← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§411.24-413.1

苏格拉底对不自制的否定与意见说的疑难

注疏者顺承亚里士多德的文本,梳理了针对苏格拉底否定不自制(认为知识不可能像奴隶一样被牵拉)的质疑,并指出了将不自制归咎于脆弱的“意见”而非知识时所带来的理论困难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#4

Εἶτα ἐπαπορεῖ καὶ πρὸς τὰς δόξας, καί φησιν, ὅτι εἰ ὁ ἀκρατής ἔστιν ὃς γινώσκει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, καὶ ἔχει τὸν λόγον ἐρρωμένον, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας καὶ μοιχεύει, 〈ἀπορήσει τις πῶς ὁ ἀκρατὴς ὑπολαμβάνων ὀρθῶς, ἤτοι γινώσκων ἀκριβῶς, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἀκρατεύεται1 καὶ ἡττᾶται ὑπὸ τοῦ πάθους καὶ μοιχεύει.〉 οὐ γάρ φασιν οἷόν τε εἶναι καὶ δυνατὸν τὸν ἔχοντα ἐπιστήμην τοῦ πράγματος παρασφαλῆναί ποτε. δεινὸν γὰρ ᾤετο ὁ Σωκράτης τὸ ἔνθα πάρεστιν ἐπιστήμη, ἐκεῖ ἄλλο τι κρατεῖν καὶ ἕλκειν τὸν λόγον ὥσπερ ἀνδράποδον. εἰ οὖν καὶ ὁ ἀκρατὴς ἐπιστήμην ἔχει τοῦ κακοῦ, ὅτι κακόν ἐστι, πῶς ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ περιέλκεται, ὡς ἀνδράποδον; ὁ Σωκράτης μὲν ἐμάχετο πρὸς τὸν λόγον τὸν ἀληθῆ, ὅτι ἀκρασία οὐκ ἔστι, καὶ ταῦτα φανεροῦ ὄντος ὅτι ἔστιν ἀκρασία. ἔλεγε γὰρ ὁ Σωκράτης ἀδύνατον εἶναί τινα ὑπολαμβάνοντα, ἤτοι δόξαν ἔχοντα καὶ γινώσκοντα βέλτιστον εἶναι τὸ μὴ μοιχεύειν, πράττειν παρὰ τὸ βέλτιστον, ἤτοι μοιχεύειν, ἀλλὰ τότε πράττει τις παρὰ τὸ βέλτιστον, ἤτοι τότε πράττει τὸ κακὸν δι’ ἄγνοιαν, ἤτοι ὅταν τις ἀγνοῇ τόδε κακὸν εἶναι, γινώσκων δέ τις ὅτι τόδε κακόν ἐστιν, οὐκ ἄν ποτε τοῦτο δράσῃ. οὗτος μὲν οὖν ὁ λόγος, ἤτοι ὅτι εἰ γινώσκει τις τόδε, ὅτι κακόν ἐστιν, οὐκ ἂν τοῦτο δράσῃ, μάχεται τοῖς φαινομένοις, ἤτοι τοῖς φανεροῖς πράγμασιν. ὁρῶμεν γάρ τινας καθ’ ἑκάστην γινώσκοντας, ὅτι τὸ μοιχεύειν κακὸν καὶ πράττοντας τοῦτο. δέον οὖν ζητῆσαι περὶ τὸ πάθος, ὅτι εἰ ὁ ἀκρατὴς ἀγνοεῖ τὸ πάθος, ἤτοι ὅτι τὸ μοιχεύειν κακόν. εἰ οὖν δι’ ἄγνοιαν τοῦ πάθους ἡττᾶται ὁ ἀκρατὴς καὶ πράττει τὸ κακόν, τίς ὁ τρόπος τῆς ἀγνοίας; ὅτι μὲν γὰρ ὁ ἀκρατὴς καὶ πρὸ τοῦ γενέσθαι ὅλος τοῦ πάθους καὶ πρὶν ἡττηθῇ ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας, οὐκ οἴεται, ἤτοι οὐ δοξάζει, καλὸν εἶναι τὴν αἰσχρὰν ἡδονήν, φανερόν ἐστι τοῦτο. ὥστε δῆλον ὅτι οὐκ ἄγνοιαν ἔχων ἀκρατεύεται. εἶπεν ἄνω ὅτι