- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:410.10-411.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐明了亚里士多德将自制与不自制从德性与恶中区分开来的缘由在于灵魂内部冲突的有无,解释了列出并考察公认意见的方法论,并整理列举了关于自制与不自制的各种流传意见。
ἐπὶ δὲ τῆς ἀκρασίας, οὐκ ἔστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς. τῆς γὰρ ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονάς, οὐκ εὐθὺς ἕπεται ταῖς ὀρέξεσιν αὐτῆς ὁ λόγος ἀλλ’ ἀντιτείνει, κἂν ἡττᾶται, κατ’ αὐτὸ τοῦτο ἑτέρα πάλιν ἡ ἀκρασία τῆς κακίας ἐστί. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ, ὅτι οὐ μάτην μέλλει διαλαβεῖν περὶ αὐτῶν ἀλλ’ ὡς ἑτέρων οὐσῶν ἐκείνων τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν κακιῶν, εἰκότως καὶ ἰδίως περὶ αὐτῶν διέλαβεν. ὥσπερ δὲ τὰς ἄλλας ἀρετὰς ἐπιστοῦμεν ἀπὸ τῶν φαινομένων, ἤτοι ἀπὸ τῆς τῶν πολλῶν δόξης, οὕτω δεῖ καὶ ἐνταῦθα θεῖναι ἃ ἐδόξασαν πάντες περὶ ἐγκρατείας καὶ ἀκρασίας, καὶ διαπορήσαντας,1 ἤτοι ἐνσταθέντας πρὸς τὰς δόξας καὶ ὅσαι μὲν τῶν δοξῶν ἔχονται ἀληθείας, ταύτας λαβεῖν, ὅσαι δέ εἰσι πεπλανημέναι καὶ τῆς ἀληθείας ἔξω, ταύτας ἐᾶσαι καὶ οὕτω δεῖξαι τήν τε ἐγκράτειαν καὶ ἀκρασίαν. μάλιστα μὲν οὖν δεῖ πάσας τὰς δόξας ὅσας ἐδόξασαν περὶ ταῦτα τὰ πάθη, ἤτοι τὴν ἐγκράτειαν καὶ τὴν ἀκρασίαν, λαβεῖν, εἰ δὲ μή, ἤτοι εἰ δὲ μὴ δύναται πάσας τὰς δόξας λαβεῖν, τέως οὖν λαβεῖν δεῖ τὰς πλείονας τῶν δοξῶν καὶ κυριωτέρας, ἤτοι τιμιωτέρας τῶν ἄλλων. μέλλει γὰρ διαλαβεῖν πρῶτον περὶ αὐτῶν, εἶτα λαβεῖν τὰς δόξας, ἃς οἱ παλαιοὶ περὶ ἐγκρατείας καὶ ἀκρασίας διέλαβον, καὶ μέλλει ἐκ τούτων χωρίσαι τὰς ἀληθεῖς καὶ λαβεῖν αὐτάς, τὰς δ’ ἄλλας ἀπελέγξαι ὡς κακῶς ἐχούσας, εἶτα εἰπεῖν καὶ τὴν αὑτοῦ δόξαν περὶ αὐτῶν. ἐὰν γὰρ λύσωμεν τὰς δυσχερεῖς τῶν δοξῶν, ἤτοι ὅσαι κακῶς ἔχουσι, τὰ δ’ ἔνδοξα, ἤτοι αἱ δόξαι αἳ καλῶς ἔχουσαι καταληφθῶσιν, ἱκανῶς ἔσονται ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία δεδειγμέναι. δοξάζουσιν οὖν πάντες, ὅτι ἡ ἐγκράτεια καὶ ἡ καρτερία τῶν σπουδαίων εἰσίν, ἤτοι ἀρεταί εἰσιν, ἡ δὲ ἀκρασία καὶ ἡ μαλακία, ὅτι τῶν φαύλων εἰσίν, ἤτοι ὅτι εἰσὶ κακίαι, καὶ ὅτι ὁ αὐτός ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ ἐμμενετικὸς τῷ λογισμῷ, ἤτοι τῇ δόξῃ, ἤτοι καὶ δοξάζουσιν, ὅτι ὁ ἐγκρατὴς ἐμμένει τῇ οἰκείᾳ δόξῃ καὶ οὐκ ἐξίσταται ταύτης, καίτοι τῆς