← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§401.21-402.33

从依照正确理性到伴随正确理性的德性定义修正

针对亚里士多德引述诸定义中“依照正确理性”作为实践智慧必要性的证据、并将这一定义微调为“伴随正确理性”的段落(1144b21–25),厄斯特拉提奥斯阐明了将早期定义者比作预言者的缘由,以及将介词从“依照”(κατά)转变为“伴随”(μετά)的哲学必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.119

" Σημεῖον δέ· καὶ γὰρ πάντες νῦν, ὅταν ὁρίζωνται τὴν ἀρετήν, προστιθέασι τὴν ἕξιν, εἰπόντες καὶ πρὸς ἅ ἐστι, τὴν κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δ’ ὁ κατὰ τὴν φρόνησιν." Καὶ ἕτερον προτίθησιν εἰς βεβαίωσιν τοῦ δεῖν ἐξ ἀνάγκης συνεῖναι ἀλλήλαις τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν, καὶ τοῦτο τίθησιν ὡς σημεῖον καὶ γνώρισμα εἰς τὴν τοῦ εἰρημένου παράστασιν κοινῶς παραλαμβανόμενον παρὰ πάντων τῶν ὁριζομένων τὴν ἀρετήν. τοῦτο δ’ ἐστὶ τὸ ἕξιν αὐτὴν εἶναι κατὰ τὸν ὀρθὸν λόγον, ὃς λόγος ὁ κατὰ τὴν φρόνησιν. ἡ μὲν γὰρ ἀρετὴ περὶ πράξεις καὶ πάθη καταγίνεται. ταῦτα γὰρ τὰ πρὸς ἅ ἐστιν, ἐπεὶ πρὸς ταῦτα ἀποτείνεται πᾶσα ἡ ἀπὸ τῆς κατ’ ἀρετὴν ἕξεως προβαίνουσα ἐνέργεια. λέγοντες οὖν ἕξιν εἶναι αὐτὴν περὶ ταῦτα, οὐκ ἀρκοῦνται τῷ τῆς ἕξεως ὀνόματι καὶ τῷ ὑποκειμένῳ, περὶ ὃ καταγίνεται, ἀλλὰ προστιθέασιν ὡς ἴδιόν τι τῆς ἀρετῆς τὸ κατὰ τὸν ὀρθὸν λόγον, ὡς μὴ οὔσης τῆς ἀρετῆς ἕξεως ἁπλῶς περὶ πράξεις καὶ πάθη, ἀλλὰ καὶ τὸν ὀρθὸν λόγον δεομένως συνυπάρχειν αὐτῇ, ἵν’ εἴη ἀρετή.1 εἰ δὲ μή, οὐκ ἔσται ὃ λέγεται. ἐπεὶ δ’ ὀρθὸς λόγος ὁ κατὰ τὴν φρόνησίν ἐστιν, οὐκ ἔσται ἡ ἀρετὴ μὴ οὔσης φρονήσεως, καὶ εἴη ἂν τοῦτο κοινή τις δόξα καὶ ἔννοια παρὰ πᾶσι τοῖς ὁριζομένοις τὴν ἀρετήν. ἐοίκασι δὴ μαντεύεσθαί πως ἅπαντες, ὅτι ἡ τοιαύτη ἕξις ἀρετή ἐστιν ἡ κατὰ τὴν φρόνησιν. ὥσπερ ἀπαρεσκόμενος οἷς ἄλλοι τὴν ἀρετὴν ὁρίζονται, τὸ δὲ παραλαμβάνεσθαι τὸν ὀρθὸν λόγον ἀποδεχόμενος ἐν τῷ ταῦτα ὁρίζεσθαι, διὰ τοῦτο μάντεσιν ἐοικέναι φησὶ τοὺς πρὸ αὐτοῦ ὁριζομένους τὴν ἀρετήν. ὡς γὰρ ἡ μαντικὴ στοχαστικὴ οὖσα τέχνη περὶ τῶν μελλόντων στοχαστικῶς ἀποφαίνεται, οὕτως ἐστοχάσαντο κἀκεῖνοι μὴ ἄνευ φρονήσεως εἶναι τὴν ἠθικὴν ἀρετήν. διὰ τοῦτο καὶ τὴν κατὰ τὴν φρόνησιν ἐνεργοῦσαν ἕξιν ἐν ταῖς πράξεσι καὶ τοῖς πάθεσιν ἀρετὴν εἶναι κοινῶς ἅπαντες ἀπεφήναντο.