ἀδύνατόν ἐστι, τινὰ ἐπιστήμην ἔχοντα πλανηθῆναι καὶ πταῖσαι, καὶ εἶπε.... τί φημι,2 ὅτι ὁ ἐπιστάμενος οὐ παρασφαλεῖ ἀλλ’ οὐδὲ ὁ ὑπολαμβάνων, ἤτοι οὐδὲ ὁ ἔχων δόξαν, ὅτι τόδε βέλτιστόν ἐστι, καὶ οὐχὶ ἐπιστήμην, οὐδὲ οὗτος πράξει τι παρὰ τὸ βέλτιστον, καὶ φησὶ νῦν ὅτι εἰσί τινες οἳ τὰ μὲν συγχωροῦσιν, ἤτοι ὅτι λέγουσι καὶ ὁμολογοῦσιν, ὡς ὁ ἔχων ἐπιστήμην οὐκ ἄν ποτε παρασφάλῃ, οὐδὲ δυνατόν ἐστι περιγενέσθαι τι τῆς ἐπιστήμης, τὰ δὲ οὐχ ὁμολογοῦσιν, ἤτοι τόδε, εἰ δόξαν ἔχει τις, ἤτοι εἰ δοξάζει τις, ὅτι τὸ μοιχεύειν βέλτιστόν ἐστι, μὴ πρᾶξαί τι παρὰ τὸ νομισθὲν αὐτῷ βέλτιστον εἶναι, ἤτοι μὴ παρασφῆλαί ποτε καὶ δρᾶσαι τὸ κακόν, ἤτοι τὴν μοιχείαν, οὐχ ὁμολογοῦσιν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ οὐκ ἔχει τὸ βέβαιον καὶ τὸ ἄπταιστον, καὶ ἐπεὶ ἀπιστεῖ δοξάζει τις, ὅτι ὁ μὲν ἔχων ἐπιστήμην οὐ παρασφαλεῖ, ὁ δὲ δόξαν ἔχων παρασφαλεῖ. ἀβέβαιος γὰρ ἡ δόξα ἐστίν. ὁρῶσι μὲν γὰρ τὸν ἀκρατῆ ἡττώμενον ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, καὶ διὰ τοῦτό φασιν, ὅτι ὁ ἀκρατὴς κρατεῖται, ἤτοι ἡττᾶται, οὐχὶ ἐπιστήμην ἔχων ὅτι τόδε κακόν ἐστιν ἀλλὰ δόξαν. Εἶτα φέρει ἔνστασιν, ὅτι εἰ ὁ ἀκρατὴς δόξαν ἔχει, ὅτι τόδε κακόν ἐστι, καὶ εἰ ἡ γνῶσις, ἣν ἔχει ὁ ἀκρατὴς ἡ ἀντιτείνουσα πρὸς τὴν ἐπιθυμίαν ὀργῶσαν πρὸς αἰσχρὰς ἡδονάς, οὐκ ἔστιν ἐπιστήμη ἰσχυρὰ καὶ ὑπόληψις, ἤτοι γνῶσις, ἀλλ’ ἠρεμαία, ἤτοι ἀσθενὴς γνῶσίς ἐστι, καθάπερ οἱ διστάζοντες καὶ γνῶσιν ἔχοντες οὐ βεβαίαν ἀλλ’ ἀσθενῆ τινα καὶ ἀμυδράν. εἰ οὖν ὁ ἀκρατὴς δόξαν ἔχει καὶ οὐκ ἐπιστήμην, ἡ δὲ δόξα ἀβέβαιός ἐστι, συγγνώμη ἄρα ἐστὶν αὐτῷ ἐν τῷ μὴ ἐμμένειν ἐν ταύταις, ἤτοι ταῖς ἀγαθαῖς δόξαις πρὸς τὰς ἰσχυρὰς ἐπιθυμίας, ἤτοι ἂν ἡττᾶται ὑπὸ τῶν ἰσχυρῶν ἐπιθυμιῶν τῶν αἰσχρῶν, συγγνώμη ἔστιν αὐτῷ. τότε γὰρ ἦν ἄξιος τιμωρίας, ὅταν γὰρ ἀκριβῶς γινώσκων, ὅτι τόδε κακόν ἐστι, 〈καὶ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος αὐτὸ ἔπραττεν.3 ἐπεὶ δὲ οὐκ ἀκριβῶς γινώσκει, ὅτι τόδε κακόν ἐστιν, εἰ μὴ ἐμμένῃ τῇ οἰκείᾳ δόξῃ, ὅτι τόδε κακόν ἐστιν〉, ἀλλ’ ἡττηθῇ ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας ἰσχυρᾶς οὔσης, ὡς ἀγαθὸν αὐτὸ δράσει, συγγνώμη ἐστὶν αὐτῷ, καὶ εἰ συγγνώμη τῷ ἀκρατεῖ πράττοντι τὸ κακόν, λοιπὸν ἡ ἀκρασία κακία οὐκ ἔστι.

