← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§408.32-410.10

神圣德性、野兽性与自制的地位

埃乌斯特拉提乌斯阐明了神圣德性与野兽性的极度罕见性,以及野兽性在蛮族中或因狂乱与心智残损而产生的情况,继而从灵魂内部谐和与冲突的视角,论证了自制与不自制为何既非严格与德性及恶同一,也非完全与它们相异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0#2

ὥσπερ καὶ Ὅμηρος παράγει τὸν Πρίαμον ἐπαινοῦντα τὸν Ἕκτορα, ὅτι σφόδρα ἦν ἀγαθὸς ὑπὲρ πάντα ἄνθρωπον, ἅτε τὴν ἡρωικὴν καὶ θείαν ἀρετὴν ἔχων. ἐκπληττόμενος γὰρ τὸν Ἕκτορα ἔλεγε μὴ εἶναι παῖδα ἀνδρὸς αὐτὸν ἀλλὰ θεοῦ. ἑώρα γὰρ αὐτὸν ὄντα ἀνδρεῖον ὑπὲρ πάντα ἄνθρωπον καὶ σώφρονα ὑπὲρ πάντα. ὥστε ὥσπερ λέγουσιν, ὅτι οἱ ἄνθρωποι γίνονται θεοὶ καὶ ἐγγίζουσι τῷ θεῷ δι’ ἀρετῆς ὑπερβολήν, ἤτοι ὅταν εἰς ἄκρον πάσης ἀρετῆς φθάσωσι καὶ πᾶσαν ὑπὲρ πάντα ἄνθρωπον κατορθώσωσι· τοιαύτη ἐστὶ καὶ ἡ ἕξις ἡ ἀντικειμένη τῇ θηριώδει, ἤτοι ἡ ἡρωϊκὴ καὶ θεία ἀρετή, ἡ ὑπὲρ πᾶσαν ἀρετὴν οὖσα, θεοὺς τοὺς ἀνθρώπους ποιοῦσα καὶ τῷ θεῷ ἐγγίζειν παρασκευάζουσα. ἴσως δέ τις εἶπεν, ὅτι ἐπεὶ ἡ τοιαύτη ἀρετή, 〈ἡ〉 ἡρωικὴ καὶ θεία, ὑπὲρ πᾶσαν ἀρετήν ἐστι, λοιπὸν τοῖς θεοῖς προσήκει. λύων οὖν ταύτην τὴν ἔνστασιν φησίν, ὅτι τοῖς μὲν θηρίοις ἀρετὴ οὐκ ἔστι, διότι ἡ ἀρετὴ προαιρετή ἐστιν, ἡ δὲ προαίρεσις τῶν λογικῶν ἐστιν· ἀλλ’ οὐδὲ τοῖς θεοῖς ἀρετή ἐστι, διότι ὑπὲρ πᾶσαν ἀρετήν εἰσιν οἱ θεοί. ἀλλ’ ἡ μέν, ἤτοι ἡ ἡρωικὴ καὶ θεία ἀρετή, τιμιωτέρα ἐστὶ πάσης ἀρετῆς καὶ ὑπὲρ πᾶσαν ἀρετήν, ἡ δέ, ἤτοι ἡ θηριώδης, ἡ ἀντικειμένη αὐτῇ, ἕτερόν τι γένος, ἤτοι εἶδος, κακίας ἐστίν, ἥτις ὑπὲρ πᾶσαν κακίαν ἐστί. θηριῶδες γάρ ἐστι τὸ πίνειν αἵματα ἀνδρῶν καὶ ἐσθίειν ὠμὰ κρέατα. ὁ γοῦν ἔχων τὴν ἡρωικὴν καὶ θείαν ἀρετὴν λέγεται θεῖος, τὸ δὲ θεῖόν τινα εἶναι σπάνιόν ἐστιν. ὀλίγοι γὰρ ἔχουσι ταύτην τὴν ἀρετήν, καὶ οἱ Λάκωνες οὖν ὅταν ἠγάσθησάν του, ἤτοι τινός, ἤτοι ὅταν ἐθαύμασάν τινα ὡς ὑπὲρ πάντα ἄνθρωπον ὄντα, ἔλεγον, οὗτος ἀνὴρ σεῖός ἐστιν, ἤτοι θεῖος. οὕτω καὶ τὸ εἶναί τινα θηριώδη ὥστε πίνειν αἵματα ἀνθρώπων καὶ ἐσθίειν 〈ὠμὰ〉 κρέατα ἀλόγων σπάνιόν ἐστιν. ἐπὶ μὲν τῶν Ἑλλήνων οὐκ ἔστιν ἰδεῖν ἄνθρωπον τοιοῦτον θηριώδη. οἱ γὰρ Ἕλληνες πεπαιδευμένοι εἰσὶ καὶ συντεθραμμένοι λόγῳ, μάλιστα δὲ ἐν τοῖς βαρβάροις ἔστιν ἰδεῖν τοιοῦτον θηριώδη. οἱ γὰρ βάρβαροι ἀπαίδευτοι καὶ οὐ συντεθραμμένοι λόγῳ. γίνονται δέ τινες θηριώδεις καὶ διὰ νόσον εἰ μανίαν νοσοῦσι καὶ μαίνονται καὶ διὰ πήρωσιν. εἰσὶ γάρ τινες πεπηρωμένον, ἤτοι βεβλαμμένον, ἔχοντες τὸ λογιστικὸν καὶ τῶν οἰκείων φρενῶν ἐκστάντες θηριώδεις γίνονται καὶ πίνουσιν αἵματα καὶ ὠμὰ κρέατα ἐσθίουσι. καὶ ἐπιδυσφημοῦμεν, ἤγουν ὑβρίζομεν, τὸν ὑπερβάλλοντα τῇ κακίᾳ καὶ ὑπὲρ πᾶσαν κακίαν ὄντα, οἳ τὸν ἄδικον ὄντα καὶ ἀκόλαστον ὑπὲρ πάντα ἄδικον καὶ ἀκόλαστον ἐπιδυσφημοῦντες καὶ διασύροντες ἐκεῖνον θηριώδη αὐτὸν ἀποκαλοῦμεν,1 οἷον ἦν ὁ Ἔχετος. περὶ μὲν τῆς τοιαύτης διαθέσεως, ἤτοι τῆς θηριώδους, ὕστερον ἐροῦμεν. περὶ δὲ τῆς κακίας, τῆς ἀντικειμένης ταῖς ἠθικαῖς ἀρεταῖς, εἴπομεν πρότερον, ὅτε περὶ τῶν ἠθικῶν ἀρετῶν ἐλέγομεν. Περὶ δὲ τῆς ἀκρασίας καὶ τῆς μαλακίας καὶ τρυφῆς (τὸ καὶ ἀντὶ τοῦ ἤτοι τρυφῆς·2 ἡ γὰρ μαλακία τρυφή ἐστιν· ὁ γὰρ τρυφηλὸς ἄνθρωπος μαλακὸς λέγεται) λεκτέον· ἡ γὰρ ἐγκράτεια καὶ ἀκρασία περὶ ὧν μέλλομεν εἰπεῖν νῦν, οὐκ εἰσιν ἕξεις αἱ αὐταὶ τῇ ἀρετῇ καὶ μοχθηρίᾳ, ἤτοι τῇ κακίᾳ. οὔτε γὰρ ἡ ἐγκράτεια ἡ αὐτή ἐστι τῇ ἀρετῇ οὔτε ἡ ἀκρασία ἡ αὐτή ἐστι τῇ κακίᾳ. οὔθ’ ὡς ἕτερον γένος, ἤτοι οὔτε ἑτέρα ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία τῆς ἀρετῆς καὶ τῆς κακίας, οὔτε ἡ ἀκρασία ἐστὶν ἑτέρα τῆς κακίας, ἀλλὰ πῇ μέν εἰσιν αἱ αὐταί, πῇ δ’ ἕτεραι. ἡ γὰρ ἐγκράτεια, ἡ μέν ἐστιν ἕξις προαιρετή,3 ἐγγίζει τῇ ἀρετῇ καὶ ἔστιν ἡ αὐτὴ τῇ ἀρετῇ, ἡ δὲ ἐπὶ τῆς ἀρετῆς ἐστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς καὶ οὐ μάχη τίς ἐστιν, ἀλλ’ οἷον ἐπὶ τοῦ σώφρονος, τοῦ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν, ἐπὶ δὲ τῆς ἐγκρατείας οὐκ ἔστιν ἰσονομία ἀλλὰ μάχη τις. τοῦ γὰρ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν οὐκ εὐθὺς ἐπακολουθεῖ ἡ ἐπιθυμία ἀλλ’ ἀντιπίπτει καὶ σπεύδει μᾶλλον ὡς ἀνδράποδον ἑλκύσαι τὸν λόγον ταῖς ἑαυτῆς ὀρέξεσι ταῖς αἰσχραῖς. οὐκ ἔστιν ἀρετὴ ἡ ἐγκράτεια. καὶ πάλιν, ᾗ μέν ἐστιν ἡ κακία ἕξις παρὰ τὸν ὀρθὸν λόγον, ἔστι δὲ καὶ ἡ ἀκρασία ἕξις παρὰ τὸν ὀρθὸν λόγον, ἔστιν ἡ ἀκρασία ταὐτὸν τῇ κακίᾳ, ᾗ δὲ πάλιν ἐπὶ τῆς κακίας ἐστὶν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς, οἷον ἐπὶ τῆς ἀκολασίας, τῆς ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονάς, οὐκ ἔχει τὸν λόγον ἀντιτείνοντα ἀλλ’ εὐθὺς ἑπόμενον.

