- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:407.3-408.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《尼各马可伦理学》卷七开篇处,欧斯特拉提乌斯根据灵魂各部分之间的内讧或谐和状态,解释了亚里士多德为何将自制、不自制以及英雄的与神圣的德性同通常的伦理德性分开专门论述,并梳理了应当避开的三种恶(恶、不自制、野兽性)及其相应的对立品质。
Διδάξας περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν, νῦν διδάσκει καὶ περὶ ἐγκρατείας καὶ ἡρωϊκῆς τινος καὶ θείας ἀρετῆς. οὐκ ἐδίδαξε δὲ περὶ ἐγκρατείας, ἔνθα ἐδίδασκε περὶ τῶν ἠθικῶν ἀρετῶν, ἢ καὶ περὶ τῆς ἡρωϊκῆς καὶ θείας ἀρετῆς. ἀλλ’ ἰδίως διδάσκει περὶ ἐγκρατείας καὶ τῆς ἡρωικῆς καὶ θείας ἀρετῆς καὶ διεχώρισε ταύτας τῶν ἄλλων ἀρετῶν, εἰκότως. ἐπεὶ γὰρ ἡ ἐγκράτεια οὐκ ἔστι κυρίως ἀρετὴ ἀλλ’ ἐγγίζει τῇ ἀρετῇ, ἀρετὴ δὲ κυρίως οὐκ ἔστιν (ᾗ μὲν γάρ ἐστιν ἡ ἐγκράτεια ἐκ προαιρέσεως γινομένη καὶ περὶ πρακτὰ καταγινομένη, ἔοικεν ἀρετῇ, ᾗ δὲ πάλιν οὐκ ἔστιν ἰσονομία ἐπὶ τῶν μερῶν τῆς ψυχῆς, ἀλλὰ μάχη τις καὶ στασιασμός, ἀρετὴ οὐκ ἔστιν. ὁ γὰρ ἐγκρατὴς ἔχει μὲν τὸν λόγον προστάσσοντα δεῖν ἀπέχεσθαι τῶν ἡδονῶν τῶν αἰσχρῶν, τὴν δὲ ἐπιθυμίαν ἔχει μὴ ἀκολουθοῦσαν τῷ λόγῳ ἀλλ’ ἀντιτείνουσαν καὶ τῶν αἰσχρῶν ἡδονῶν ἀντέχεσθαι σπεύδουσαν. ἐπὶ δὲ τῶν ἀρετῶν ἰσονομία τίς ἐστι καὶ οὐ μάχη τῶν μερῶν τῆς ψυχῆς, ἀλλὰ ὁ σώφρων ἔχει μὲν τὸν λόγον προστάσσοντα δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν καὶ εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν τῷ λόγῳ καὶ μὴ ἀντιτείνουσαν, ὁμοίως δὲ καὶ ὁ ἀνδρεῖος ἔχει τὸν λόγον προστάσσοντα δεῖν ἀπτόητον περὶ τὰ φοβερὰ διαμένειν, καὶ εὐθὺς ἔχει τὸν θυμὸν ὑπείκοντα καὶ μὴ ἀντιτείνοντα), ἐπεὶ οὖν οὐκ ἔστιν ἡ ἐγκράτεια κυρίως ἀρετὴ ἀλλ’ ἐοικυῖα ἀρετῇ, τούτου χάριν ἐδέησεν αὐτῷ ἰδίᾳ περὶ αὐτῆς διαλαβεῖν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία, ἡ ἀντικειμένη τῇ ἀρετῇ, ἤτοι τῇ ἐγκρατείᾳ, ἑτέρα τίς ἐστι κακία παρὰ τὰς ἄλλας, τὰς ἀντικειμένας ταῖς ἠθικαῖς ἀρεταῖς, ἤγουν τὴν ἀκολασίαν τὴν δειλίαν καὶ τὰς λοιπάς. ὁ γὰρ ἀκρατὴς ἔχει μὲν τὸν λόγον ἐρρωμένον, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἡττᾶται δὲ ὑπὸ τοῦ πάθους, καὶ γίνεται κἀνταῦθα μάχη τις τῶν μερῶν τῆς ψυχῆς. τῆς γὰρ ἐπιθυμίας σπευδούσης ἀντέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, ὁ λόγος ἀντιτείνει κἂν ἡττᾶται. ὁ δὲ ἀκόλαστος ἔχων τὴν ἐπιθυμίαν ῥέπουσαν πρὸς τὰς φαύλας ἡδονὰς εὐθὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα καὶ μὴ ἀντιτείνοντα. ὁμοίως δὲ καὶ ὁ θρασὺς ἔχει τὸν θυμὸν ἀτάκτως ὁρμῶν1 οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ, καὶ εὐθὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα. ὥστε καὶ ἐπὶ τῶν κακιῶν τῶν ἀντικειμένων ταῖς ἠθικαῖς ἀρεταῖς ἰσονομία τίς ἐστι τῶν μερῶν τῆς ψυχῆς καὶ οὐ μάχη. ἐπὶ δὲ τῆς ἀκρασίας οὐκ ἔστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς. ἡ δὲ ἡρωικὴ καὶ θεία ἐπεὶ ἔστιν ὑπὲρ πᾶσαν ἀρετήν, τούτου χάριν ἐδέησεν αὐτῷ ἰδίᾳ καὶ περὶ αὐτῆς διαλαβεῖν. ἐπεὶ δὲ αἱ κακίαι, οἷον ἡ ἀκρασία καὶ ἡ θηριώδης, γνωριμώτεραί εἰσι τῶν ἀρετῶν, τῆς τε ἐγκρατείας καὶ τῆς ἡρωικῆς καὶ θείας ἀρετῆς, τούτου χάριν ἀπὸ τῶν γνωριμωτέρων ἤρξατο, ἵνα δι’ αὐτῶν καὶ τὰς ἀρετὰς πιστώσηται. Ὅτι τῶν φευκτῶν, ἤτοι τῶν κακιῶν2 τῶν περὶ τὰ ἤθη ἤτοι τῶν θεωρουμένων ἐν ταῖς ἠθικαῖς ἀρεταῖς, τρία εἰσὶν εἴδη κακιῶν. ἡ γὰρ κακία ἀντίκειται πάσαις ταῖς ἠθικαῖς ἀρεταῖς. ἡ γὰρ δειλία καὶ ἡ θρασύτης καὶ ἡ ἀκολασία, ἣ κακίαι, ἀντίκεινται ταῖς ἠθικαῖς ἀρεταῖς ὡς κακίαι. τὰ δὲ ἐναντία, ἤτοι ἀπὸ τῶν τριῶν ἤτοι αἱ δ’ ἀρεταί, αἵ εἰσιν ἐναντίαι τοῖς δυσί, τῇ τε κακίᾳ καὶ τῇ ἀκρασίᾳ, φανεραί εἰσι. τὸ μὲν γάρ, ἤτοι τὸ ἐναντίον τῇ κακίᾳ, καλοῦμεν ἀρετήν (ἡ γὰρ κακία ἀντίκειται τῇ ἠθικῇ ἀρετῇ), τὸ δέ, ἤτοι τὸ ἐναντίον τῇ ἀκρασίᾳ, καλοῦμεν ἐγκράτειαν. πρὸς δὲ τὴν θηριότητα, ἤτοι τῇ δὲ θηριότητι, μάλιστα ἁρμόζει εἰπεῖν ἀντικεῖσθαι τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἤτοι τὴν ἡρωικὴν καὶ θείαν. τῇ γὰρ θηριότητι ἐναντία ἐστὶν ἡ ἡρωικὴ καὶ θεία ἀρετή. ἡρωικὴ δὲ καὶ θεία ἀρετή ἐστιν, ὅταν τις κατορθώσῃ πᾶσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον, οἷόν ἐστι φιλάνθρωπος ὑπὲρ πάντα ἄνθρωπον, ὅταν τις κατορθώσῃ τὴν σωφροσύνην ὑπὲρ πάντα σώφρονα· λέγεται ἡ τοιαύτη ἀρετὴ ἡρωικὴ καὶ θεία. ὁμοίως δὲ καὶ εἴ τις ἀνδρεῖος γένηται ὑπὲρ πάντα ἀνδρεῖον, ἡ τοιαύτη ἀνδρεία ἡ ὑπὲρ πᾶσαν ἡρωϊκὴ καὶ θεία λέγεται. ἡ τοιαύτη γοῦν ἀρετὴ ἡ ἡρωικὴ καὶ θεία τοῖς ἀνθρώποις τοῖς ἤδη τῷ θεῷ ἑνωθεῖσι καὶ θεοῖς θέσει οὖσι3 προσαρμόζει, ἢ τοῖς ἁγίοις τοῖς ἐν ἀρεταῖς, τοῖς κατορθώσασι πᾶσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον. ἡρωϊκὴ δὲ λέγεται αὕτη, ὡς μόνοις τοῖς ἥρωσιν, ἤτοι ἡμιθέοις, προσαρμόζουσα, θαυμαστή τις οὖσα καὶ ὑπερφυής.
