← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§402.34-404.21

伴随理性的德性与诸德性的不可分离性

厄斯特拉修阐释了苏格拉底的主知主义观点(德性是知识与理性)与亚里士多德立场(德性是伴随着理性的状态)之间的区别,确认了实践智慧与伦理德性之间的相互依存关系,并解释了亚里士多德如何解决关于诸德性可分离性的辩证难题(基于天赋的不均等),指出严格意义上的德性因与单一的实践智慧同时存在而不可彼此分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.121

" Σωκράτης μὲν οὖν λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (ἐπιστήμας γὰρ εἶναι πάσας), ἡμεῖς δὲ μετὰ λόγου." Τὴν διαφορὰν τίθησιν ἣν ἔχουσί πως αὐτὸς καὶ Σωκράτης περὶ ἀρετῆς λέγοντες, ἵνα μή τις φαίη περιττὸν εἶναι αὐτόν, ἐπεὶ τοῦ Σωκράτους καθάπτεται ὥς τι παρ’ αὐτὸν ἄλλο λέγοντος,1 ἐπεὶ κἀκεῖνος καὶ οὗτος λόγον παραλαμβάνουσιν ἐν τῷ λέγειν περὶ ἀρετῆς, καί φησιν ἐκεῖνον μὲν αὐτὸ τοῦτο λόγους λέγειν τὰς ἀρετάς, ἐπεὶ ἐπιστήμας αὐτὰς ὑπελάμβανεν (αἱ γὰρ ἐπιστῆμαι λόγοι γνωστικοὶ τῶν ἐπιστητῶν), οὗτος δ’ οὐ λόγους ἀλλὰ μετὰ λόγου ταύτας εἶναι ἡμῖν παραδέδωκεν. ἕτερον δέ ἐστι τὸ εἶναί τι τόδε τι καὶ μετὰ τοῦδέ τινος εἶναι. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἷόν τε ἀγαθὸν εἶναι ἄνευ φρονήσεως οὐδὲ φρόνιμον ἄνευ τῆς ἠθικῆς ἀρετῆς. δείξας ἱκανῶς ὅτι δέονται ἀλλήλων ἡ ἠθικὴ ἀρετὴ καὶ ἡ φρόνησις πρὸς τὸ εἶναι ὅ εἰσιν, ὥστε τὴν μὲν ἠθικὴν ἀρετὴν τὸν σκοπὸν καὶ τὸ τέλος προτίθεσθαι ὑγιῶς καὶ ἀδιαστρόφως ἐχουσῶν τῶν ὀρέξεων,2 τὴν δὲ φρόνησιν τὰ πρὸς τὸ τέλος ἐπιτηδεύειν, ἵν’ αὐτοῦ ἐπιτεύξηται, συμπεραίνει τὰ εἰρημένα καί φησι δῆλον ἐξ αὐτῶν εἶναι, ὅτι οὔτε ἀγαθὸν ὑπάρχειν ἄνευ φρονήσεως δυνατὸν οὔτε φρόνιμον ἄνευ ἠθικῆς ἀρετῆς. τὸ δὲ κυρίως ἀγαθὸν πρὸς ἀντιδιαστολὴν τίθησι τῆς φυσικῆς ἀρετῆς. οὐ γὰρ ὁ ἐκ φύσεως δίκαιος ἢ ἀνδρεῖος ἢ σώφρων κυρίως ἀγαθός, ἀλλὰ μόνον εὐφυὴς καὶ ἐπιτήδειος πρὸς τὰς ἀρετὰς ἢ πάσας ἢ τινὰς ἢ τινά, οἷον ἀρετῆς τινος μόρια, ὥσπερ ἂν εἴ τις εἴη πρὸς ἐλευθεριότητα ἐκ φύσεως ἐπιτήδειος, καταφρονητικὸς ὢν χρημάτων καὶ παρὰ φαῦλον ταῦτα ποιούμενος. ὅτι μηδὲ ἡ εὐφυΐα μόνη ἀρκεῖ πρὸς τὸ κατ’ ἀρετὴν τέλειον, ἀλλὰ δεῖ καὶ τῆς κατὰ προαίρεσιν σπουδῆς καὶ ἀσκήσεως, ἵν’ αἱ κατ’ ἀρετὴν ἕξεις τῇ ψυχῇ προσγένωνται.

