← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§404.22-405.33

实践智慧的固有价值及其与智慧的关系

埃乌斯特拉提乌斯注解了亚里士多德《尼各马可伦理学》第六卷结尾处(1145a2–1145a6)关于实践智慧的必然性、其与抉择的关系以及实践智慧与智慧之高低关系的讨论。他阐明实践智慧作为灵魂推理部分的德性具有自身本有的价值,并通过医术与健康的类比论证了实践智慧并非统领智慧,而是为了智慧而发号施令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.123

" Δῆλον δέ, κἂν εἰ μὴ πρακτικὴ ἦν, ὅτι ἔδει ἂν αὐτῆς1 διὰ τὸ μορίου ἀρετὴν εἶναι, καὶ ὅτι οὐκ ἔσται ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς· ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν." Ἔστι μὲν οὖν ἡ φρόνησις καὶ πρακτικὸς νοῦς ὡς ταῖς πρακτικαῖς ἀρεταῖς τοὺς τρόπους ἐφευρίσκουσα, τοὺς πρὸς τεῦξιν συμβαλλομένους τῶν σκοπῶν καὶ τῶν τελῶν. οὐ διὰ τοῦτο δὲ δευτέρα ἔσται καί τις ὑπηρέτης αὐτῷ, ἐπεὶ ἔσται γε καὶ αὐτοτελής. δεῖ γὰρ αὐτῆς κἂν μὴ συνετέλει ταῖς πράξεσι, διότι μορίου τῆς ψυχῆς ἀρετή ἐστι, τοῦτο δέ ἐστι τὸ λογιστικόν. ὥστε καὶ κρείττων τῶν ἠθικῶν ἀρετῶν ἡ φρόνησις, ἐπεὶ καὶ κρείττονος μορίου ἀρετή ἐστι. τὸ γὰρ λογιστικὸν κρεῖττον θυμικοῦ καὶ ἐπιθυμητικοῦ, ὧν αἱ ἠθικαὶ ἀρεταί εἰσι. δῆλον δὲ καὶ τοῦτο, ὅτι καὶ τὸ προαιρετικὸν δύναμις ὑπάρχον ψυχῆς οὐκ ἔσται ἔχον τὴν αὐτῷ ἁρμόττουσαν ὀρθότητα, εἰ μὴ καὶ φρόνησις ὑπάρχει καὶ ἀρετὴ τῇ ψυχῇ, ἡ μὲν ἀρετὴ τὸ τέλος προτιθεῖσα, ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος δεόντως εὑρίσκουσα, ἃ ἡ προαίρεσις ἐφ’ ἑκατέρων δεχομένη, ἀρετῆς λέγω καὶ φρονήσεως, ἕτοιμα προτιθέμενα, πρὸ τῶν μὴ δεόντων αἱρεῖται τὰ δέοντα.2 δόξειε δ’ ἄν καὶ ταῦτα εἶναι πορίσματα τοῖς πρὸ βραχέος εἰρημένοις ἀκολουθήσαντα.

“而且显然,即使它不是实践性的,也必然需要它,因为它是[灵魂之]部分的德性;并且没有实践智慧或没有德性,抉择就不会是正确的;因为一方产生目的,而另一方使人从事通向目的的事项。” 因此,实践智慧也是实践理智,因为它为实践诸德性发现了有助于达到目标和目的的诸种途径。但并不因此它就是次要的并作为后者的某种奴仆,因为它自身也将是自足完满的。因为即使它不协助诸行动,也必然需要它,这是由于它是灵魂的一个部分的德性,而这个部分就是推理的部分。因此实践智慧也优于伦理诸德性,因为它是更优部分的德性。因为推理的部分优于激情的部分和欲望的部分,而伦理诸德性属于后两者。并且这一点也是显然的:抉择作为灵魂的一种能力,如果在灵魂中不同时存在实践智慧和德性,就不会具有适合于它自身的正确性;德性提出目的,而实践智慧适当地发现通向目的的事项,抉择从这两者——我是指德性与实践智慧——接受这些作为现成提出的事项,在不应行之事之前选择了应行之事。这些也可以被视为紧随刚才所说之话而来的推论。

§6.124

"Ἀλλὰ μὴν οὐδὲ κυρία τ’ ἐστὶ τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἡ ἰατρική· οὐ γὰρ χρῆται αὐτῇ, ἀλλ’ ὁρᾷ, ὅπως γένηται. ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ’ οὐκ ἐκείνῃ.3" Τοῦτο τὸ νῦν λεγόμενον πρὸς τὴν ἑτέραν ἐστὶν ἀπορίαν, ἣν καὶ αὐτὴν προλαβὼν περὶ τῆς σοφίας ἐζήτησε καὶ φρονήσεως, μήποτε εἴη κυριωτέρα τῆς σοφίας ἡ φρόνησις, ὡς τῆς φρονήσεως μὲν ποιούσης καὶ ἐπιταττούσης περὶ ἕκαστον τῶν πρακτέων καὶ τὰ τέλη κατορθούσης καθ’ ἑκάστην ὄρεξιν, τῆς δὲ σοφίας μόνον θεωρούσης καὶ λεγούσης, πραττούσης δὲ μηδέν. ἐλέγετο γὰρ ἐξ ἀρχῆς τὰς ἐπιταττούσας καὶ τὰ τέλη ἐχούσας τὰ σκοπιμώτερα, ταύτας εἶναι κυριωτέρας καὶ ἀρχικωτέρας. πρὸς ταύτην τὴν ζήτησιν τὴν προκειμένην ἐπάγει λύσιν, οὐ κυρίαν εἶναι φάσκων, οὗ καὶ κατασκευαστικὸν ἐπιφέρει τὸ οὐδὲ βελτίονος μορίου τῆς ψυχῆς,4 ἴσον ὂν ὡς ἂν εἰ ἔλεγεν, ἐπεὶ μηδὲ βελτίονος μορίου τῆς ψυχῆς ἡ φρόνησίς ἐστιν ἀρετὴ παρὸ ἡ σοφία, εἴπερ ἡ σοφία μὲν τοῦ θεωρητικοῦ ἕξις καὶ ἀρετή, ἡ δὲ φρόνησις τοῦ πρακτικοῦ, κρείττων δὲ ὁ θεωρητικὸς νοῦς τοῦ πρακτικοῦ, καθὰ δὴ καὶ ἡ θεωρία κρείττων τῆς πράξεως, καὶ τὸ μὲν θεωρεῖν τοῦ κυρίως παρ’ ἡμῖν νοῦ, ὃς καὶ καθ’ ἑαυτὸν ἐνεργεῖ, τῶν συνηρτημένων ἐξῃρημένος, τὸ δὲ πράττειν τοῦ πρακτικοῦ νοῦ, τοῦ συγχρωμένου ταῖς ἀλόγοις δυνάμεσι. παρεισάγει δὲ καὶ τῶν λεγομένων παράδειγμα ἰατρικὴν καὶ ὑγίειαν, ἐξ ὧν δείκνυσιν, ὅτι οὐχ ἁπλῶς ἡ περί τινος διατάττουσα ἕξις κρείττων ἐστὶν ἐκείνου, περὶ οὗ διατάττει, ἀλλ’ ἡ τινὶ διατάττουσα καὶ χρωμένη ἐκείνῳ εἰς κατόρθωσιν ἑτέρου, ὡς ἡ ἱππικὴ τῇ χαλινοποιητικῇ καὶ ἡ πολιτικὴ πάσαις ἁπλῶς τέχναις καὶ ἐπιστήμαις, ὅσαι ἐν ταῖς πολιτείαις παραλαμβάνονται. οὔκουν ἡ ἰατρικὴ ἐπιτάττει τῇ ὑγιείᾳ οὐδὲ χρῆται αὐτῇ ἀλλ’ ἐπιτάττει περὶ αὐτῆς καὶ σκοπεῖ ὅπως γένηται, ὥστε οὐκ ἐκείνῃ ἐπιτάττει ἀλλ’ ἐκείνης ἕνεκα, ὡς καὶ τὸ εἶναι ἔχειν δι’ αὐτήν, ἵν’ ἐπιτάττῃ περὶ αὐτῆς καὶ ἐργάζηται αὐτὴν ἐν τοῖς σώμασιν. εἰ οὖν τὸ ἕνεκά του τοῦ οὗ ἕνεκα λείπεται, εἴη ἂν καὶ ἡ φρόνησις λειπομένη καὶ δευτέρα τῆς σοφίας, ὡς ἐπιτάττουσα δι’ αὐτήν, ἵν’ ἐν ταῖς ψυχαῖς γίνοιτο.

