← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§405.34-406.32

实践智慧对智慧的侍奉与理智之划分

埃乌斯特拉提乌斯注解了亚里士多德在1145a10处的引文(以政治学并非诸神之主宰为类比),确立了实践智慧侍奉智慧的从属地位,并随后通过同一个人既是自然哲学家又是医生的比喻,详细解释了在实体上为一的理智如何因对象与目的的不同而划分为理论理智与实践理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.125

" Ἔτι ὅμοιον κἂν εἴ τις τὴν πολιτικὴν φαίη ἀρχὴν τῶν θεῶν, ὅτι ἐπιτάττει περὶ πάντα τὰ ἐν τῇ πόλει." Ἕτερον παράδειγμα περὶ τῶν εἰρημένων παράγει, τοῦτο δέ ἐστιν ἡ πολιτικὴ ἐπιστήμη καὶ οἱ θεοί. ἐπιτάττει γὰρ περὶ θεῶν ἡ πολιτική, ἀλλ’ οὐκ ἐπιτάττει θεοῖς· περί τε γὰρ ναῶν καὶ ὕμνων καὶ θυσιῶν καὶ τελετῶν καὶ ὅσα ἕτερα πρὸς θεοὺς καθήκοντα·1 ἀλλ’ οὐ διὰ ταῦτα κρείττων θεοῦ ἢ θεῶν ἡ πολιτική. οὐ γὰρ ἐπιτάττει θεῷ ἢ θεοῖς τοῖς τοῦ ἑνὸς καὶ πρώτου μετέχουσιν, ἀλλὰ τοῖς ἀνθρώποις περὶ αὐτῶν, ὥστε διακονεῖ καὶ ὑπηρετεῖ θεῷ καὶ τοῖς θείοις, ἀλλ’ οὐ κυρία αὐτῶν ἐστιν· ἀλλ’ οὐδὲ ἡ φρόνησις κυρία σοφίας, ὅτι ἐπιτάττει περὶ αὐτῆς, καὶ τέλος καὶ οὗ ἕνεκα τῆς φρονήσεως σοφία, οὐ τῆς σοφίας ἡ φρόνησις, καὶ κρείττων ἄρα καὶ κυριωτέρα σοφία φρονήσεως. εἰ δέ τις ἔτι ἀποροίη, πῶς κατ’ οὐσίαν εἷς τις ὢν ὁ θεωρητικὸς καὶ πρακτικὸς νοῦς εἰς δύο μερίζεται, ὡς τὸ μὲν αὐτοῦ κρεῖττον τὸ δ’ ὑφειμένον λέγεσθαι μόριον καὶ τὰ προειρημένα περὶ τούτου οὐχ ἱκανὰ ἡγεῖται, ἀλλ’ ἔτι ἀπαιτεῖ σαφέστερόν τι ῥηθῆναι, καὶ ταῦτα προσκείσθωσαν.2 ἓν μὲν γάρ ἐστι κατ’ οὐσίαν τὸ διανοητικὸν τῆς ψυχῆς, τὸ ζητοῦν καὶ εὑρίσκον ἐν μὲν θεωρίαις τἀληθές, ἐν δὲ πράξεσι τὸ ἀγαθόν. περὶ οὖν τὰ καθόλου καταγινόμενον νοῦς θεωρητικὸς ὀνομάζεται, καὶ ἔστιν αὐτοῦ τὰ ὑποκείμενα τὰ θεωρητὰ καὶ ἐπιστητά, περὶ δὲ τὰ καθ’ ἕκαστα τὰς σπουδὰς ποιούμενον νοῦς λέγεται πρακτικός, καὶ τὰ ὑποκείμενα αὐτῷ πρακτὰ καὶ αἰσθητά. ἓν μὲν οὖν κατ’ οὐσίαν, ὡς ἓν μέρος ἢ μία δύναμις τῆς ψυχῆς, διαιρεῖται δὲ εἰς δύο μόρια τὸ θεωρητικὸν καὶ πρακτικόν, ὡς ἄλλος ὢν ἐν τῷ θεωρεῖν τὰ καθόλου καὶ ὑπὲρ αἴσθησιν, καὶ ἄλλος τῷ ἐξετάζειν τὰ καθ’ ἕκαστα, καὶ ἃ τῇ αἰσθήσει ὑπόκειται. διὸ καὶ μόρια λέγεται ταῦτα, ὡς μέρους ὄντα μέρη τοῦ διανοητικοῦ τῆς ψυχῆς, καὶ οὐ ψεῦδος τὸ λέγειν ἓν κατ’ οὐσίαν ταῦτα ὑπάρχοντα δύο εἶναι, ὡς μιᾶς ὁλότητος μόρια, ὡς εἴ τις τὸν αὐτὸν ἄνδρα φυσικὸν ὀνομάζει καὶ ἰατρόν, τὸ μὲν ὡς περὶ τὰ ἐν τῇ φύσει καταγινόμενον καθόλου, τὸ δὲ ὡς περὶ τὰ καθ’ ἕκαστα τῶν ἀνθρώπων σπουδάζοντα σώματα,3 ἑκάστῳ αὐτῶν περιποιούμενον τὴν ὑγίειαν. εἷς γὰρ ὢν καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ περὶ διάφορά τε ὑποκείμενα καταγίνεται καὶ διάφορα ἔχει τὰ ἐν αὐτοῖς παρ’ αὐτοῦ ἐνεργούμενα καὶ κατορθούμενα, ἐν ἐκείνοις μὲν εὑρίσκων τὸ ἀληθὲς καὶ τέλος ἔχων τούτου τὴν εὕρεσιν, ἐν δὲ τούτοις τὸ αὐτῶν ἀγαθὸν κατορθῶν διὰ πράξεως καὶ τέλος ἔχων τὴν τούτου κατόρθωσιν, καὶ ῥηθήσεται ὀρθῶς δύο ἔχειν ἕξεις καὶ ἐνεργείας καὶ δύο τὰ ὑποκείμενα καὶ δύο τὰ κατορθούμενα.

