← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§39.24-40.34

柏拉图的善的理念与超存在的一的流注

在亚里士多德转入《尼各马可伦理学》第一卷第六章考察柏拉图的善的理念论之际,厄斯特拉提奥斯首先概括了柏拉图关于“一”与“善本身”的超存在流注学说,并解释此处所谈论的“普遍者”并非概念性的后生物,而是在物体之先存在于神性知性中的实体性形式(理念)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.48#1

" —13 Ταῦτα μὲν οὖν ἀφείσθω ἕως τοῦ εἰσαγαγεῖν τὰ εἴδη." Προθέμενος ἐν τῇ ἀρχῇ τῶν ἠθικῶν περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τέλους εἰπεῖν, πρῶτον μὲν ὅτι ἔστιν ἔδειξεν, εἶτα μετέβη ἐπὶ τὸ δεύτερον πρόβλημα, ἐξετάζων τὸ τί ἐστι καὶ παραγαγὼν εἰς μέσον τὰς δόξας ἃς ἔχουσιν οἱ ἄνθρωποι περὶ αὐτοῦ ἄλλως ἄλλοι δοξάζοντες, ὡς τοὺς μὲν ἡδονὴν τοῦτο λέγειν τοὺς δὲ τιμὴν τοὺς δὲ πλοῦτον τοὺς δ’ ἕτερόν τι τῶν ἔργων· καὶ πάντα ἀπελέγξας ὡς μηδενὸς ὄντος τέλους αὐτῶν μέτεισιν ἐπὶ τὸ κυριώτερον, οὐκ ἐπιπολαιότερόν τι λέγων ὡς οἱ πολλοί, ἀλλὰ βαθύτερον ἐξετάζων περὶ αὐτοῦ. ἀλλ’ ἐπεὶ ὁ Πλάτων ἐπὶ τοῦ πρώτου ἀγαθοῦ παρέδωκεν οὐκ εὐκαταφρόνητα θεωρήματα ἀλλὰ μεγάλα καὶ εἰς ὕψος τὸ μέγιστον τὰς ψυχὰς ἀναφέροντα, πειρᾶταί τινα καὶ πρὸς ἐκεῖνον ὡς ἐν παρόδῳ εἰπεῖν, ἴσως οὐδὲ Πλάτωνι ἀνθιστάμενος ἀλλὰ τοῖς καθὰ μὴ δεῖ τὰ ἐκείνου ἐκδεχομένοις. καὶ ἴσως ἀναγκαῖον εἰπεῖν πρότερον περὶ τίνος τε εἶπεν ὁ Πλάτων ἀγαθοῦ, ἐν οἷς παραδίδωσι τὸν περὶ τἀγαθοῦ λόγον καὶ παραστῆσαι διὰ βραχέων τὴν περὶ τούτου δόξαν ἐκείνου, ἵν’ εἴη δῆλον εἰ προσφυῆ πρὸς τὴν ἐκείνου ἀναίρεσιν τὰ παρὰ Ἀριστοτέλους ἐνταῦθα λεγόμενα. ὁ γὰρ Πλάτων περὶ τῆς ἀρχῆς τῶν ὄντων ἁπάντων ζητήσας, τὸ ἓν ἐκείνην καὶ ἄρρητον εἶναι καὶ τἀγαθὸν ἀπεφήνατο, πᾶν δὲ ὂν αὐτῆς ἀπέφησεν, ὡς ὑπερούσης μὲν καὶ ὑπερεχούσης, πάντα δὲ περιεχούσης ἐν αὐτῇ ἀνεννοήτως καὶ ὑπερουσίως, τὰς προόδους δὲ ποιουμένης πρὸς ἅπαντα ἀνεκφοιτήτως ἑαυτῆς καὶ πάντα παραγούσης τὰ νοητὰ καὶ νοερά, λογικά τε καὶ ἄλογα, ζῶντά τε ὁπωσοῦν καὶ τὰ παντελῶς ἄζωα, καὶ αὐτὰ τὰ ἀμυδράν τινα ἔννοιαν τοῦ εἶναι ἔχοντα διὰ τὴν αὐτῆς ἀγαθότητα, οὐ τῷ προαιρεῖσθαι καὶ βούλεσθαι ἐπὶ τῆς ποιήσεως ἀλλὰ αὐτῷ τῷ εἶναι.1 ὡς καὶ ὁ ἥλιος φωτίζει τῇ παρουσίᾳ αὐτῇ, οὐ προαιρούμενος οὐδὲ βουλόμενος, ὡς εἶναι τὴν αὐτὴν ἀρχὴν καὶ τέλος τῶν ὁπωσοῦν εἶναι λεγομένων· ἀρχὴν μὲν ὡς πάντων ἐξ αὐτῆς τὸ εἶναι ἐχόντων, τέλος δὲ ὡς δι’ αὐτὴν καὶ πάντων ἀναπλουμένων πρὸς αὐτὴν καὶ ἐφιεμένων αὐτῆς ὡς πέφυκεν ἕκαστον ὡς πάντα τελειούσης καὶ ἀγαθυνούσης καὶ αὐτὴν εἶναι τὸ πρῶτον ἀγαθόν, ὡς οὐσιῶδες ἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ ταῦτα μὲν ταύτῃ διὰ βραχέων· ἴδωμεν δὲ τί Ἀριστοτέλης λέγει. τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι. νῦν τὸ καθόλου οὐχ ὡς ἐν ταῖς λογικαῖς θεωρίαις λέγεται· ἐκεῖ μὲν γὰρ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενές, ἐνταῦθα δὲ τὸ πρὸ τῶν πολλῶν2 ὡς προυφεστηκὸς αὐτῶν κἀκείνων πρὸς αὐτὸ δεχομένων τὴν ὕπαρξιν. οὕτω γὰρ οἱ περὶ Πλάτωνα ἔλεγον, λόγους τινὰς ἐπεισαγαγόντες ἐνυποστάτους θείους νοερούς, πρὸς οὓς ἔλεγον πάντα τὰ ἔνυλα εἶναι καὶ γίνεσθαι, οὓς καὶ εἴδη καὶ ἰδέας ἐκάλουν καὶ ὅλα καὶ καθόλου, προυφεστηκότας μὲν τῶνδε τῶν ἐν σώμασιν εἰδῶν, ἐξῃρημένους δὲ τούτων ἁπάντων, ἐν τῇ τοῦ δημιουργοῦ θεοῦ διανοίᾳ ὄντας, ἕτερά τινα κατ’ αὐτοὺς ἐν τῇ ὕλῃ χαράττοντος. καθόλου δὲ καὶ ὅλα ταῦτα ἐλέγετο, ὅτι ἕκαστον ἐκείνων ἓν ὂν ἔχει πολλὰ ἐξ ἐκείνου καὶ κατ’ ἐκεῖνο γινόμενα ἐν σώματι καὶ ἔνυλα, πρὸς ἃ ἐκεῖνο καθόλου καὶ ὅλον ἐλέγετο οὐκ ἐννοηματικῶς ἀλλὰ νοερῶς· καθόλου μὲν ὡς ὑπάρχον πολλοῖς ἐξῃρημένον ἃ κατ’ ἐκεῖνο γεγένηται, ὅλον δὲ ὡς ἐν λόγῳ μερῶν τεταγμένων3 ἃ πρὸς ἐκεῖνο ἀναφέρεται ὡς πρὸς ὅλον, οὐκ ἐξ αὐτῶν συγκείμενον οὐδ’ ἐπ’ αὐτοῖς ἐννοούμενον, ἀλλὰ πρὸ αὐτῶν μὲν ὂν καὶ μένον καθ’ αὑτό, ἐκεῖνα δ’ ἔχον ἀναφερόμενα πρὸς αὐτὸ ὡς πρὸς οἰκείαν ὁλότητα.