正如荷马也描绘普里阿摩斯称赞赫克托耳那样,因为他超越一切常人而极其良善,拥有英雄的与神圣的德性。普里阿摩斯惊叹于赫克托耳,常说他不是凡人的孩子,而是神的孩子;因为他看到赫克托耳超越一切常人而勇敢,超越一切人而节制。因此,正如人们所说,人类由于德性的过剩而成为诸神并切近于神——亦即当他们达到全般德性的顶点并超越一切常人而成就全般德性之时——那与野兽性相对立的品质,即英雄的与神圣的德性也是如此,它超越了一切德性,使人类成为神,并使之准备好切近于神。但或许有人会说,既然这种英雄的与神圣的德性超越了一切德性,那么它往后应当属于诸神。于是他消解这一反驳说,野兽并没有德性,因为德性是出于抉择的,而抉择属于理性的存在;但诸神同样没有德性,因为诸神超越了一切德性。然而一方面,英雄的与神圣的德性比一切德性更可贵,超越了一切德性;另一方面,与它相对立的野兽性是恶的另一种属——亦即种——超越了一切恶。因为饮人的血和吃生肉是野兽般的。无论如何,拥有英雄的与神圣之德性的人被称为神圣的,但某人成为神圣的乃是罕见的。因为很少有人拥有这种德性,所以斯巴达人每当赞叹某人时——亦即每当他们惊叹某人超越了一切常人时——便会说:“此人是神般的”,即神圣的。同样,某人变得野兽般以至于饮人的血并吃无理性动物的生肉,也是罕见的。在希腊人中是看不到这种野兽般的人的;因为希腊人受过教育并伴随理性而成长,但在蛮族人中则尤为能见到这种野兽般的人;因为蛮族人未受教育且未伴随理性而成长。还有一些人则是由于疾病(若患上癫狂病且发狂)以及由于残损而变得野兽般的。因为有些人拥有受残损——亦即受伤害——的理性官能,丧失了本有的心智,变得野兽般,饮血并吃生肉。而我们也会诋毁——即辱骂——那在恶上过度且超越了一切恶的人,当我们看到某人超越了一切不义者与放纵者而不义且放纵时,便诋毁并嘲弄他,称他为野兽般的,正如厄刻托斯那样。关于这种状态,即野兽般的状态,我们稍后将讨论;而关于与伦理诸德性相对立的恶,我们在谈论伦理诸德性时此前已经谈过。 关于不自制、软弱与奢靡(其中的“与”代表“亦即奢靡”;因为软弱就是奢靡,奢靡的人被称为软弱的),必须予以讨论;因为我们现在将要讨论的自制与不自制,并不是与德性及败坏——亦即恶——同一的品质。因为自制不与德性同一,不自制也不与恶同一。但它们也不是作为另一属——亦即自制与不自制并非有别于德性与恶,不自制也并非有别于恶——而是在某方面相同,在某方面不同。因为就自制而言,一方面在它是出于抉择的品质这方面,它切近于德性且与德性相同;但在德性中灵魂的诸部分有着谐和的秩序且无争斗(例如在节制者身上,当理性命令应当远离可耻的快乐时,他随即拥有顺从的欲望),而在自制中却没有谐和的秩序反而有争斗(因为当理性命令应当远离可耻之事时,欲望并不随即顺从,反而与之抗衡,甚至急迫地要像对待奴隶一样把理性拖向自身可耻的欲求),在这方面自制便不是德性。再者,就恶是违背正确理性的品质,而不自制也是违背正确理性的品质而言,不自制与恶是同一的;但另一方面,在恶中灵魂的诸部分有着谐和的秩序(例如在放纵中,欲望向着可耻快乐勃发时,并不拥有抗衡的理性,而是拥有随即跟从的理性),在这方面[它便不同于恶]。