“因此苏格拉底认为诸德性是理性(因为他认为它们全是知识),而我们则认为它们伴随着理性。” 他指出了他自己与苏格拉底在谈论德性时在某种方式上所具有的区别,以免有人说他是多此一举,根据在于他抨击苏格拉底,仿佛〔苏格拉底〕在说着某种不同于他的东西,因为那个人与这个人都在谈论德性时采用了理性;并且他说,那个人之所以说诸德性本身就是理性,是因为他把它们设想为知识(因为知识是关于可知之物的认知性理性),而这个人传授给我们的则是它们并非理性,而是伴随着理性。因为成为某物与伴随着某物是不同的。因此,从所说的话中可以清楚地看出,没有实践智慧就不可能成为善人,没有伦理德性也不可能成为明智之人。在充分证明了伦理德性与实践智慧为了成为它们所是之物而彼此需要之后——以至于伦理德性在欲望处于健康且未歪曲的状态下提出目标与目的,而实践智慧则为了达到目的而从事通向目的的事项——他总结了所说的内容,并说由此可以清楚地看出,没有实践智慧不可能成为善人,没有伦理德性也不可能成为明智之人。而他把“严格意义上的善”与自然德性相对立而设立。因为天生是正义的、勇敢的或节制的人并不是严格意义上的善人,而仅仅是对于诸德性——无论是对全部,还是对某些,还是对某一个——具有良好的天赋和适合性,犹如某种德性的部分一样,正如某人可能天生适合于慷慨,蔑视金钱并将其视为微不足道之物一样。因为单凭良好的天赋并不足以达到依照德性的完满,而是还需要依照选择的热忱与练习,以便使依照德性的状态能够在灵魂中产生。

§6.122

"Ἀλλὰ καὶ ὁ λόγος ταύτῃ λύοιτ’ ἄν, ᾧ διαλεχθείη τις ἂν ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί.3 οὐ γὰρ ὁ αὐτὸς ὁ εὐφυέστατος πρὸς ἁπάσας, ὥστε τὴν μὲν ἤδη τὴν δ’ οὔπω εἰληφὼς ἔσται. τοῦτο γὰρ κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται 〈καθ’ ἃς δὲ ἁπλῶς λέγεται ἀγαθός, οὐκ ἐνδέχεται〉. ἅμα γὰρ τῇ φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσι." Δόξης οὔσης κοινῆς παρὰ τοῖς σοφοῖς, ὅτι ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀπορίαν πρὸς ταύτην τὴν γνῶσιν κινεῖ, κατὰ διαλεκτικὴν προϊοῦσαν μέθοδον. εἰ γὰρ ἐνδέχεται τινα εὐφυῆ ὄντα πρὸς τήνδε τὴν ἀρετὴν ἀνεπιτήδειον εἶναι πρὸς τὴν ἑτέραν, ἐνδέχοιτ’ ἂν καὶ πρώτην κτήσασθαι πρὸ τῆς ἑτέρας, πρὸς ἣν ἐστιν ἐπιτήδειος, ὥστε ἔσται ἡ κτηθεῖσα ἀρετὴ τῆς ἑτέρας χωρίς, καὶ οὐκ ἀνάγκη ἀντακολουθεῖν ἀλλήλαις τὰς ἀρετάς. ἀλλ’ ἐκ τῶν εἰρημένων, φησί, περὶ φρονήσεως καὶ τῆς ἠθικῆς ἀρετῆς λύοιτ’ ἂν ὁ λόγος οὗτος, ὁ δεικνύων διαλεκτικῶς, ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί, μὴ ἔχουσαι ἀνάγκην τοῦ ἀλλήλαις ἀνθέπεσθαι. ὅτι δὲ μὴ ὁ αὐτὸς εὐφυέστατος πρὸς ἁπάσας, τοῦτό φησι τὸ αἴτιον εἶναι τοῦ μὴ ἀνάγκη εἶναι ἀντακολουθεῖν ἀλλήλαις τὰς ἀρετάς. καὶ γὰρ ὁ πρὸς μίαν τούτων εὐφυέστατος, εὐκόλως ἔχων πρὸς τὴν κτῆσιν αὐτῆς, λήψοιτο ἂν ταύτην πρὸ τῶν ἄλλων, καὶ ἔσται ἐν αὐτῷ ἡ ληφθεῖσα, μήπω τῶν ἄλλων οὐσῶν. ταῦτ’ εἰπὼν ἐπάγει τὴν λύσιν. τοῦτο γάρ, φησί, τὸ οὕτω λεγόμενον κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, καθ’ ἃς οὐδὲ λέγεται κυρίως ἀγαθὸς ὁ ἔχων αὐτάς (κἂν τύχῃ τις πρὸς πάσας ὢν εὐφυέστατος, ἀλλ’ ἐπιτήδειος καὶ εὐφυὴς πρὸς τὸ ἀγαθόν· ἐνδέχεται γὰρ ὄντα τινὰ κατὰ μίαν τῶν ἀρετῶν εὐφυῆ, κατὰ τὰς ἄλλας μὴ εἶναι τοιοῦτον), κατὰ δὲ τὰς κυρίως ἀρετάς, καθ’ ἃς καὶ κυρίως ἀγαθὸς λέγεται, οὐκ ἐνδέχεται. πῶς; ὅτι ἄνευ φρονήσεως οὐδεμίαν ἕξει κυρίως, φρονήσεως δὲ οὔσης, ἅμα ταύτῃ καὶ αἱ ἠθικαὶ ἀρεταὶ μετ’ ἀλλήλων συνέσονται. τοῦ γὰρ λόγου προϊσταμένου τῶν ὀρέξεων καὶ ταύτας αὑτῷ ποιουμένου ὑπηκόους, ἀγαθὰ ἔσται καὶ τὰ διωκτὰ ταῖς ὀρέξεσιν ὡς καὶ τὰ φευκτὰ πονηρά. καὶ οὕτως ἀναγκαίως πᾶσαι ἀλλήλαις ἀνθέψονται, τῶν μὲν ἠθικῶν ἀγαθὰ τὰ τέλη προτιθεμένων, τῆς δὲ φρονήσεως εὑρισκούσης τὰ πρὸς αὐτὰ φέροντα. πεπόρισται δὲ ἥδε αὐτῷ τῆς ἀπορίας ἡ λύσις ἀπὸ τῶν εἰρημένων περὶ τῆς ἠθικῆς ἀρετῆς καὶ τῆς φρονήσεως. διὰ τοῦτο καὶ αὐτὸς εἶπεν, ὅτι ταύτῃ λύοιτ’ ἂν ὁ λόγος οὗτος ὁ ἄπορος.

