- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:400.22-401.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德讨论苏格拉底“诸德性皆为实践智慧”的观点并予以部分肯定与批判(1144b17),欧斯特拉提乌斯指出亚里士多德称其为“探索”而非“断言”的原因,并从灵魂优越部分以及政治家与公民德性差异的角度为苏格拉底的命名做出辩护。
" Διό τινές φασι πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει, τῇ δ’ ἡμάρτανεν· ὅτι μὲν φρονήσεις ᾤετο πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ’ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε." Καὶ τοῦτο πρὸς σύστασιν παραλαμβάνει τοῦ ἀναγκαίαν εἶναι ταῖς ἠθικαῖς ἀρεταῖς τὴν φρόνησιν, ὅτι καί τισι τῶν πάλαι σοφῶν φρονήσεις εἶναι πάσας τὰς ἀρετὰς ἔδοξε διὰ τὸ ὁρᾶν τὴν φρόνησιν ἐφισταμένην ἁπανταχοῦ καὶ ἐπικρατοῦσαν ἐν ταῖς ἀγαθαῖς πράξεσι καὶ ταῖς ἑαυτῆς ἐνεργείαις τὰς τῶν ἠθικῶν ἀρετῶν ἐνεργείας ὥσπερ ἐπικαλύπτουσαν. καὶ τὸν παρὰ Πλάτωνα δὲ Σωκράτην εἰς μέσον ἄγει, ἐν τῇ Πολιτείᾳ φρονήσεις πάσας τὰς ἀρετὰς δοξάζοντά τε καὶ λέγοντα, ὃν καὶ ἐν μέρει μὲν ἐπαινεῖ, ἐν μέρει δὲ καθάπτεται τῶν παρ’ αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ ἁπλῶς ἐκάλει φρονήσεις πάσας τὰς ἀρετάς, ἐπιμέμφεται αὐτῷ, ὅτι δὲ μὴ ἄνευ φρονήσεως αὐτὰς εἶναι ἔλεγεν, ἐπαινεῖ αὐτὸν ὡς καλῶς λέγοντα. ζητεῖν δὲ λέγει ὀρθῶς αὐτόν, ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι,1 διότι μηδὲ ἁπλῶς τοὺς λόγους ἀποτεινόμενος ἔλεγεν, ἀλλὰ διαλογικῶς προσομιλῶν καὶ ζητητικῶς. οἶμαι δ’ ὅτι οὐκ ἀπεικότως ὁ Σωκράτης φρονήσεις ἢ ἐπιστήμας ἐκάλει τὰς ἀρετάς, ἀλλ’ ἐπεὶ κατὰ τὸν ὀρθὸν λόγον πάσαις αὐταῖς ἡ ἐνέργεια, καὶ οὗτος αὐτῶν ὁ προϊστάμενος ἐν ταῖς πράξεσι καὶ τὸ παθητικὸν τῆς ψυχῆς ἀνηρτημένον αὐτοῦ, τὴν μετ’ ἀρετῆς διεξάγει βίωσιν, διὰ τοῦτο καὶ φρονήσεις καὶ ἐπιστήμας ταύτας ἁπάσας ὠνόμαζεν, ἐκ τοῦ κρείττονος τῆς ψυχῆς μορίου καὶ ὑπερέχοντος κοινῶς αὐταῖς τὴν κλῆσιν ταύτην τιθέμενος, ἐπεὶ καὶ ἐν τῷ ἀνθρώπῳ αἱ λογικαὶ πάρεισι δυνάμεις καὶ ἄλογοι, ἀλλ’ οὐ λογικόν τε καὶ ἄλογον αὐτὸν ὀνομάζομεν ἀλλ’ ἁπλῶς λογικὸν διὰ τὸ καὶ τὰς ἀλόγους ἐν αὐτῷ δυνάμεις λογικεύεσθαί πως τῷ πείθεσθαι λόγῳ καὶ οἰκειότερον εἶναι ἐκ τοῦ κρείττονος καὶ ἐπικρατοῦντος αὐτὸν ὀνομάζεσθαι. ἄλλως τε καὶ ἄλλως μὲν ἔχει πολιτικοῦ ἀνδρὸς ἀρετή, ἄλλως δὲ πολίτου. ἡ μὲν γὰρ μετ’ ἐπιστήμης ἐστί, τί τέ ἐστιν εἰδότος τοῦ πολιτικοῦ2 ἑκάστη τῶν ἀρετῶν καὶ ποίου μορίου τῆς ψυχῆς καὶ πῶς κατορθοῦσθαι πέφυκε καὶ τί τὸ τέλος αὐτῶν καὶ ὅσα τοιαῦτα, ὃς ἑαυτῷ τε τὰς ἀρετὰς κατορθοῖ καὶ τοῖς ὑπ’ αὐτὸν πολίταις. πολίτου δὲ ἀρετὴ ἐκ τοῦ πείθεσθαι τοῖς ἐμφανεστέροις καὶ τοῖς νόμοις ἕπεσθαι καὶ τοῖς σπουδαίως ἄρχουσι πέφυκε γίνεσθαι. ἐπεὶ οὖν κρειττόνως ἔχουσι καὶ τελειοτέρως αἱ ἀρεταὶ μετὰ τῆς προσηκούσης αὐταῖς ἐπιστήμης ἀποτελούμεναι, διὰ τοῦτο παρὰ τοῦ Σωκράτους καὶ ἐπιστῆμαι καὶ φρονήσεις κατωνομάσθησαν.
