- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:2.29-4.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯论述了实践哲学的第三个种——政治学的对象与构成(针对灵魂与肉体的四种专门技艺),概括了实践哲学三个种(伦理、家政、政治)的定义与各自的益处,并列举了圣经与希腊古典中实践这些德性的典范人物(族长们、摩西、梭伦等)。
τοσαῦτα καὶ περὶ τοῦ οἰκονομικοῦ· τῷ δέ γε πολιτικῷ πόλις τὸ ὑποκείμενον καὶ οἱ ἐν αὐτῇ κοινωνοῦντες τῆς κατοικήσεως. ἐκ πολλῶν γὰρ οἰκιῶν ἡ πόλις συνέστηκε· καὶ ὥσπερ τὸν οἰκίας ἐξάρχοντα αὐτὸν εἶναι δεῖ πρῶτον καλόν τε τὸν τρόπον καὶ ἀγαθόν, εἶτα καὶ τοὺς συνοίκους εὖ διατίθεσθαι, ψυχῶν τε αὐτῶν καὶ τῶν σωμάτων ἐπιμελόμενον, οὕτω καὶ τὸν πολιτικὸν ἄνδρα καὶ πόλεως προϊστάμενον ἕκαστον τῶν προεστώτων ἐν ταῖς οἰκίαις πολίτην χρὴ ποιεῖν ἀγαθὸν1 ἐννόμως ζῶντα καὶ τοῦ μετὰ λόγου ζωῆς ἀντεχόμενον,2 αὐτὸν ὄντα πρὸ πάντων τοιοῦτον, οἷον αὐτόν τε καθ’ ἑαυτὸν ταῖς παντοίαις ἀρεταῖς καλλυνόμενον καὶ ἀγαθυνόμενον καὶ ἱκανὸν εἰσέτι καὶ τοῖς πολιτευομένοις μεταδιδόναι τῆς ἀγαθότητος, παντοίως κηδόμενον πολιτῶν τε ἅμα καὶ πόλεως ἢ καὶ πόλεων, εἰ πλειόνων τύχοι κρατῶν, εἰδότα καλῶς ὡς ἕκαστος ἄρχων πλειόνων ὁμοφυῶν ἐπίσης ἑαυτῷ φροντίζειν τῶν ὑπὸ χεῖρα ὀφειλέτης ἐστίν, οὐχ ἵνα τῶν ἴσων ἐκείνῳ ἢ ἀλλήλοις ἁπλῶς τυγχάνοιεν ἅπαντες ἀλλ’ ἢ κατὰ τὸ ἀνάλογον.3 οὕτω γὰρ αἱ πόλεις συνίστανται, τοῦ αὐτῷ ἀνήκοντος ἑκάστου τυγχάνοντος. αἱ γὰρ ἀποστερήσεις τῶν ἀνηκόντων ἀδίκους μὲν τῶν πόλεων 〈τοὺς〉 προεστῶτας ἐλέγχουσι, ῥαθύμους δὲ περὶ τὰ καλὰ 〈τοὺς〉 ὑποκειμένους διατιθέασι, τὰς δὲ πόλεις ἐχούσας κακῶς ἀπεργάζονται. τοιοῦτον γὰρ καὶ τὸ Εὐριπίδειον “ἐν τούτῳ γὰρ πάσχουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον”. τέτταρα δὲ πάντα τῆς πολιτείας τὰ μέρη νομοθετικὴ καὶ δικαστική, γυμναστικὴ καὶ ἰατρική. ἐπεὶ γὰρ ἐκ ψυχῆς καὶ σώματος συνέστηκεν ἄνθρωπος ὢν τῶν πολιτῶν ἕκαστος, δεῖ μεθόδους εἶναι πρὸς ἄμφω, δι’ ὧν τῶν μερῶν ἑκατέρων τὸ κατὰ φύσιν καὶ βέλτιον ἢ παρὸν συντηρηθήσεται ἢ ἀπογενόμενον ἐπανακληθήσεται. νομοθετικὴ μὲν δὴ τὰς ψυχὰς κατὰ φύσιν ἐχούσας συντηρεῖ ἐν τῷ ἀγαθῷ, τοῖς ὀρθῶς κειμένοις νόμοις μέτρῳ καὶ κανόνι