- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:397.20-398.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯针对Bekker 1144b8–1144b10展开注解,阐明自然德性若无理知主导,在孩童和野兽身上反而有害,并剖析盲目而强壮的身体之比喻,说明唯有在理知引导与习惯养成的塑造下,自然适性才能转变为本真的德性品质。
" Καὶ γὰρ παισὶ καὶ θηρίοις αἱ φυσικαὶ ὑπάρχουσιν ἕξεις, ἀλλ’ ἄνευ νοῦ βλαβεραὶ φαίνονται οὖσαι." Ὅτι γάρ, φησίν, οὐκ εἰσὶν ἀρεταὶ κυρίως αἱ φυσικαί, δῆλον ἐκ τοῦ παισὶ καὶ θηρίοις ὑπάρχειν αὐτάς, ἀλλὰ τοῖς τε παισὶν οὔπω νοῦς ἔσται καὶ οὔπω ὠμμάτωνται αὐτῶν αἱ ψυχαὶ διὰ τὸ νεωστὶ τῆς ὑπάρξεως καὶ πείρας τῶν ἐν βίῳ πραγμάτων ἀμέτοχον,1 κἂν πεφύκασιν ὄμμα τε λαβεῖν τῆς ψυχῆς καὶ νοῦ ἐνέργειαν κτήσασθαι μεταχειριζόμενοι ὀρθῶς τὰ καθ’ ἕκαστα. τοῖς τε θηρίοις λόγου πάντῃ ἐστερημένοις οὐκ ἔστιν ὅλως τὸ πεφυκέναι ὀρθῶς ποτε ταῖς φυσικαῖς ὁρμαῖς χρήσασθαι. διὰ τοῦτο καὶ ἄνευ νοῦ οὖσαι καὶ τοῖς παισὶ καὶ τοῖς θηρίοις αὗται βλαβεραὶ φαίνονται, τὸ μετροῦν αὐτὰς καὶ τάττον μὴ ἔχουσαι.
“因为自然品质既属于孩童也属于野兽,但没有理知,它们便显现为是有害的。” 他说,自然德性在严格意义上并非德性,这从它们属于孩童和野兽便显而易见。但是,孩童尚未具有理知,他们的灵魂因其存在的初鲜以及缺乏人生事务的经验而尚未获得眼界,尽管他们生来能够通过端正地处理各项具体事务而获得灵魂之眼并取得理知的活动。而野兽由于完全被剥夺了理性,根本不具有有朝一日端正使用自然冲动的自然天赋。正因如此,由于缺乏理知,这些品质在孩童和野兽身上都显现为是有害的,因为它们缺乏对其进行度量和整饬之物。
"Πλὴν τοσοῦτον ἔοικεν ὁρᾶσθαι, ὅτι ὥσπερ σώματι ἰσχυρῷ ἄνευ ὄψεως κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς διὰ τὸ μὴ ἔχειν ὄψιν, οὕτω καὶ ἐνταῦθα. ἐὰν δὲ λάβῃ νοῦν, ἐν τῷ πράττειν διαφέρει." Ἐπειδὴ αἱ κατὰ τὰς ἀρετὰς ἕξεις ταῖς αἰσθήσεσιν ἀφανεῖς εἰσι, φανεραὶ δὲ γίνονται ἐκ τῶν ἐνεργειῶν τε καὶ προχειρίσεων, ποιεῖται τὸ λεγόμενον φανερὸν δι’ αἰσθητοῦ παραδείγματος σῶμα παραλαμβάνων ἰσχυρόν, ἐνεργεῖν μεγάλα τινὰ διὰ τῆς προσούσης ἰσχύος δυνάμενον. τοῦτο εἰ ἐστέρηται ὄψεως ἐν τῷ κινεῖσθαι, σφάλλεται ἰσχυρῶς διὰ τὴν τῆς ὄψεως στέρησιν, τῆς μὲν κινήσεως σφοδρᾶς γενομένης, τῆς δὲ στερήσεως τοῦ ὁρᾶν τὸ εἰς δέον γίνεσθαι ἀφαιρούσης τὴν κίνησιν,2 οἷον εἴ τις πληγὴν κατενέγκῃ ἰσχύϊ προσούσῃ μεγάλῃ χρώμενος κατὰ πατρὸς ἢ ἄλλου τινὸς τῶν τιμίων, δι’ ἀορασίαν ἀγνοῶν τὸν πληττόμενον καὶ ὡς πρός τινα τῶν ἀμύνης ἀξίων πρὸς τὸν αὐτῷ διατιθέμενος τίμιον. ἐν γὰρ ἰσχύϊ σφοδρᾷ τὸ πλῆττον καταφερόμενον οὐ τὸ τυχὸν ἂν κακὸν ἀπετέλεσεν, ἀλλ’ ἢ ἀπέκτεινε τὸν ὑποδεχόμενον τὴν πληγὴν ἢ καὶ πάντῃ ἄχρηστον ἔδειξεν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν κατ’ εὐφυΐαν ἀρετῶν. ἡ γὰρ εὐφυΐα τῆς ψυχῆς τῷ τοῦ σώματος ἀνάλογον· εἰ οὖν καὶ ὄμμα τῇ ψυχῇ πρόσεστιν, ἐνεργήσειεν ἂν τὰ κράτιστα, μεγάλως ὁδηγουμένη ὑπὸ τοῦ ὄμματος καί τι κατορθώσας3 μέγα καὶ ἀξιόλογον, ὑπουργὸν μὲν ἔχουσα τὴν εὐφυΐαν τὴν φυσικήν, ὁδηγὸν δὲ τὸ κτηθὲν ὄμμα ἐκ τῆς κατὰ τὸν βίον πολυπειρίας· εἰ δὲ τὸ ὄμμα τούτῳ μὴ πρόσεστιν, ὡς ἐν ἀορασίᾳ τῆς φυσικῆς γινομένης ὁρμῆς, μετὰ πολλῆς τῆς σφοδρότητος, ἔσται μέγα τι κακὸν τὸ ἀποτελούμενον. εἰπὼν δὲ τὸ παράδειγμα ὡς ὁμοιότητα ἔχον πρὸς τὸ προκείμενον, τοῦτο δέ ἐστι τὸ ἰσχυρὸν σῶμα κινούμενον ἄνευ ὄψεως καὶ σφαλλόμενον ἰσχυρῶς, οὐκ ἐπήνεγκε τὸ πρὸς τοῦτο ὅμοιον, οἷον τὴν φυσικὴν ἐπιτηδειότητα τὴν ἄνευ κινουμένην ὄμματος ψυχικοῦ καὶ φρονήσεως, ἀλλὰ τοὐναντίον. οὕτω γὰρ καὶ ἐνταῦθα, φησίν, ἂν λάβῃ νοῦν ἐν τῷ πράττειν διαφέρει. τοῦτο δὲ πεποίηκε τῇ συντομίᾳ συνήθει χρησάμενος καὶ εἰπὼν εἶναι διάφορον τὸ μετὰ νοῦ ἐνεργεῖν τοῦ ἄνευ τούτου τὰς δράσεις ποιεῖσθαι τὸν ἄνθρωπον τῇ φυσικῇ ἐπιτηδειότητι μόνον. ἡ δ’ ἕξις ὁμοία οὖσα, τότ’ ἔσται κυρίως ἀρετή. ἕξιν ὀνομάζει τὴν ἐξ ἔθους γινομένην, οὐ τὴν ἐκ φύσεως ὑπάρχουσαν ἐπιτηδειότητα, καὶ ὀνομάζει ὁμοίαν, οὐ τὴν αὐτὴν τὴν ἕξιν τῇ εὐφυΐᾳ. ἑτερογενεῖς γὰρ ἀλλήλων αὗταί εἰσιν, εἴπερ ἡ μὲν φυσική, ἡ δὲ ἠθική. οὔκουν διὰ τὴν ὁμοιότητα κυρίως ἐροῦμεν ἀρετὴν τὴν φυσικήν, ἀλλὰ τότε ἔσται κυρίως ἀρετή, ὅταν γένηται ἕξις, ἤτοι ὅταν ἐξ ἔθους καὶ ἀσκήσεως τὸ βέβαιον ἕξει πρὸς τὸ κατὰ λόγον καὶ ὀρθῶς ἐνεργεῖν.