在讲授了伦理德性与理智德性之后,他现在也讲授关于自制以及某种英雄的与神圣的德性。但他并未在讲授伦理德性的地方讲授关于自制,也没有讲授关于英雄的与神圣的德性;相反,他专门讲授关于自制以及英雄的与神圣的德性,并将这些与其余的诸德性区分开来,这是理所当然的。因为既然自制就严格意义而言并不是德性,而是切近于德性,但严格来说并不是德性(因为就自制出于抉择而产生并且致力于可行之事而言,它类似于德性;但就灵魂的诸部分之间并无谐和的秩序,反倒存在某种争斗与内讧而言,它又不是德性;因为自制者固然拥有命令应当远离可耻快乐的理性,但其欲望却不顺从理性,反而与之抗衡,急迫地执着于可耻的快乐;而在诸德性中,灵魂的诸部分有着某种谐和的秩序而非争斗,节制者固然拥有命令应当远离可耻快乐的理性,并随即拥有跟随着理性而不与之抗衡的欲望;同样,勇敢者拥有命令应当在可怕之事面前保持泰然自若的理性,并随即拥有顺从而不与之抗衡的激魄),因此,既然自制就严格意义而言不是德性而是类似于德性,为此缘故,他便有必要专门讨论它。同样,与德性——亦即与自制——相对立的不自制,也是一种不同于那些与伦理德性相对立之恶的恶,即不同于放纵、怯懦及其他诸恶。因为不自制者固然拥有判定通奸是恶的健全理性,但却被情感击溃,在此处同样产生了灵魂诸部分的某种争斗。因为在欲望急迫地执着于可耻快乐的同时,理性即便被击溃也在进行抗衡。而放纵者拥有倾斜于卑鄙快乐的欲望,却随即拥有跟随着欲望而不与之抗衡的理性。同样,鲁莽者拥有在不该对之人身上以及不当之时无序冲动的激魄,也随即拥有跟随着它的理性。所以在与伦理德性相对立的诸恶中,灵魂的诸部分同样有着某种谐和的秩序而非争斗;但在不自制中,灵魂的诸部分却没有谐和的秩序。另一方面,既然英雄的与神圣的德性超越了一切德性,为此缘故,他便有必要也专门讨论它。又因为诸恶——例如不自制与野兽性——比起诸德性(即自制以及英雄的与神圣的德性)来更为人所熟知,为此缘故,他便从较熟知的事物开始讲起,以便通过它们来确证诸德性。 在应当避开的事物中,亦即在关涉品性的诸恶中(即在伦理诸德性中被考察的事物),恶有三个种类。因为恶是与一切伦理德性相对立的;因为怯懦、鲁莽与放纵这几项恶,是作为恶而与伦理德性相对立的。而相反的事物——亦即从这三者而来的,或者说是相反于这两者(即恶与不自制)的诸德性——是显而易见的。因为一方面,与恶相反的那项我们称之为德性(因为恶是对立于伦理德性的),另一方面,与不自制相反的那项我们称之为自制。而针对野兽性——亦即对于野兽性而言——最适宜说与它相对立的是超越我们的德性,即英雄的与神圣的德性;因为英雄的与神圣的德性是相反于野兽性的。而英雄的与神圣的德性,是指某人超越一切常人而成就了全般的德性,例如超越一切常人而爱人,某人超越一切节制者而成就了节制;这样的德性被称为英雄的与神圣的。同样,如果某人超越一切勇敢者而成为勇敢的,这种超越全般的勇敢就被称为英雄的与神圣的。无论如何,这种英雄的与神圣的德性适合于那些已经与神联合、因被立而成为诸神的人类,或者适合于那些在德性中的圣者、那些超越一切常人而成就了全般德性的人。它被称为英雄的,乃是因为它仿佛只适合于英雄(即半神)一般,是某种令人惊叹而超乎寻常之物。
- 7.0ὁ θρασὺς ἔχει τὸν θυμὸν ἀτάκτως ὁρμῶν
分词 ὁρμῶν 在形态上为阳性单数主格,语法上与主语 ὁ θρασύς 一致,但在语义上则修饰作为宾语的 τὸν θυμόν(激魄),构成一种破格句(anacoluthon)或语义配合(constructio ad sensum),意指鲁莽者的激魄在不当之人身上与不当时机混乱地冲动。
- 7.0Ὅτι τῶν φευκτῶν, ἤτοι τῶν κακιῶν
以 Ὅτι 开头的句子作为提纲挈领式的引文或命题陈述,概述了亚里士多德的原文章句(《尼各马可伦理学》卷七第一章 1145a15:关于品性有三种应当避开的状态),引导着后文的核心论断(τρία εἰσὶν εἴδη κακιῶν)。
- 7.0θεοῖς θέσει οὖσι
θέσει 是与“按本性”(φύσει)相对的限定与格,意为“因确立/被收纳/因名分”。在拜占庭基督教注解的语境中,此表述指那些通过恩典与至德而获得神化(theosis)的圣者,以区别于本性上为神者。