“——13 那么这些且付之阙如”至“引入理念”。 他在《伦理学》开端拟定了讨论人类的善与目的的计划,首先证明了它的存在,接着过渡到第二个课题,探求它究竟是什么,并罗列出人们关于它所持有的诸种见解(不同的人有不同的看法:有人称其为快乐,有人称其为荣誉,有人称其为财富,还有人称其为各种活动中的其他某种事物);在驳斥了所有这些见解、表明其中没有一个是目的之后,他进而探讨更为本原的问题,不再像寻常大众那样泛泛而谈,而是对其进行更深层的考察。但既然柏拉图关于第一善传下了不可轻视的宏大定理,足以将灵魂提升至至高境界,他[亚里士多德]便试图也顺带针对柏拉图提出一些论说,或许并非反对柏拉图本人,而是反对那些未能正当地领会其学说的人。或许有必要预先陈明,柏拉图在阐述关于善的学说时谈及的究竟是何种善,并简要地展示柏拉图对此的见解,以便明确亚里士多德在此所说的话是否切中对其学说的反驳。因为柏拉图在探求一切存在者的本原时,断言该本原乃是一、不可言说的以及善本身,并否定了它具有任何存在,视其为超越且高迈的存在者,以不可思议且超存在的方式在其自身中包罗万象,在不离析自身的前提下向一切事物发散流注,并凭其自身的善性产生了一切可理会之物与智性之物、理性者与非理性者、以某种方式活着的事物以及全然无生命的事物,乃至那些仅具有微弱存在概念的事物本身;这不是通过在造作时的决意与意愿,而是凭其存在本身。正如太阳仅以其临在照亮万物,无需决意亦无需意愿,以致它〔善〕既是一切无论以何种方式被称为存在者的本原,亦是其终极目的:作为本原,是因为万物皆因它而具有存在;作为终极目的,是因为万物皆为了它而存在,万物各自依其自然本性向它归返并渴慕它,因为它成全万物并使其臻于至善,且其自身就是第一善,即万物所渴慕的本性之善。简要而言便是如此;让我们来看亚里士多德是怎么说的:“或许更好的是考察普遍者。”此时的“普遍者”并不是在逻辑学探讨的意义上说的;因为在逻辑学中,普遍者乃是“在多数事物之上”且“后生的”,但在这里则是“在多数事物之先”的,即先于它们而实存,而那些事物相对于它才获得实存。因为柏拉图学派正是如此主张的,他们引入了某些具实体性的、神圣的、智性的理则,宣称一切质料性的事物皆依据这些理则而存在并生成,他们并将这些理则称为形式、理念、整体与普遍者,这些理则先于物体之中的这些形式而实存,超拔于所有这些形式之上,存在于造物主的思虑之中,造物主依其摹本将另一些事物镌刻在质料之中。这些之所以被称为普遍者与整体,是因为它们每一个作为单一者,皆拥有许多从它而来、依它而在物体中生成且具有质料的众多事物,相对于这些事物,那单一者不是在概念上而是在智性上被称为普遍者与整体:所谓“普遍者”,乃是它在超拔的同时亦归属于依它而生成的众多事物;所谓“整体”,乃是因为那些被归于它(如归于整体)的事物被排列在部分的地位上,它不是由它们组成,亦非建立在它们之上而被概念化,而是先于它们且独立自存,并将它们作为归向自身(如归向其固有的整体性)之物而包容着。

