- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:398.33-399.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对Bekker 1144b14的结语进行注解,阐明了实践智慧与机敏、本真德性与自然德性之间的质料—形式类比关系,并解释了亚里士多德为何将理性部分称为“构成意见的部分”。
" Ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἴδη, δεινότης καὶ φρόνησις, καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δ’ ἡ κυρία, καὶ τούτων ἡ κυρία οὐ γίνεται ἄνευ φρονήσεως." Τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων. ἔδειξε γὰρ ἤδη ἀλλήλων δεομένας εἰς τὸ εἶναι ὅπερ εἰσὶ τὴν φρόνησιν καὶ τὴν ἀρετήν, τοῦτο δὲ δέδεικται ἐκ τοῦ ὁμοίως ἔχειν ἐπὶ τὴν φρόνησιν πρὸς τὴν δεινότητα, οὕτω τὴν κυρίως ἀρετὴν πρὸς τὴν φυσικήν.1 ὕλη γὰρ ἡ μὲν δεινότης χορηγουμένη ἐκ φύσεως τῇ φρονήσει κοσμούσῃ ἐκείνην καὶ εἰς τὸ κύριον ἀγούσῃ τῆς κατὰ τὸ λογιστικὸν ἀρετῆς, τῇ δὲ κατὰ τὸ ἠθικὸν ἀρετῇ ἡ φυσικὴ ἀρετή. αἱ γὰρ φυσικαὶ ἀρεταὶ εὐφυΐαι πρὸς τὰς κυρίως ἀρετάς, αἳ μορφωτικαί εἰσι τῶν φυσικῶν ὡς ὑλῶν, ἐκ τῆς πρὸς τὸν ὀρθὸν λόγον ἀκολουθήσεως τῶν ὀρέξεων δεχόμεναι τὴν τελείωσιν καὶ οὕτω τὰς μὲν ὀρέξεις καθιστῶσαι ἐν τῇ ἁρμοττούσῃ ταύταις ὀρθότητι, τὸν δὲ λόγον ἔχουσαι πρὸς ἀγαθὸν σκοπὸν τὰς κινήσεις βάλλοντα. προτιθέμενον ἐξ αὐτῶν περιλαμβάνειν ἐν βραχεῖ τὰ εἰρημένα δυνάμει τοῦτο λέγων.2 δέδεικται ἄρα, ὅτι καὶ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἴδη δεινότης καὶ φρόνησις· ἡ μὲν δεινότης ὡς φυσικὴ ἀρετή, εὐφυΐα τις οὖσα καὶ δύναμις πρὸς τὸ ἐφευρίσκειν τὰ πρὸς τὸν προκείμενον σκοπὸν συμβαλλόμενα, ἡ δὲ φρόνησις κυρία ἀρετὴ τοῦ λογιστικοῦ, ἀγαθὸν ἔχουσα σκοπὸν προτιθέμενον καὶ τὰς οἰκείας ἐνεργείας πρὸς αὐτὸν ἀπευθύνουσα, ὃν δὴ σκοπὸν ἡ ἠθικὴ ἀρετὴ αὐτῷ κεχορήγηκεν εὖ ἔχουσα τῶν ὀρέξεων, καὶ ὅτι ὁμοίως τῷ δοξαστικῷ δύο εἴδη καὶ τοῦ ἠθικοῦ, ἡ φυσικὴ ἀρετὴ καὶ ἡ κυρία, καὶ δεῖται ἡ κυρία ἀρετὴ τῆς φρονήσεως κατὰ δύο ταῦτα, ὅτι τε αἱ φυσικαὶ ἀρεταὶ ἄνευ μὲν νοῦ ἀρεταί εἰσι, νοῦν δὲ προσλαβοῦσαι τὸν αὐτὰς ἀπευθύνοντα εἰς τὸ γίνεσθαι ἠθικαί, προκόπτουσι3 καὶ κυρίαι ἀρεταὶ ἀποτελοῦνται, καὶ ὅτι ἄνευ φρονήσεως τῶν οἰκείων ὀρεκτῶν οὐκ ἐπιτυγχάνουσιν αὐτῆς ἐφευρισκούσης τὰ πρὸς τὸν ἀγαθὸν σκοπὸν ἄγοντα. δοξαστικὸν δέ φησι τὸ λογιστικόν, ὅτι ἀρχομένοις ἡμῖν ἀπὸ τῶν ἐσχάτων δυνάμεων τῆς ψυχῆς πρώτη ἐν ταῖς λογικαῖς καὶ γνωστικαῖς δυνάμεσιν ἡ δοξαστικὴ ἀναφαίνεται τὰ καθόλου γινώσκουσα, τῶν αἰσθητῶν καταγινομένων περὶ μόνα τὰ μερικὰ καὶ καθ’ ἕκαστα, ὥσπερ ἠθικὸν ὠνόμασε τὸ ὀρεκτικὸν καὶ ἄλογον διὰ τὸ καὶ τὸ ἦθος ἐπὶ τῶν ἰδιωμάτων λέγεσθαι, ἃ ταῖς ἀλόγοις παρέπονται ζωαῖς καὶ φύσεσιν, ἄλλως τε ἡ δόξα ἢ ἐκ τῶν αἰσθήσεων καὶ τῆς αὐτῆς περὶ τὰ καθ’ ἕκαστα ἐνεργείας τὰς ἀφορμὰς λαβοῦσα ἐν ἑαυτῇ τὸ καθόλου συνίστησι καὶ τὴν ἑαυτῆς λογικὴν ποιεῖται ἐνέργειαν, ἢ ἐξ ὧν ἡ διάνοια συμπεραίνεται.