随后,他也对诸意见提出疑难,并且说:如果不自制者是那种知晓通奸是坏事且理性健全,却被欲望击败并去通奸的人,[那么人们便会困惑:正确理解、亦即确切知晓通奸是坏事的不自制者,究竟如何会陷于不自制、被情状击败而去通奸]。因为他们说,拥有对事情的知识的人,从来不可能也不准许失足。苏格拉底曾认为:在知识临在之处,竟有别的东西主宰理性并像对待奴隶一样牵拉它,这是骇人听闻的。因此,如果不自制者对坏事也拥有其为坏事的知识,他又如何会被欲望击败并像奴隶一样被到处牵拉呢?苏格拉底一方面反对真实的论说,声称不存在不自制,尽管不自制的存在是显而易见的。因为苏格拉底曾说,凡理解、亦即持有意见并知晓不通奸乃是至善的人,绝不可能背离至善去行事,亦即不可能去通奸;一个人唯有因无知才会背离至善行事,亦即唯有因无知才会作恶,也就是当某人不知道此乃坏事的时候;而知晓此乃坏事的人,则决不至于做下此事。因此,这一论说——亦即若某人知晓此乃坏事,便绝不会做下此事——与诸显现之事、亦即明白的事实相抵触。因为我们日常亲见某些人虽然知晓通奸是坏事,却仍做下此事。因此应当考察关于此种情状的问题:不自制者是否对该情状无知,亦即无知于通奸乃是坏事。那么,如果不自制者是因对该情状的无知而被击败并做出坏事,这无知的模式又是怎样的呢?因为显而易见的是,不自制者在完全沦入该情状之前,以及在被可耻的欲望击败之前,并不认为、亦即并不持意见以为可耻的快乐是美好的。因此显见,他并非因持有无知而陷于不自制。他在上文曾说,拥有知识的人不可能迷误和失足,并且曾说……我的意思是:不仅拥有知识者不会失足,甚至理解者(亦即对“此乃至善”持有意见而非知识的人)也不会背离至善做出任何事;而他现在说,有些人赞同其中一部分——亦即他们说并且承认,拥有知识的人绝不会失足,任何东西也不可能战胜知识——却不赞同另一部分,亦即这一点:如果某人持有意见,亦即如果某人认为通奸乃是至善,他便不会背离自己所认为的至善去行事,亦即绝不失足并做下恶事(也就是通奸),对此他们并不赞同。因为意见是易错的,并不具有稳固与无误,并且由于缺乏确信,人们认为:拥有知识者不会失足,拥有意见者则会失足。因为意见是不稳固的。事实上,他们看到不自制者被可耻的快乐所击败,正因如此他们说:不自制者受到主宰(亦即被击败),并非因其持有“此乃坏事”的知识,而是因其持有意见。随后他提出诘难:如果不自制者持有“此乃坏事”的意见,并且如果不自制者所拥有的认识(即与那向着可耻快乐勃发的欲望相抗衡的认识)不是强固的知识与理解(亦即认识),而是平缓的、亦即微弱的认识,正如那些犹疑不决且拥有的认识并非稳固而是微弱模糊的人那样。因此,如果不自制者持有的是意见而非知识,而意见是不稳固的,那么他在面对强烈的欲望时未能坚持这些意见(亦即善的意见)就应当获得宽恕,亦即若他被可耻的强烈欲望击败,他就应当获得宽恕。因为他本是在那时才应当受惩罚的,即当他确切知晓此乃坏事[却又被欲望击败而做下此事时。但既然他并未确切知晓此乃坏事,哪怕他未坚持自身关于此乃坏事的意见],而是被强烈的可耻欲望击败,将其当作善事去做,他就应当获得宽恕;而如果行恶的不自制者应获宽恕,那么最终不自制便不是恶了。

语法注3 条
  1. 7.0ἀπορήσει τις πῶς ὁ ἀκρατὴς ὑπολαμβάνων ὀρθῶς ... ἀκρατεύεται

    尖括号〈 〉内为校勘者补入的脱文。它充当前面条件从句 εἰ ὁ ἀκρατής ἔστιν...(“如果不自制者是……”)的主句结论。在语境中,它补全了亚里士多德原文(1145b21起)所提出的疑难。

  2. 7.0καὶ εἶπε .... τί φημι

    底本中的 .... 表示文本流传中的破格(anacoluthon)或断裂。注疏者在此以 τί φημι(“我的意思是”)打断并修正自己的表述,从而将讨论范围从拥有知识者扩大到持有意见者。

  3. 7.0τότε γὰρ ἦν ἄξιος τιμωρίας, ὅταν γὰρ ... ἔπραττεν

    τότε ... ὅταν 结构带有非现实/反事实语气的意味(“唯有在……之时他才应当受罚”),与随后的 ἐπεὶ δὲ ...(“然而既然实际上……”)形成对比,尖括号内的补文即基于这一逻辑结构恢复。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:411.24-413.1