欲望的品质、亦即理性便是卑劣的,因此并非一切自制都是优良的、亦即善的。然而,自制在拥有阻止顺从可耻欲望的理性而言是优良的,而在拥有阻止顺从[善好]欲望的理性时则是卑劣的。但如果欲望是微弱无力的,却不是坏的,那么即便自制者拥有不遵从欲望的理性、反而主宰了欲望,也算不得什么可敬之事。因为唯有当欲望巨大且善好而他主宰了它们时,才算得上可敬;但若欲望是卑劣的,同时又是微弱细小的,自制者即便主宰了它们,由于它们细小微不足道,也算不得什么伟大之事。因此剩下的便是:自制是关涉巨大、强烈且卑劣的欲望的;正因如此,自制者也作为主宰了巨大而强烈欲望的人而受到赞赏。他先前说过,自制者是固守自身意见的人,而他现在说,如果自制者应当固守一切意见,那么只要他也固守虚假、亦即坏的意见,自制者最终便是卑劣的。因为如果自制者持有卑劣的意见(亦即通奸是美好的),并且再次坚持这一意见,那么自制最终便是卑劣的。因此自制者并非固守一切意见的人,而是固守善好意见的人。他又在先前说过不自制者是否脱离一切意见,并且提出诘难说,如果不自制是脱离一切意见,那么便会存在某种善的不自制。因为如果某人持有卑劣的意见(例如认为通奸是美好的),而脱离了这样的意见并且不去通奸,这样的不自制便是善的。但这十分荒谬。因为不自制乃是恶德,所以不自制并非脱离一切意见,而是脱离善好的意见。因为如果我持有通奸是坏事的意见,却脱离这样的意见去通奸,那时我便被称为不自制者;而涅俄普托勒摩斯受奥德修斯说服,曾持有欺骗菲洛克忒忒斯的意见,随后脱离了这样的意见,因无法忍受撒谎而未坚持奥德修斯所说服之事,他是受到赞扬的。

语法注3 条
  1. 7.0ὃ οὖν ἄτοπόν τι συμβαίνει, ὅτι ἡ ἀκρασία κακία οὐκ ἔστιν ἐν τῷ δοῦναι, ὅτι δόξαν ἔχει ὁ ἀκρατής, οὐχὶ ἐπιστήμην, λοιπὸν φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα ἐπὶ τοῦ ἀκρατοῦς μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ.

    句首的 ὃ ... συμβαίνει 充当连接性关系从句(“既然出现了……这样一件荒谬的事”)。主句从 λοιπὸν φρόνησίς ἐστιν 开始(“那么……最终便是明智”),表明因为假设其为“意见”会导致荒谬结论,从而引出下一个候选者“明智”。ἐν τῷ δοῦναι 为带有冠词和介词 ἐν 的不定式,表示条件或原因(“在承认……的情况下”)。

  2. 7.0ἡ μὲν ἐγκράτεια, ᾗ ἔχει τὸν λόγον κωλύοντα μὴ ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, ἐστὶ χρηστή, ἡ δὲ ἔχει τὸν λόγον κωλύοντα ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, φαύλη ἐστίν.

    前半句 κωλύοντα μὴ ἕπεσθαι 中的 μή 是阻碍类动词后的冗余否定词(pleonastic negative),意为“阻止遵从”。后半句的对比句承接上文“如果自制者的欲望是善好的”这一假设,文字上的 ταῖς αἰσχραῖς ἐπιθυμίαις 需结合上下文理解为阻止遵从[善好]欲望时理性便显得卑劣,从而构成前后自制善恶的对照。

  3. 7.0μὴ φέρων ψεύσασθαι

    分词 φέρων 支配不定式 ψεύσασθαι,是表示“无法忍受说谎/不忍撒谎”的惯用表达。该分词短语作状语,用以说明涅俄普托勒摩斯放弃最初欺骗菲洛克忒忒斯之意见的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:413.1-414.21