“再者,这也犹如有人说政治学是诸神的主宰,因为它是就城邦中的一切事务发号施令的。” 他引入了关于所说内容的另一个例证,这就是政治学与诸神。因为政治学就诸神而发号施令,却不向诸神发号施令;因为[它发号施令]是关于神殿、赞歌、祭祀、仪式以及凡属于对诸神当尽义务的一切其他事项;但政治学并不因此就优于神或诸神。因为它不是向分有太一与第一者的神或诸神发号施令,而是就他们向人类发号施令,所以它是服侍并侍奉神及神圣之物的,而不是它们的主宰;实践智慧也同样并不因它是就智慧而发号施令就是智慧的主宰,且实践智慧的目的与它所为了的事物乃是智慧,而非智慧之目的是实践智慧;因此,智慧优于且主导于实践智慧。但如果有人仍有疑难:理论理智与实践理智在实体上原本为一,如何分为两者,以至于其一部分被称为更优的而另一部分被称为居次的,并且认为关于此点之前所说的话尚不充分,还要求讲得更清楚一些,那么就再补充以下这些话。因为灵魂的推论部分在实体上原本为一,在观照中探求并发现真,在实践中探求并发现善。因此,当致力于普遍事物时,它被称为理论理智,其底层对象是可观照的和可认知的对象;而当将精力倾注于个别事物时,它被称为实践理智,从属于它的底层对象是可行之事与可感觉之物。因此,它在实体上为一,作为灵魂的一个部分或一种能力,却被划分为理论部分与实践部分两个部分,正如在观照普遍的与超乎感觉的事物时它是这一种,而在审察个别事物以及从属于感觉的事物时它是另一种一样。因此这些也被称为诸部分,因为它们是作为灵魂推论部分的分支部分,并且说它们在实体上原本为一却又是两者——如同一个整体的诸部分——并非虚妄,这正如有人把同一个人称为自然哲学家和医生一样:称其为前者,是因为他致力于普遍的自然事物;称其为后者,是因为他关照人类的各个具体身体,为他们中的每一者带来健康。因为他在数目上是一个且相同的,却致力于不同的底层对象,并且由他在其中实施和达成的活动也各不相同,在前一种情况下发现真理并以此发现为目的,在后一种情况下通过实践达成其善并以此达成为目的;并且说他拥有两种状态与活动、两种底层对象以及两种所达成的成果,将是正确的。

语法注3 条
  1. 6.125περί τε γὰρ ναῶν καὶ ὕμνων καὶ θυσιῶν καὶ τελετῶν καὶ ὅσα ἕτερα πρὸς θεοὺς καθήκοντα·

    省略限定动词的省略句。承接前句的 ἐπιτάττει(发号施令)或类似的指示性动词,支配这一系列由 περί 引导的介词短语。

  2. 6.125εἰ δέ τις ἔτι ἀποροίη... καὶ ταῦτα προσκείσθωσαν

    条件句的核心骨架:条件从句以希求语气动词 ἀποροίη 开头,随后转为直陈语气动词(ἡγεῖται, ἀπαιτεῖ)以陈述疑难假设,归结主句则使用第三人称命令语气 προσκείσθωσαν(“让这些也补充进来”),引出下文的解释。

  3. 6.125τὸ μὲν ὡς περὶ τὰ ἐν τῇ φύσει καταγινόμενον καθόλου, τὸ δὲ ὡς περὶ τὰ καθ’ ἕκαστα τῶν ἀνθρώπων σπουδάζοντα σώματα

    中性单数宾格短语 τὸ μέν ... τὸ δέ 作状语性宾格(限制宾格),意为“在一方面……在另一方面……”,与 ὡς + 分词短语搭配,分别说明同一人获得两种称谓(自然哲学家与医生)的限定范围与活动领域。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:405.34-406.32