χρωμένας καὶ κατ’ αὐτοὺς πολιτευομένας. ὁπηνίκα δέ τι διὰ ῥαθυμίαν παρασφαλεῖεν ἢ διά τινα προπέτειαν, ἡ δικαστικὴ ἐφίσταται εὐθύνας τε ἀπαιτοῦσα καὶ διορθουμένη τὰς ἐκτροπάς. οὕτω δὴ κἀπὶ τῶν σωμάτων· κατὰ φύσιν μὲν ὄντων καὶ ἐν ὑγείᾳ διακειμένων γυμναστικὴ προΐσταται, διὰ τῶν καταλλήλων ἑκάστῳ καὶ συμμέτρων γυμνασίων καὶ διαιτημάτων συντηροῦσα τὸ κατὰ φύσιν αὐτοῖς, ἐπὶ τὸ παρὰ φύσιν δ’ ἐκπεπτωκότων διὰ τὸ τῆς ὕλης ἀβέβαιον ἰατρικὴ παραγίνεται τῇ φύσει ἐπικουροῦσα καὶ ἐφ’ ὑγείαν ὡς ἐνὸν ἀνακαλουμένη τὰ ταύτης ἐκτραπέντα σώματα. ἔστι δὲ ἠθικὸν μὲν εἶδος φιλοσοφίας πρακτικῆς 〈περὶ κατόρθωσιν ἠθῶν ἀνθρώπου καταγινόμενον, οἰκονομικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆς περὶ σύστασιν οἴκου καὶ τῶν ἐν αὐτῷ συνοικούντων παντοίαν περιποίησιν τὴν σκέψιν ποιούμενον, πολιτικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆς〉περὶ πόλεως καὶ πολιτευομένων σύστασίν τε καὶ εὐνομίαν τὴν ἀσχολίαν ἐνδεικνύμενον. ἐκ δὴ τούτων φανερὸν καὶ τί τούτων ἕκαστον ἐν τῷ βίῳ τοὺς ἀνθρώπους ὀνίνησι τὸ ἀγαθὸν κατορθοῦν τὸ μὲν ἑκάστῳ τῶν ἀνθρώπων, τὸ δὲ κοινῶς τοῖς συνοικοῦσιν ἐν τῷ αὐτῷ, τὸ δὲ ἔτι κοινότερον ἐν πόλει ἢ πόλεσιν ἢ καὶ ἔθνει ὅλῳ, ἴσως δέ γε καὶ ἔθνεσιν, εἰ πλείω ποτὲ εἴη ὑπὸ ἑνὸς ἄρχοντος ἐπικράτειαν. καὶ παραδείγματα τούτων πολλά τις εὑρήσει τὰς βίβλους μετιὼν τάς τε καθ’ ἡμᾶς καὶ τὰς θύραθεν. πολλοὶ γὰρ ἀγαθοὶ παρά τε βαρβάροις καὶ Ἕλλησι 〈καὶ ὡς〉 καθ’ ἑαυτοὺς ὀρθῶς ζήσαντες καὶ ὡς μεθ’ ἑτέρων ἐν οἴκοις καὶ ὡς ἐν ἔθνεσί τε καὶ πόλεσι. καὶ τοὺς μὲν καθ’ ἕκαστον περιττὸν καὶ ἀπαριθμεῖσθαι· ἄπειροι γὰρ ὡς εἰπεῖν βίοι ἀνδρῶν εἰς μίμησιν ἐκτεθειμένοι εὑρίσκονται εὐαρέστως θεῷ ζησάντων καὶ κατορθωσάντων τὰ κράτιστα· Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἔτι δὲ καὶ Ἰὼβ οἰκονομίας ἀρίστης ἔστωσαν εἰς παράδειγμα, καλῶς ἑαυτούς τε καὶ τὰ περὶ αὑτοὺς διαθέμενοι. Μωσῆς δὲ πολιτικῆς ὡς εἰπεῖν ὑπόδειγμα πρώτιστον, μετὰ δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ πολλοὶ παρ’ Ἑβραίοις ἕτεροι, εἰ βούλει δὲ καὶ Σόλων παρ’ Ἕλλησιν. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