“而证据就在于:事实上如今众人在定义德性时,在说出了它是关涉何物之后,都会加上‘依照正确理性’的状态;而正确的理性就是依照实践智慧的理性。” 并且他提出了另一个论据,以证实实践智慧与伦理德性必然相互共存,并将此作为证明上述论点的证据与标志,这是由所有定义德性的人共同采纳的。此即:德性是依照正确理性的状态,而这一理性就是依照实践智慧的理性。因为德性关涉行动与感受。这些就是它“所关涉之物”,因为从依照德性的状态中所发出的一切活动都朝向这些。因此,他们在说明德性是关涉这些的状态时,并不满足于状态的名称以及它所关涉的基底,而是把“依照正确理性”作为德性的某种固有属性添加上去,其根据在于德性并非径直是关于行动与感受的状态,而是为了成为德性,正确理性必须必不可少地与其共存。否则,它便不会是其所被称为的那种东西。既然正确理性就是依照实践智慧的理性,那么没有实践智慧就不存在德性,而这在所有定义德性的人那里应当是一种共同的意见和概念。事实上,众人仿佛都在某种方式上预言了这种依照实践智慧的状态就是德性。他之所以说在他之前定义德性的人类似于预言者,仿佛是因为他对他人定义德性的方式感到不满,但同时又认可他们在定义这些事项时引入了正确理性。因为正如预言术作为一种推测性的技艺,对未来的事物进行推测性的断定一样,他们亦推测出伦理德性不能没有实践智慧。正是由于这一原因,所有人都共同断言:在行动和感受中依照实践智慧进行活动的状态就是德性。

§6.120

"Δεῖ δὲ μικρὸν μεταβῆναι· οὐ γὰρ μόνον ἡ κατὰ τὸν ὀρθὸν λόγον, ἀλλ’ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν. ὀρθὸς δὲ λόγος περὶ τῶν τοιούτων ἡ φρόνησίς ἐστιν." Μικρόν τι παραλλάττει τὴν λέξιν, ἣν οἱ πρὸ αὐτοῦ τὴν ἀρετὴν ὁριζόμενοι ἔφασαν, ἵν’ εἴη σύμφωνος πρὸς ἃ αὐτὸς ἐνταῦθα παραδέδωκε περὶ ἀρετῆς ἠθικῆς καὶ φρονήσεως. δεῖ γάρ, φησί, μικρὸν μεταβῆναι, ἤγουν ἢ προσθεῖναι ἢ μικρὸν παραλλάξαι τὴν λέξιν. ῥηθεῖεν γὰρ ἂν μεταβάσεις καὶ ἄμφω ταῦτα ἥ τε ἀπ’ ἐλάττονος εἰς πλεῖον καὶ ἡ ἀπὸ λέξεως εἰς λέξιν μετάθεσις. οὐ γὰρ μόνον ὡς μέτρον δεῖ τάξαι τὸν ὀρθὸν λόγον τῆς κατ’ ἀρετὴν ἐνεργείας ἢ πείσεως, ἵν’ εἴη πάντα τὰ τῆς ἀρετῆς κατ’ αὐτόν. τὸ γὰρ μέτρον ἐνδέχεται ποτε τοῦ μετρουμένου χωρίζεσθαι, οὐκ ἀεὶ δέ ποτε πράττειν ἢ πάσχειν κατ’ ἀρετήν, χωριζομένης φρονήσεως,2 ἀλλὰ δεῖ παρεῖναι καὶ τὸν ὀρθὸν λόγον ἀεὶ καὶ μετ’ αὐτοῦ τὰς πράξεις γίνεσθαι καὶ τὰς πείσεις, ἵνα κατ’ ἀρετὴν γίνοιντο, καὶ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν. ὁ δὲ περὶ πράξεων καὶ παθῶν διαταττόμενος λόγος οὐκ ἔστι τις ἕτερος ἀλλ’ ἤγουν μόνον ἡ φρόνησις. ὅτι δὲ μετὰ τοῦ ὀρθοῦ λόγου καὶ τῆς φρονήσεως αἱ κατ’ ἀρετὴν πράξεις καὶ τὰ πάθη ἐξ ἀνάγκης ὀφείλουσι γίνεσθαι, δῆλον. πάθη μὲν γάρ εἰσιν αἱ πρὸς τὰ ὀρεκτὰ κινήσεις θυμοῦ καὶ ἐπιθυμίας, πράξεις δὲ αἱ ἀποτελούμεναι δράσεις πρὸς τὸ ἐφικνεῖσθαι τῶν ἀρετῶν. οὔτε δὲ τὰ πάθη ὀρθῶς ἂν καὶ κατὰ τὸ ἁρμόζον γίνοιντο μὴ ἐφισταμένου τοῦ λόγου καὶ τὸ προσῆκον μέτρον αὐτοῖς παρέχοντος οὔτε αἱ πρὸς τὰ τέλη ἄγουσαι δράσεις προσφυῶς ἂν ἀποτελοῖντο, μὴ τοῦ λόγου παρ’ ἑαυτοῦ χορηγοῦντος τὰ δέοντα.