语法注3 条
  1. 1.48οὐ τῷ προαιρεῖσθαι καὶ βούλεσθαι ἐπὶ τῆς ποιήσεως ἀλλὰ αὐτῷ τῷ εἶναι

    τῷ προαιρεῖσθαι καὶ βούλεσθαι 与 αὐτῷ τῷ εἶναι 均为表示手段或原因的定冠词不定词与格。此处否定了通过选择与意愿的造作,而确立了新柏拉图主义式的、仅凭其存在本身而自然发散流注的模式(如太阳之普照)。

  2. 1.48νῦν τὸ καθόλου οὐχ ὡς ἐν ταῖς λογικαῖς θεωρίαις λέγεται· ἐκεῖ μὲν γὰρ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενές, ἐνταῦθα δὲ τὸ πρὸ τῶν πολλῶν

    在对比结构 ἐκεῖ μὲν... ἐνταῦθα δέ 中省略了动词 λέγεται(或 ἐστί)。此处严格区分了普遍者(τὸ καθόλου)的两种涵义:亚里士多德逻辑学中从殊相中抽象出的后生概念(τὸ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενές),以及柏拉图学派中先于殊相而自存的实体性理念(τὸ πρὸ τῶν πολλῶν)。

  3. 1.48καθόλου μὲν ὡς ὑπάρχον πολλοῖς ἐξῃρημένον ἃ κατ’ ἐκεῖνο γεγένηται, ὅλον δὲ ὡς ἐν λόγῳ μερῶν τεταγμένων

    分词 ὑπάρχον 与 ἐξῃρημένον 为中性主格单数,与主语理念(ἕκαστον ἐκείνων ἓν ὄν)一致。关系代词 ἃ 先行词为与格 πολλοῖς。随后的 μερῶν τεταγμένων 构成属格独立结构(或修饰省略的被指称者),指那些被置于部分序列中的受造事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:39.24-40.34