“因此有些人说一切德性都是实践智慧,而苏格拉底在某一方面探索得正确,在另一方面却犯了错误:在他认为一切德性都是实践智慧这一点上,他犯了错误;但在他认为德性不可能没有实践智慧这一点上,他说得很出色。” 并且他采纳这一说法以确立实践智慧对伦理德性而言是不可或缺的,即:古时的某些智者亦认为一切德性都是实践智慧,这是由于他们看到实践智慧在善的行动中无处不在地主持并居于支配地位,且以其自身的活动仿佛遮蔽了伦理德性的活动。他还把柏拉图著作中的苏格拉底引入讨论,后者在《理想国》中主张并声称一切德性都是实践智慧;对于〔苏格拉底〕,他部分予以赞扬,部分则批评其所说的话。因为对于苏格拉底径直将一切德性称为实践智慧这一点,他加以责备;而对于苏格拉底说德性不能没有实践智慧这一点,他则赞扬他说得很出色。并且他说苏格拉底是“探索得正确”,而非“断言得正确”,因为他并非径直陈述论调而说话,而是以对话和探索的方式进行交谈。但我认为,苏格拉底将诸德性称为实践智慧或科学知识并非毫无道理;反之,既然对一切德性而言其活动都依照正确理性,且在行动中主持它们的就是这正确理性,而灵魂的被动部分依附于它而度过伴随德性的生活,正是因此他将所有这些既称为实践智慧又称为科学知识,从灵魂中更好且优越的部分出发,将这一称谓共同赋予它们。因为在人身上同样存在着理性能力与非理性能力,然而我们并不称人既是理性的又是无理性的,而是径直称其为理性的,这是由于人身上的非理性能力因服从理性而在某种程度上被理性化了,且从更好和支配性的部分来命名人是更为本分的。此外,政治家的德性与公民的德性亦各不相同。前者伴随着知识,因为政治家知晓诸德性中的每一种是什么、属于灵魂的哪一部分、按其本性如何成功实现、它们的目的为何以及诸如此类的事项,他既为自己亦为治下的公民成就诸德性。而公民的德性按其本性则产生于服从更为卓越者、遵循法律并顺从那些尽心治理者。因此,既然诸德性在伴随着适合于它们的知识而成全时具有更好且更完善的状态,正是由于这一原因,它们被苏格拉底既称作科学知识又称作实践智慧。
- 6.118ζητεῖν δὲ λέγει ὀρθῶς αὐτόν, ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι
关于副词 ὀρθῶς 的位置及对比短语 ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι 的句法说明。副词 ὀρθῶς 修饰 ζητεῖν,在紧接着的 ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι 中副词被重复,用以强调对比:是“探索得正确”,而非“断言得正确”。欧斯特拉提乌斯据此解释亚里士多德选用动词 ἐζήτει 意在指明苏格拉底式的对话探究(ζήτησις),而非教条式的断言(ἀπόφανσις)。
- 6.118τί τέ ἐστιν εἰδότος τοῦ πολιτικοῦ
属格结构的句法解释。τοῦ πολιτικοῦ εἰδότος 用作独立属格结构,用以说明主句“政治家的德性伴随知识(μετ’ ἐπιστήμης ἐστί)”的根据与具体情状。分词 εἰδότος 支配后续的一系列间接疑问句(τί τέ ἐστιν... καὶ ποίου μορίου... καὶ πῶς...)。