“因此,正如在构成意见的部分中有两种类型——机敏与实践智慧,在伦理部分中同样有两种,一者是自然德性,另一者是本真德性,而其中本真德性离开实践智慧便不能产生。” 这是上述讨论的结论。因为他此前已经表明,实践智慧与德性为了成为其自身所是而彼此需要;而这一点是通过如下事实得以证明的:正如实践智慧之于机敏,本真德性之于自然德性亦是如此。因为机敏是由自然提供给实践智慧的质料,实践智慧整饬机敏,并将其引向符合理性部分的德性的本真状态;而自然德性则是符合伦理部分的德性的质料。因为自然德性是通向本真德性的天赋资质,而本真德性则作为形式赋予自然德性这些质料,它通过欲求对正确理性的遵循而接受完善,从而将诸欲求确立在适合于它们自身的端正之中,同时使理性将各项运动导向善的目的。他企图从这些出发简要概括上述内容,实际上表达了如下意思:因此已经证明,在构成意见的部分中同样存在两种类型,机敏与实践智慧;机敏犹如自然德性,是旨在发现有助于既定目的的诸手段的某种天赋资质与能力,而实践智慧则是理性部分的本真德性,它确立了既定的善的目的,并将自身的固有活动直接导向该目的,而这正是伦理德性通过使诸欲求处于良好状态而提供给它的目的;并且与构成意见的部分一样,在伦理部分中亦有两种类型,即自然德性与本真德性,且本真德性依照以下两点需要实践智慧:其一,自然德性在缺乏理知时仅是德性,但在获得了指导它们成为伦理德性的理知之后,便得以提升并成就为本真德性;其二,若没有发现引向善的目的之诸手段的实践智慧,它们便无法达成其固有的欲求对象。他之所以将理性部分称为“构成意见的部分”,是因为当我们从灵魂的最底层能力出发时,在理性与认知诸能力中,构成意见的能力作为认知普遍事物者首先显现(因为感觉能力仅关涉局部的和个别的事物),正如他将欲求的和非理性的部分称为“伦理的部分”,乃是因为“性格”一词也用于指涉伴随非理性生命和本性的独特属性;此外,意见要么从诸感觉以及针对个别事物的同一活动中获取契机,在自身内部建立起普遍者并进行自身的理性活动,要么从推论思维所推论出的事物中进行这种活动。
- 6.117ἐκ τοῦ ὁμοίως ἔχειν ἐπὶ τὴν φρόνησιν πρὸς τὴν δεινότητα, οὕτω τὴν κυρίως ἀρετὴν πρὸς τὴν φυσικήν
由 ὁμοίως 与 οὕτω 相互呼应的比较句式。介词短语 ἐπὶ τὴν φρόνησιν 相当于 ἐπὶ τῆς φρονήσεως(“在实践智慧方面”),或者宾格 τὴν φρόνησιν 作为 ἔχειν 的主语与 πρὸς τὴν δεινότητα 相对。
- 6.117προτιθέμενον ἐξ αὐτῶν περιλαμβάνειν ἐν βραχεῖ τὰ εἰρημένα δυνάμει τοῦτο λέγων
一种句法结构,结合了指代亚里士多德的宾格分词 προτιθέμενον(作为承接上下文补足的宾格主语或宾格绝对分词)与主格分词 λέγων,整体表达“他企图从这些出发简要概括所述内容,实际上表达了此点”。
- 6.117ὅτι τε αἱ φυσικαὶ ἀρεταὶ ἄνευ μὲν νοῦ ἀρεταί εἰσι, νοῦν δὲ προσλαβοῦσαι... προκόπτουσι
小句 ἄνευ μὲν νοῦ ἀρεταί εἰσι 通过 μέν 与 δέ 的对比表明,在缺乏理知时它们仅是受限定的(自然或不完全意义上的)德性,只有在获得理知后才得以提升并成为本真德性。