“然而,它绝非智慧的主宰,亦非更优部分的主宰,正如医术也不是健康的主宰一样;因为医术并不使用健康,而是考察它如何生成。因此它是为了健康而发号施令,而不是向健康发号施令。” 现在所说的这些是针对另一个疑难的,即他此前也针对智慧和实践智慧所预先提出并探讨的那个疑难:实践智慧是否比智慧更具支配性,因为实践智慧就每件可做之事进行产出和命令,并按照每种欲望成就诸目的,而智慧仅作观照和言说,却不从事任何实践。因为从一开始就说过,那些发号施令并拥有更具目标性的目的之事物,乃是更具支配性且更具统领性的。针对这一探讨,他引出了所提出的解决方案,声明它并非主宰;作为确证这一点的论据,他附加了“亦非灵魂更优部分的主宰”一句,这等同于他说:因为与智慧相比,实践智慧也并不是灵魂中更优部分的德性——如果智慧是理论部分的状态与德性,而实践智慧是实践部分的状态与德性,且理论理智优于实践理智,正如观照优于实践一样,并且观照属于我们身上严格意义上的理智,该理智脱离了与之相连的诸部分而自身活动,而实践则属于共同使用非理性诸能力的实践理智。他还引入了医术与健康作为所说内容的例证,并由此表明:关于某事物作出规定的状态,并非单纯地优于它就其作出规定的那件事物,而是向某事物发号施令并在达成另一事物中使用它的状态才是更优的,正如骑术之于制辔术,政治学之于城邦中所采用的一切技术和知识一样。因此医术并不向健康发号施令,也不使用健康,而是就健康而发号施令并考察它如何生成,以至于它不是向健康发号施令,而是为了健康而发号施令,甚至连存在也是由于健康而具有的,以便就健康发号施令并在身体中实现健康。因此,如果为了某物的手段逊色于作为其目的的某物,那么实践智慧由于是为了智慧而发号施令以便使之在灵魂中生成,它也将逊色并次于智慧。

语法注4 条
  1. 6.123κἂν εἰ μὴ πρακτικὴ ἦν, ὅτι ἔδει ἂν αὐτῆς

    由 κἂν εἰ(即 καὶ ἂν εἰ)引导的条件从句采用未完成过去时直陈式 ἦν,与主句 ἔδει ἂν 共同构成与事实相反的虚拟语气句。ἔδει ἂν 为无人称句,支配属格 αὐτῆς(指实践智慧)。

  2. 6.123ἃ ἡ προαίρεσις ἐφ’ ἑκατέρων δεχομένη, ἀρετῆς λέγω καὶ φρονήσεως, ἕτοιμα προτιθέμενα, πρὸ τῶν μὴ δεόντων αἱρεῖται τὰ δέοντα

    关系代词 ἃ 以前文的“目的”与“通向目的的事项”为先行词,作分词 δεχομένη 的直接宾语。主动词 αἱρεῖται 的直接宾语则是 τὰ δέοντα,它对前面的关系代词短语(ἃ ... ἕτοιμα προτιθέμενα)的内容进行了总结与复述。

  3. 6.124ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ’ οὐκ ἐκείνῃ

    这是动词 ἐπιτάττει 所支配的“命令的对象(与格 ἐκείνῃ)”与“发号施令的目的(属格+ἕνεκα 的短语 ἐκείνης ἕνεκα)”之间的句法对比。埃乌斯特拉提乌斯据此阐释道,实践智慧并非作为主宰向智慧发号施令(以与格接 ἐπιτάττειν),而是为了实现智慧而做出筹划与规定(关于某物或为了某物而 ἐπιτάττειν)。

  4. 6.124οὗ καὶ κατασκευαστικὸν ἐπιφέρει τὸ οὐδὲ βελτίονος μορίου τῆς ψυχῆς

    关系代词 οὗ 指代紧随其前的否定命题(实践智慧并非智慧的主宰),作属格修饰 κατασκευαστικόν(起确证作用的论据)。动词 ἐπιφέρει 的直接宾语是由中性单数冠词 τὸ 名词化的引用短语 τὸ οὐδὲ βελτίονος μορίου τῆς ψυχῆς,κατασκευαστικόν 则作其宾语补足语(述语性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:404.22-405.33