← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§399.31-400.21

实践智慧相较于伦理德性的优越地位

立足于实践智慧与伦理德性之间的相互依存关系,本段探讨了二者孰优孰劣的问题,并论证了实践智慧通过规整欲求和确保达成目的而占据更为优越的地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.117#2

ἐπεὶ τοίνυν ὥσπερ τινὰ γειτνίασιν πρὸς τὰς ἐνεργούσας περὶ τὰ καθ’ ἕκαστα δυνάμεις, ἤτοι τὰς αἰσθήσεις καὶ τὰς ἀλόγους ὀρέξεις τὸ δοξαστικὸν κέκτηται, καταγίνεται δὲ περὶ τὰ τοιαῦτα καὶ τὸ λογιστικόν, λογικὴ μὲν ὂν δύναμις, περὶ τὰ καθ’ ἕκαστα δὲ ποιούμενον τὴν ἐνέργειαν, εἰκότως αὐτὸ δοξαστικὸν ἐπωνόμασεν. ἔστι δὲ ζητήσεως ἄξιον, πότερα ἴσας θήσομεν, τὴν ἠθικὴν ἀρετὴν καὶ τὴν φρόνησιν, ὅτι ἀλλήλων δεόμεναι ἀνεφάνησαν ἢ θατέρας τὴν ἑτέραν ὑπερθήσομεν, καὶ εἰ τοῦτο, ποίᾳ δώσομεν τὴν ὑπέρθεσιν; ἢ πάντως τῇ καθ’ ἑαυτὴν λογικῇ, ὅτι καὶ τοῖς ἤθεσι καὶ ταῖς ἀλόγοις δυνάμεσιν αὕτη ἐστὶν ἡ τὸ μέτρον καὶ τὴν τάξιν παρέχουσα καὶ εἰς ἕξιν αὐτὰς τοῦ καλοῦ καὶ τελείωσιν φέρουσα. αὕτη γὰρ μετρεῖ τὰς ὁρμάς, τὰς αὐτῶν ἐνεργείας ῥυθμίζουσα καὶ τῷ λόγῳ αὐτὰς ὑπερτιθεῖσα καὶ τῇ αὐτῆς μετοχῇ ταῖς ἀρεταῖς χορηγοῦσα τὴν γένεσιν καὶ τὴν ὕπαρξιν, εἰ καὶ μήπω εὐθὺς φρόνησις λέγεται, ἕξει καὶ τοὺς σκοποὺς ἀγαθούς, πρὸς οὓς τὰς ἑαυτῆς ἐνεργείας ἀποτείνεται, πρακτικὸς γενομένη νοῦς διὰ τὸ μεταχειρίζεσθαι τὰ πρακτὰ καὶ καθ’ ἕκαστα, ὧν τῷ μὲν θεωρεῖν καὶ χρόνῳ προέχουσα,1 τῷ δὲ πράττειν ταῖς ἠθικαῖς καὶ πρακτικαῖς γινομένη ὁμόχρονος διὰ τὸ ἀδύνατον εἶναι πρακτικὸν ἀγαθὸν τὸν ἄνθρωπον γίνεσθαι ἢ σκοπῶν μὴ προκειμένων ἀγαθῶν, οὓς αἱ ἠθικαὶ ἀρεταὶ προτιθέασιν, ἢ τοῦ λόγου μὴ ἐφευρίσκοντος2 τὰ πρὸς κατόρθωσιν ἄγοντα, ὅ ἐστι τῆς φρονήσεως. ὅρα οὖν τὴν ἑκατέρου χρείαν πρὸς θάτερον, λέγω δὲ τῆς φρονήσεως πρὸς τὴν ἠθικὴν ἀρετὴν καὶ τῆς ἠθικῆς ἀρετῆς πρὸς τὴν φρόνησιν, καὶ γνώσῃ καθαρῶς τὸ διάφορον καὶ κρινεῖς ὀρθῶς τῷ λόγῳ τὴν πρὸς ἀλλήλας ὑπεροχὴν καὶ ἔλλειψιν. ἡ μὲν γὰρ φρόνησις δεῖται τῆς ἠθικῆς ἀρετῆς, ἵν’ ἔχῃ τὰ τέλη προσήκοντα ἐκ τῆς τῶν ἠθῶν βελτιώσεως προτιθέμενα, ἡ δ’ ἵν’ ἕξει τὴν φρόνησιν ἐκ τῆς οἰκείας ἐνεργείας τὴν τῶν ἀγαθῶν τελῶν κατορθοῦσαν ἐπίτευξιν, ὡς εἶναι μάτην τὰ τέλη τῶν ἠθικῶν ἀρετῶν, εἰ μὴ παροῦσα ἐνεργήσει ἡ φρόνησις. πῶς οὖν οὐκ ἂν εἴη πολλῷ τῶν ἠθικῶν ἀρετῶν ἡ φρόνησις ὑπερέχουσα, ὅταν καὶ ὡς λόγος ὀρθὸς μέτρον καὶ ῥυθμὸν ταῖς ὀρέξεσιν ἐπιτίθησι καὶ τοῦ ἀγαθοῦ ἔχειν τὰ τέλη αἰτία γίνεται καὶ τὸ ἐφικνεῖσθαι τούτων αὐταῖς χαρίζεται;