关于家政的部分便至此。而对于政治的部分,基础对象则是城邦以及在其中共同居住的人。因为城邦是由许多家庭组成的;正如一家之主自身首先应当在品行上善美,继而妥善安置与他同居的人,关照他们的灵魂与肉体,同样,政治家即城邦的统治者也应当使各个家庭的主事者都成为遵纪守法、坚守依循理性的生活的善良公民;他自己首要地应当是这样的人:在自身中因各种德性而变得美好崇高,进而有能力将这种善性分享给公民,对公民连同城邦、或者在有幸统治更多城邦时对诸城邦施以全方位的关怀,并且深知统治众多同类的每一位统治者,都有责任像关照自己一样关照其治下的人,这并不是为了让所有人都能简单地获得与统治者或彼此平等的份额,而仅仅是依照比例。因为城邦正是通过每个人都获得属于自己的份额而维系存立的。剥夺属于人们的事物,不仅证明城邦的统治者是不义的,使臣民对善美之事变得怠惰,而且会使城邦陷入恶劣的境地。欧里庇得斯的诗句所表达的也正是此理:“因为许多城邦正是在这一点上遭受不幸:每当一个优秀而热忱的人所获得的并不比劣质之辈更多的时候。” 整个公民体制(政制)的部分总共有四个:立法术与司法术、体操术与医药术。因为作为公民的每个人既然由灵魂和肉体构成,就必须有针对两者的专门方法,通过这些方法,这两个部分各自顺应自然且较好的状态,若尚存则得以维持,若已丧失则得以召回。立法术确实在灵魂处于顺应自然的状态时,使之使用正确制定的法律作为尺度和准绳并依之生活,从而将灵魂保全于善之中。而每当灵魂因懈怠或某种轻率而有所失足时,司法术便出面查究问责并纠正其偏离。肉体方面亦复如是:在肉体顺应自然且处于健康状态时,体操术主持其事,通过适合于每个人的适度锻炼和养生法保全其顺应自然的状态;而当肉体因质料的变动不居而跌入反自然状态时,医药术便应运而生救助自然,尽可能将偏离健康的肉体召回至健康之中。 伦理的是致力于端正人的品格的实践哲学之种;家政的是以家庭的建制以及对其中同居者的全方位照管为考察对象的实践哲学之种;政治的则是以城邦和公民的建制与良好秩序展示其职志的实践哲学之种。由此便也清楚表明了它们各自在生活中如何使人类获益,即成全善:一种是针对每个人,另一种是共同针对在同一处同居的人,再一种则是更为普遍地在城邦或诸城邦、甚或整个民族中成全善,若有多个民族处于单一统治者的统治之下,也许甚至是在诸民族中成全善。 研读我们自身的典籍以及外部典籍的人,会发现许多关于这些的典范。因为在蛮族和希腊人中都可以发现许多善人,他们无论是在独处时正派地生活,还是在家庭中与他人同居,抑或是在民族与城邦中生活,都是如此。逐一列举他们则是多余的;因为可以说,那些取悦于上帝并成就了至善之事的男子的生平被呈示出来以供效仿,乃是不计其数的。亚伯拉罕、以撒、雅各以及约伯,都可以作为最佳家政的典范,因为他们妥善安置了自身以及与自己相关的一切事物。摩西可以说是政治术的首要模范,其后是嫩的儿子约书亚以及希伯来人中的许多其他人;如果你愿意的话,希腊人中的梭伦也是模范。但关于这些,言尽于此即可。
- 1.0ἕκαστον τῶν προεστώτων ἐν ταῖς οἰκίαις πολίτην χρὴ ποιεῖν ἀγαθὸν
由 ποιεῖν 支配的双重宾格结构。直接宾语为 ἕκαστον τῶν προεστώτων ἐν ταῖς οἰκίαις(各个家庭的主事者),宾语补足语为 πολίτην ἀγαθόν(善的公民)。无人称动词 χρὴ 的逻辑主语是前置的宾格 τὸν πολιτικὸν ἄνδρα καὶ πόλεως προϊστάμενον,后文的诸分词(ὄντα, εἰδότα 等)均与此保持性数格一致。
- 1.0τοῦ μετὰ λόγου ζωῆς ἀντεχόμενον
中性属格冠词 τοῦ 要么统括整个短语 μετὰ λόγου ζωῆς(或将隐含的 ζῆν 实体化),要么是手抄本流传中对阴性冠词 τῆς 的讹误。在句法上,整个短语作为中动动词 ἀντέχεσθαι(坚守、执着于)所要求的属格补足语。
- 1.0οὐχ ἵνα τῶν ἴσων ἐκείνῳ ἢ ἀλλήλοις ἁπλῶς τυγχάνοιεν ἅπαντες ἀλλ’ ἢ κατὰ τὸ ἀνάλογον
οὐχ ἵνα... ἀλλ’ ἤ... 句式。在否定词 οὐχ 之后,ἀλλ’ ἤ 作为习语表示“除……之外”或“仅仅”,修饰 κατὰ τὸ ἀνάλογον(依照比例),即“并非为了使所有人获得简单的均等……而仅仅是依照比例”。