“只是似乎能观察到这么一点:正如一个强壮的身体在没有视力的情况下运动,会因没有视力而严重跌绊,这里的情况亦是如此。但如果它获得了理知,在行事上便大不相同。” 由于符合德性的诸品质对感觉而言是不可见的,而是通过各项活动与施展显明出来的,因此他通过一个可感的例证来阐明所言之事,选取了一个能够凭借现存的力量做出伟大行动的强壮身体。如果这个身体在运动时被剥夺了视力,便会由于视力的缺失而严重跌绊;因为运动虽然迅猛,但视力的缺失却剥夺了运动合乎正道的能力。例如,有人凭借现存的巨大力量,击打父亲或另一位应受尊敬的人,因看不见而不知被打之人,对待自己应予尊重的人犹如对待应受报复的人一样。因为以迅猛的力量挥下的打击所造成的并非寻常之恶,而是要么击毙承受打击的人,要么使之完全残废。因此,在这些事例中如此,在基于天赋资质的德性中亦是如此。因为灵魂的天赋资质与身体的力量成比例。因此,如果灵魂也拥有眼睛,它就将在眼睛的有力引导下做出最佳的活动,成就伟大而瞩目的事业,以自然的天赋资质为佣仆,而以从丰富的人生经验中所获得的眼睛为向导。但若没有眼睛伴随,由于自然的冲动在无视状态下以极大的迅猛发生,所产生的结果必将是某种巨大的祸害。他虽然提出了与当前论题具有相似性的例子(即无视力而运动并严重跌绊的强壮身体),却没有引出与此相似之物(例如没有灵魂之眼和实践智慧而运动的自然适性),而是引出了相反的情况。因为他说:“这里亦是如此,如果它获得了理知,在行事上便大不相同。”他这样做是运用了惯常的简练手法,指出伴随理知而活动,比起人仅凭自然适性而无理知地行事更为优越。“而这种品质既然是类似的,那时才将成为本真意义上的德性。”他称之为“品质”的是由习惯生成之物,而非出于自然的适性;他称之为“类似的”,而非与天赋资质完全同一。因为这两者属于不同的属类,一者是自然的,另一者是伦理的。因此,我们绝不会因其相似性就将自然德性称为本真的德性,唯有当它成为品质时,即由习惯与训练而对依循理性且端正地活动具备稳固的确切性时,那时它才将成为本真意义上的德性。
- 6.115διὰ τὸ νεωστὶ τῆς ὑπάρξεως καὶ πείρας τῶν ἐν βίῳ πραγμάτων ἀμέτοχον
介词 διά 支配由冠词 τὸ 名词化的两个并列成分。短语 νεωστὶ τῆς ὑπάρξεως 是副词 νεωστί 与属格名词 τῆς ὑπάρξεως 的结合(“存在的初鲜/刚降生”),而中性形容词 ἀμέτοχον(“缺乏……”)则支配属格 πείρας。
- 6.116τῆς δὲ στερήσεως τοῦ ὁρᾶν τὸ εἰς δέον γίνεσθαι ἀφαιρούσης τὴν κίνησιν
属格独立结构(与前文 τῆς μὲν κινήσεως σφοδρᾶς γενομένης 相对)。分词 ἀφαιρούσης(源自 ἀφαιρέω)带双宾格结构(“剥夺A的B”),此处以 τὴν κίνησιν(运动)为被剥夺者,以带冠词的不定词短语 τὸ εἰς δέον γίνεσθαι(达至正道/合宜)为所剥夺之物。
- 6.116καί τι κατορθώσας
一种句法断裂(破格现象 / anacoluthon)。前文的分词短语 μεγάλως ὁδηγουμένη 与主语阴性名词 ἡ ψυχή 一致,此处却突然转为阳性单数主格分词 κατορθώσας(“成就了……”)。这是由语法主语(灵魂)向意念上的行为主体(人)转移所致的通感一致,随后在 ἔχουσα 处又恢复为与灵魂一致的阴性分词。