因此,既然构成意见的部分与关涉个别事物而活动的诸能力——即感觉与非理性的欲求——仿佛具有某种邻近性,而推论部分亦关涉此类事物——它本身虽是理性能力,却关涉个别事物而进行活动——那么他将其称为“构成意见的部分”便是理所当然的。然而值得探讨的是,鉴于伦理德性与实践智慧表现为彼此需要,我们究竟应当将二者置于同等地位,还是将其中之一置于另一之上;若置于其上,我们又当将这种优势赋予哪一方?抑或完全应当赋予那在其自身即是理性的德性,因为正是它为性格与非理性能力提供了尺度与秩序,并将它们引导至关于高尚品质的持存状态与完善。因为正是它度量诸冲动,规范它们的活动并将它们置于理性之下,且通过对自身的分有赋予诸德性以生成与实存;即便它尚未立即被称为实践智慧,但通过处理实践的与个别的事项而成为实践知性,它亦将拥有自身活动所指向的善的目的。在观照与时间上它优先于它们,但在实践中它则与伦理且实践的诸德性同时并进,因为倘若或者没有提出善的目的(这由伦理德性所确立),或者理性未能发现引向成功的途径(这属于实践智慧),人便不可能成为实践上的善者。因此,请看二者对彼此的需要——我是说实践智慧对伦理德性的需要,以及伦理德性对实践智慧的需要——你便能清晰认知其差别,并借助理性正确判定它们彼此间的超越与不及。因为实践智慧需要伦理德性,以便拥有从性格改善中所确立的合宜目的;而伦理德性需要实践智慧,以便拥有通过其固有活动成功实现善的诸目的之实践智慧,因为若非实践智慧在场并行使其活动,伦理德性的诸目的便归于徒然。那么,当实践智慧作为正确理性将尺度与节律施加于欲求之上,并成为拥有善的目的之原因,且将达成这些目的赐予欲求之时,它岂能不远远凌驾于伦理德性之上呢?

语法注2 条
  1. 6.117ὧν τῷ μὲν θεωρεῖν καὶ χρόνῳ προέχουσα

    关系代词 ὧν 作为比较属格,由随后的分词 προέχουσα(先于、优于)所支配。在语境中,其先行词指向紧随其后被对比的“伦理且实践的诸德性(ταῖς ἠθικαῖς καὶ πρακτικαῖς)”。该句构成对照结构(τῷ μὲν θεωρεῖν ... τῷ δὲ πράττειν),表明实践知性在理论思索与时间上先于诸德性,但在实际践行中则与它们同时并进。

  2. 6.117ἢ σκοπῶν μὴ προκειμένων ἀγαθῶν ... ἢ τοῦ λόγου μὴ ἐφευρίσκοντος

    在由 διὰ τὸ ἀδύνατον εἶναι... 引导的原因结构内部,两个表假设条件的属格独立结构通过 ἢ ... ἢ ...(或者……或者……)形成对等并列。前者表示“善的目的未被确立的情况”,后者表示“理性未能发现途径的情况”,指明了无论缺少哪一方都不可能成就善者的逻辑条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:399.31-400.21