“但必须稍作转变:因为德性不仅是依照正确理性的状态,而且是伴随正确理性的状态。关于此类事物的正确理性就是实践智慧。” 他将先于他定义德性的人所用的词句稍作改动,以便使其与他自己在此所传授的关于伦理德性与实践智慧的学说相一致。因为他说,“必须稍作转变”,也就是说,要么增加词句,要么对词句稍作改动。因为从较少过渡到较多,以及从一种措辞转换到另一种措辞,这两者都可被称为转变。因为绝不能仅仅将正确理性设立为依照德性的活动或承受的尺度,以便使德性的一切事项都依照它。因为尺度有时容许与被测度之物相分离,但当实践智慧相脱离时,却绝不可能依照德性去行动或承受;相反,正确理性必须始终在场,行动与承受必须伴随着它而生成,以便它们能依照德性而生成,而伴随着正确理性的状态才是德性。负责规范行动与感受的理性不是别的,正唯有实践智慧。依照德性的行动与感受必然必须伴随着正确理性与实践智慧而生成,这是显而易见的。因为感受是血气与欲望朝向欲求对象的运动,而行动则是为了达到诸德性而成全出来的作为。若非理性主持并为它们提供适宜的尺度,感受既不会正确且适度地生成,若非理性从自身供应所需之物,导向目的的作为亦不可能相宜地得以成全。

语法注2 条
  1. 6.119ὡς μὴ οὔσης τῆς ἀρετῆς ἕξεως ἁπλῶς περὶ πράξεις καὶ πάθη, ἀλλὰ καὶ τὸν ὀρθὸν λόγον δεομένως συνυπάρχειν αὐτῇ, ἵν’ εἴη ἀρετή.

    在连词 ὡς 的统辖下,前半句采用属格绝对结构(μὴ οὔσης τῆς ἀρετῆς ἕξεως...),而 ἀλλά 之后则转换为宾格不定式结构(τὸν ὀρθὸν λόγον δεομένως συνυπάρχειν αὐτῇ)。这种句法交替(破格)表达了定义者们的理由:德性并非仅是一种状态,而是必须有正确理性与之共存。

  2. 6.120τὸ γὰρ μέτρον ἐνδέχεται ποτε τοῦ μετρουμένου χωρίζεσθαι, οὐκ ἀεὶ δέ ποτε πράττειν ἢ πάσχειν κατ’ ἀρετήν, χωριζομένης φρονήσεως

    在 οὐκ ἀεὶ δέ ποτε 之后的不定式结构(πράττειν ἢ πάσχειν)承接了前一分句的谓语动词 ἐνδέχεται,构成对比:“尺度可能(ἐνδέχεται)与被测物分离,但当实践智慧相脱离时,依照德性去行动或承受却绝无可能([οὐκ ἐνδέχεται])”。句末的 χωριζομένης φρονήσεως 为表示条件的属格绝对结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:401.21-402.33