语法注3 条
  1. 7.0οἳ τὸν ἄδικον ὄντα καὶ ἀκόλαστον ὑπὲρ πάντα ἄδικον καὶ ἀκόλαστον ἐπιδυσφημοῦντες καὶ διασύροντες ἐκεῖνον θηριώδη αὐτὸν ἀποκαλοῦμεν

    关系代词 οἵ 接续前行主句动词 ἐπιδυσφημοῦμεν 的第一人称复数主语,起同位语式的补充说明作用。句子的核心结构为主动词 ἀποκαλοῦμεν 搭配双重宾格(αὐτόν 与 θηριώδη),并带有表示伴随状况的分词 ἐπιδυσφημοῦντες καὶ διασύροντες。

  2. 7.0τὸ καὶ ἀντὶ τοῦ ἤτοι τρυφῆς

    注释家指出亚里士多德原文“软弱与奢靡”(καὶ τρυφῆς)中的连词 καί 具有解释性/同位语功能,相当于“亦即”(ἤτοι),因而将软弱与奢靡视作同义互换,而非两个并列的独立概念。

  3. 7.0ἡ μέν ἐστιν ἕξις προαιρετή

    手稿在此处写作阴性主格冠词 ἡ,而非关系副词 ᾗ(“在……范围内/就……而言”)。结合下文与之对称的“ἡ δὲ ἐπὶ τῆς ἀρετῆς ἐστιν ἰσονομία”以及后文的平行句式“ᾗ μέν ἐστιν ἡ κακία... ᾗ δὲ πάλιν...”,此处在语义上充当 ᾗ μέν ... ᾗ δέ,引导表限制或视角的副词性从句(“一方面就……而言,但另一方面就……而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:408.32-410.10