ἐπιθυμίας ἀντιτεινούσης πολλά, οἷον δοξάζει ὁ ἐγκρατής, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἡ δὲ ἐπιθυμία ἀντιτείνει καὶ οἴεται τοῦτο ἡδὺ καὶ ἐπιζητεῖ αὐτό. ἐμμένει οὖν ὁ ἐγκρατὴς τῇ οἰκείᾳ δόξῃ, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ οὐκ ἐξίσταται αὐτῆς ποτε οὐδ’ ἕπεται τῇ ἐπιθυμίᾳ τὸ μοιχεύειν ἐπιζητούσῃ, ὁ δ’ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ, ἤτοι τῆς οἰκείας δόξης, ἐστὶν ὁ αὐτός. ἀκρατὴς γάρ ἐστιν ὃς ἔχει τὸν λόγον ἐρρωμένον καὶ δοξάζει κακὸν τὸ μοιχεύειν, 〈τῆς δὲ ἐπιθυμίας ἀντιτεινούσης καὶ ἡδὺ τὸ μοιχεύειν νομιζούσης καὶ ἀγαθόν, ἐξίσταται τῆς δόξης, ἤτοι τοῦ δοξάζειν κακὸν τὸ μοιχεύειν〉, καὶ πράττει αὐτὸ καὶ νομίζει ὡς ἡδύ. καὶ ὁ μὲν ἀκρατὴς γινώσκων, ὅτι φαῦλόν ἐστι τὸ μοιχεύειν, πράττει αὐτὸ διὰ τὸ πάθος, ἤτοι ἡττηθεὶς ὑπὸ τοῦ πάθους, τουτέστι τῆς ἐπιθυμίας, ὁ δ’ ἐγκρατὴς γινώσκων ὅτι φαῦλαί εἰσιν αἱ ἐπιθυμίαι οὐδ’ ὅλως πράττει αὐτὰς οὐδ’ ἀκολουθεῖ τῇ ἐπιθυμίᾳ οἰομένῃ τὰς ἡδονὰς ἀγαθὸν εἶναι διὰ τὸν λόγον, ἤτοι τοῦ λόγου προστάσσοντος, ὅτι κακὸν τὸ μοιχεύειν, οὐχ ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας νομιζούσης αὐτὸ ἀγαθὸν εἶναι, καὶ ἀντιτεινούσης τῷ λόγῳ. καὶ δοξάζουσιν, ὅτι ὁ σώφρων ἐστὶν ἐγκρατὴς καὶ καρτερικός. πάντα δὲ τὸν τοιοῦτον, ἤτοι τὸν ἐγκρατῆ, οἱ μὲν δοξάζουσιν εἶναι σώφρονα, οἱ δὲ οὐ δοξάζουσιν, ὅτι ὁ ἐγκρατὴς σώφρων ἐστὶ συγκεχυμένως. μὴ γὰρ εἰδότες διαφορὰν ἀκολάστου καὶ ἀκρατοῦς συγκεχυμένως, ἤτοι ἀδιαφόρως, δοξάζουσι τὸν ἀκόλαστον ἀκρατῆ εἶναι καὶ τὸν ἀκρατῆ ἀκόλαστον. οἱ δὲ δοξάζουσιν εἶναι ἕτερον τὸν ἀκόλαστον τοῦ ἀκρατοῦς, τὸν δὲ φρόνιμόν ποτε μέν τινες δοξάζουσιν εἶναι ἀκρατῆ, ποτὲ δὲ δοξάζουσί τινές τινας φρονίμους καὶ δεινούς. τὸ καὶ ἀντὶ τοῦ ἤτοι δεινοὺς ἀκρατεῖς.2 τοὺς γὰρ φρονίμους τοὺς δεινοὺς ἀκρατεῖς λέγουσιν εἶναι. ἔτι δοξάζουσιν ὅτι οὐ μόνον ἀκρατὴς λέγεται ὃς ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται, ἀλλὰ καὶ ὃς ἡττᾶται ὑπὸ τοῦ θυμοῦ καὶ ὑπὸ τῆς τιμῆς καὶ ὑπὸ τῆς φιλοχρηματίας. λέγομεν γὰρ ὅτι ἀκρατής ἐστι θυμοῦ. ὁμοίως δὲ καὶ ὁ ἀγαπῶν ὑπερβολικῶς κερδαίνειν ἢ ὑπερβολικῶς τιμᾶσθαι λέγεται ἀκρατὴς κέρδους, ἤτοι φιλοχρηματίας, 〈καὶ ἀκρατὴς τιμῆς〉. τὰ μὲν λεγόμενα, ἤτοι αἱ φερόμεναι δόξαι, περὶ ἐγκρατείας καὶ ἀκρασίας αὗταί εἰσιν.