“而且,人们据以辩论说诸德性彼此分离的论据,亦可通过这种方式得以解决。因为同一个人并非对所有德性都是最有天赋的,以至于他将已经获得了这一德性,而尚未获得那一德性。因为这在自然德性方面是容许的,〈但在人们据以被称为端而言之的善人的德性方面,却是不容许的〉。因为伴随着单一的实践智慧,所有的德性都将同时存在。” 在智者们中间存在着诸德性彼此相伴的共同意见,而他针对这一认识,提出了按照辩证方法推进的疑难。因为如果一个人对这种德性有天赋而对另一种德性不适合是容许的,那么他先于另一种德性而首先获得他对其适合的那种德性也是容许的,以至于被获得的德性将脱离另一种德性而存在,诸德性之间也就没有必然彼此相伴的必要了。但他指出,根据关于实践智慧和伦理德性所说的话,这一以辩证方式证明诸德性彼此分离、没有必然彼此相随之必要的论据是可以得到解决的。而同一个人并非对所有德性都是最有天赋的,他指出这就是诸德性没有必然彼此相伴之必要的原因。因为对其中一种德性最有天赋的人,由于容易获得它,便会在其他德性之前获得它,于是在其他德性尚不存在时,被获得的德性就已经存在于他之中了。说了这些之后,他便引出了解决方案。因为他说,这种如此表述的情况在自然德性方面是容许的——根据这些德性,拥有它们的人甚至不能被称为严格意义上的善人(即使某人恰巧对所有德性都是最有天赋的,他也仅仅是对善具有适合性与良好天赋;因为某人就诸德性之一而言具有天赋,而在其他德性方面却并非如此,这是容许的)——,但在严格意义上的诸德性方面——人们依据它们也被称为严格意义上的善人——却是不容许的。如何不容许?因为没有实践智慧,他将不能在严格意义上拥有任何一种德性;而一旦有了实践智慧,伴随着它,伦理诸德性也将彼此共同存在。因为当理性统领欲望并使欲望顺从于自身时,欲望所追求的事物将是善的,正如所应回避的事物是恶的一样。这样,必然所有的德性都将彼此相随,伦理德性把目的设立为善,而实践智慧则发现通向它们的事项。对他来说,这一疑难的解决是从关于伦理德性与实践智慧所说的话中得出的。因此他自己也说,这一令人困惑的论据可以通过这种方式得以解决。

语法注3 条
  1. 6.121ἵνα μή τις φαίη περιττὸν εἶναι αὐτόν, ἐπεὶ τοῦ Σωκράτους καθάπτεται ὥς τι παρ’ αὐτὸν ἄλλο λέγοντος

    ἐπεὶ 从句解释了亚里士多德为何可能被指责为多此一举(περιττόν),即其潜在批评者的理由:“以免有人以他抨击苏格拉底仿佛苏格拉底说了某种不同于他的东西为由,说他是多此一举”。该原因从句在语义上从属于 φαίη 后的不定式结构。

  2. 6.121ὑγιῶς καὶ ἀδιαστρόφως ἐχουσῶν τῶν ὀρέξεων

    属格独立结构,修饰前面的 ὥστε 结果句(伦理德性确立目标与目的),指明其伴随条件:“在欲望处于健康且未被歪曲的状态下”。

  3. 6.122ᾧ διαλεχθείη τις ἂν ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί

    关系代词 ᾧ 以 ὁ λόγος 为先行词,在句中作手段/工具与格,与 διαλεχθείη 连用:“人们据以辩证地论证诸德性彼此分离的论据”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:402.34-404.21