另一方面,在不自制中,并不存在灵魂诸部分的谐和秩序。因为当欲望向着可耻的快乐勃发时,理性并不随即遵从其欲求,而是与之抗衡;即便它被击败,正因这一点,不自制便又不同于恶。他说这番话,是为了表明自己将要讨论它们并非徒劳,而是既然它们有别于那些伦理德性与恶,他理所当然且专门地讨论了它们。正如我们从显现之事(亦即从大众的意见)确立了其他诸德性那样,在此处也应当列出众人关于自制与不自制所持有的意见,并在进行疑难考察之后——亦即对这些意见提出诘难之后——采纳那些切合真理的意见,搁置那些偏离并处于真理之外的意见,从而阐明自制与不自制。因此,最理想的是采纳人们关于这些情状(即自制与不自制)所持有的一切意见;如果不能——亦即如果无法采纳一切意见——那么无论如何应当采纳意见中居多数且最为主导的那些,亦即比其余意见更可贵的那些。因为他将首先论及它们,随后采纳古人关于自制与不自制所阐发的意见,并从其中区分出真实的意见予以采纳,将其他的意见作为不当的予以驳斥,随后也陈述他自己关于它们的意见。因为如果我们消解了诸意见中困难的那些(亦即那些不当的意见),而那些公认意见(亦即被认定为健全的意见)保留下来,自制与不自制便得到了充分的阐明。 众人因此认为:自制与坚忍属于优良之事,亦即是德性;而不自制与软弱属于低劣之事,亦即是恶;并且自制者与坚持推论(亦即坚持意见)的人是同一的——亦即他们也认为,自制者坚守自身的意见而不偏离它,尽管欲望多有抗衡。例如,自制者认为通奸是坏事,而欲望与之抗衡,以为此事是令人愉悦的并渴求它;于是自制者坚守自身认为通奸是坏事的意见,绝不偏离它,也不遵从渴求通奸的欲望。另一方面,不自制者与偏离推论(亦即偏离自身意见)的人是同一的。因为不自制者是拥有健全的理性并认为通奸是坏事,[但在欲望抗衡并以为通奸是令人愉悦且良善之事时,偏离了意见,亦即偏离了认为通奸是坏事的意见],做下此事并视为令人愉悦的。不自制者虽知通奸是下劣的,却因情状(亦即被情状,也就是欲望所击败)而做出此事;而自制者知道诸欲望是下劣的,就全然不做这些事,也因理性而不遵从那以为快乐是善的欲望——亦即在理性命令通奸是坏事时,他不被那以为此事是善且与理性抗衡的欲望所击败。 众人还认为节制者是自制且坚忍的。但对于每一个这样的人,亦即对于自制者,有人认为他是节制的,有人则不以混淆的方式认为自制者是节制的。因为那些不知放纵者与不自制者之区别的人,以混淆的(亦即不加区分的)方式认为放纵者是不自制的、不自制者是放纵的;而其他人则认为放纵者有别于不自制者。至于明智者,有时有人认为他是不自制的,有时有人则认为某些明智且精明的人[是不自制的]——其中的“且”代表“亦即精明的不自制者”;因为他们说那些明智者即精明之人是不自制的。此外他们还认为,不仅被欲望所击败的人被称为不自制者,被怒气、荣誉以及爱财所击败的人也被称为不自制者。因为我们确实会说某人在怒气上是不自制的。同样,过度贪图获利或过度喜爱受敬重的人,也被称为在利得(亦即爱财)上是不自制的,[以及在荣誉上是不自制的]。关于自制与不自制所说的那些话,亦即流传的诸意见,便是这些。
- 7.0διαπορήσαντας
跟在不定式结构 δεῖ ... θεῖναι 之后的宾格分词,作为受非人称动词 δεῖ 支配的不定式 λαβεῖν 的逻辑主语(泛指探究者),采宾格形式与隐伏的主语一致。
- 7.0τὸ καὶ ἀντὶ τοῦ ἤτοι δεινοὺς ἀκρατεῖς
注释者对前句 φρονίμους καὶ δεινούς 中的连词 καί 的句法说明。他指出此处 καί 并非简单的并列,而是起到解释说明作用(相当于 ἤτοι,即“亦即”),解释为“明智者,即精明的不自制者”。
