- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:396.8-397.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于性格特征在某种程度上出于自然,但本真的善以另一种方式存在的论述(1144b4),厄斯特拉提奥斯阐明了动物与人类所共有的自然特质同通过习惯养成与理知而获得的本真伦理德性之间的区别,并解释了相关名称的词源理据。
" Πᾶσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πως· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς· ἀλλ’ ὅμως ζητοῦμεν ἕτερόν τι, τὸ κυρίως ἀγαθὸν εἶναι καὶ τὰ τοιαῦτα ἄλλον τρόπον ὑπάρχειν." Ὅτι, φησίν, ἄλλη ἐστὶν ἡ φυσικὴ ἀρετὴ καὶ ἄλλη ἡ κυρία, δῆλον ἐκ τῆς κοινῆς ὑπολήψεως τῶν πολλῶν. πᾶσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πως. ἤθη λέγομεν τὰ ἐκ φύσεως ἑπόμενα ταῖς ψυχαῖς ἰδιώματα, οὐ μόνον ἐπὶ τῶν λογικῶν ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων, ὥσπερ ὅταν λέοντα λέγωμεν φύσει ἀνδρεῖον, τολμηρὸν ὄντα, καὶ ἄλκιμον καὶ τῶν φοβούντων καταφρονητικόν, ἀλώπεκα δὲ πανοῦργον καὶ δολερὰν διὰ τὸ ἐν ταῖς ἐνεργείαις τοιαύτην φαίνεσθαι, πρόβατον δὲ εὔηθες καὶ ἀπερίεργον, καὶ ἄλλο τῶν ζῴων ἀλλοῖον καὶ ἑτεροῖον ἕτερον, οὕτω κἀν τοῖς ἀνθρώποις φαμὲν τὸν μὲν τοιόνδε εἶναι τὸ ἦθος, ἑτεροῖον δὲ ἄλλον. προσέθηκε δὲ τὸ 〈πῶς τῷ〉 φύσει, διότι μὴ πᾶσι τοῖς ζῴοις τὰ αὐτὰ ἤθη ἐστίν, ἀλλὰ διάφοροι τρόποι ἠθῶν τοῖς ἀλόγοις καὶ λογικοῖς. καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι· καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς τῆς μὲν φρονήσεως καὶ δεινότητος, ὥσπερ ἐν τοῖς πράγμασι διαφορά ἐστι φυσικοῖς καὶ κτητοῖς, οὕτω καὶ ἐν τῇ κλήσει. δεινότης μὲν γὰρ ἡ ἐκ φύσεως δύναμις ὀνομάζεται, ἀρετή τις οὖσα καὶ αὐτὴ φυσική, μήπω τοῦ λόγου ταύτην ῥυθμίσαντος. ἡ δὲ κυρία ἀρετὴ τοῦ λογιστικοῦ φρόνησις ὀνομάζεται, εἰδοποίησις οὖσα τις καὶ μόρφωσις τῆς δεινότητος. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ὁμωνυμοῦσιν ἀλλήλαις αἱ φυσικαί τε καὶ ἠθικαί, καὶ εἰκότως. ἡ μὲν γὰρ δεινότης τοῦ λόγου καὶ τῆς διανοίας ἐστὶ φυσικὴ ἀρετή, οὐ κυρίως ἐστὶ καὶ ἡ φρόνησις ἀρετή.1 διὰ τοῦτο τοῖς ἀλόγοις δεινότης οὐ πρόσεστι, λόγον μὴ κεκτημένοις μηδὲ διάνοιαν. αἱ δὲ ἠθικαὶ ἀρεταί, ἐπεὶ καὶ λογικοῖς καὶ ἀλόγοις ἐκ φύσεως πρόσεισιν, ὀνομάζεται μὲν ὁμωνύμως τοῖς αὐτοῖς ὀνόμασι διὰ τὸ μὴ ἔχειν ἐπὶ τῶν ἀλόγων ὀνόματα ἕτερα, ἔχει δὲ μόνον διάφορον τὸ ἐξ ἑτέρας εἶναι καὶ ἑτέρας ἀρχῆς, τὰς μὲν ἐκ φύσεως, τὰς δὲ ἐξ ἔθους. ἀλλ’ ἐπεὶ τὸ ἦθος φυσικὸν ἐν τοῖς ἀλόγοις τε καὶ λογικοῖς, πῶς οὐ λέγονται καὶ αἱ φυσικαὶ ἠθικαὶ ἀπὸ τοῦ ἤθους τοῦ φυσικοῦ, ἵν’ εἶεν ἠθικαὶ ὁμωνύμως πᾶσαι καλούμεναι, ἀλλ’ ἐκεῖναι μὲν λέγονται ἠθικαί, αὗται δὲ φυσικαί; ἢ οὐκ ἀπὸ τοῦ ἤθους αἱ ἠθικαὶ ἀλλ’ ἀπὸ τοῦ ἔθους κατὰ τροπὴν τοῦ βραχέος εἰς μακρόν, ἐθισμῷ καὶ ἀσκήσει καὶ μετὰ λόγου περιγινόμεναι. ἐκεῖναι δὲ φυσικαί, διότι οὐκ ἐκ γενετῆς ὑπάρχουσιν2 οἷς ὑπάρχουσιν. ἐπεὶ οὖν αἱ μὲν τὴν φύσιν, αἱ δὲ τὸ ἦθος ποιητικὸν αἴτιον ἔχουσι, κυριώτερον ἡ κλῆσις, ἥτις ἑκατέρῳ τῷ γένει ἐκ τῆς αἰτίας τῆς ποιητικῆς ἐπιτέθειται. τὸ γὰρ ἦθος οὐκ αἰτία ἀλλ’ ἐξ αἰτίας τῆς φύσεως. ὅτι δὲ ἐκ τοῦ ἤθους αἱ ἠθικαὶ ὀνομάζονται, μάρτυς Ἀριστοτέλης αὐτός, τὸ τῆς ἠθικῆς φάσκων ὅλως πραγματείας ὄνομα εὐθὺς ἐξ ἀρχῆς ἐκ τοῦ ἔθους οὑτωσὶ λέγεσθαι μικρὸν παρεκκλῖνον. οὐ γὰρ φυσικὸν καὶ τὸ ἔθος ὥσπερ τὸ ἦθος, ἀλλ’ ἐκ γυμνασίας καὶ ἀσκήσεως προσγινόμενον καὶ δι’ ἐθισμοῦ εἰς ἕξιν ἐρχόμενον. ὑπάρχουσι μὲν οὖν ἐκ γενετῆς ἐπιτηδειότητες πρὸς ἑκάστην τῶν ἠθικῶν ἀρετῶν ταῖς ψυχαῖς. ἀλλ’ ὅμως οὐκ ἀρκούμεθα λέγειν ἐκείνας τὰς κυρίως ἀρετάς, ἀλλὰ ζητοῦμεν ἕτερόν τι τὸ κυρίως ἀγαθόν, τουτέστιν τὴν κυρίως ἀρετήν, κἂν ὁμωνύμως καὶ ἐπὶ τῶν φυσικῶν τοῖς αὐτοῖς ὀνόμασι χρώμεθα. καὶ τὰ τοιαῦτα ἄλλον τρόπον ὑπάρχειν, ἤγουν τὰ κυρίως ἀγαθὰ καὶ τὰς κυρίως ἀρετὰς οὐχ οὕτως ὑπάρχειν ἐκ φύσεως, ἀλλὰ τρόπον ἕτερον, τουτέστιν ἐξ ἀνάγκης καὶ μελέτης καὶ μετὰ νοῦ ἐπιστατοῦντος καὶ προστατεύοντος.
“因为在所有人看来,每一种性格特征在某种程度上都出于自然而存在;事实上,我们从出生起立刻就是公正、节制、勇敢的,并具有其他特征;但尽管如此,我们仍在寻求某种别的东西,即存在本真的善,并且这些特征以另一种方式存在。” 他说,自然德性是一回事,本真德性是另一回事,这从大众的共同观念中是显而易见的。因为在所有人看来,每一种性格特征在某种程度上都出于自然而存在。我们所说的性格特征,是指出于自然而伴随灵魂的特有属性,不仅在有理性的动物身上,而且在无理性的动物身上也是如此;正如当我们说狮子出于自然是勇敢的,因为它是大胆、勇猛且蔑视可怕事物的,说狐狸是狡猾且诡诈的,因为在活动中显现出如此模样,说绵羊是纯朴且毫无心计的,而动物中的一种具有这种性质,另一种具有另一种性质;在人类之中亦是如此,我们说某人具有这样的性格特征,而另一人具有另一种性格特征。他在“出于自然”之后加上了“在某种程度上”,是因为并非所有动物都具有相同的性格特征,而是无理性者与有理性者具有不同样态的性格特征。“事实上,我们从出生起立刻就是公正、节制、勇敢的,并具有其他特征。”在实践智慧与机敏的情况中,正如在自然事物与后天获得的事物之间存在实在的差异一样,在名称上也同样存在差异。因为出于自然的能力被称为机敏,它本身也是一种自然德性,此时理性尚未对其进行规范。而推理部分的本真德性则被称为实践智慧,它是机敏的一种种差化与成形。然而在伦理德性的情况中,自然德性与伦理德性彼此同名,这是合乎情理的。因为机敏是理性与思想的自然德性,实践智慧亦是其本真意义上的德性。正因如此,机敏并不属于无理性的动物,因为它们既未获得理性,也未获得思想。而伦理德性既然出于自然既属于有理性者也属于无理性者,便因在无理性动物身上没有其他名称而同名地以相同的名称被称呼,它们唯一的区别仅在于出于不同的始基,一者出于自然,另一者出于习惯。但是,既然性格在无理性者与有理性者身上都是出于自然的,为什么自然德性不也因出于自然的性格而被称为伦理德性,从而使所有德性都同名地被称为伦理德性,反而那些被称为伦理德性,而这些被称为自然德性呢?或者说,伦理德性并非源于性格,而是源于习惯,通过将短元音转变为长元音而命名,且是伴随习惯养成、练习以及理性而获得的。而那些[后天德性并不是]自然的,因为它们并非从出生起就属于那些拥有它们的人。因此,既然一者以自然为动生原因,另一者以习惯为动生原因,那么从动生原因赋予每个门类的名称便更为本真。因为性格并非原因,而是产生于自然这一原因。至于伦理德性得名自习惯,亚里士多德本人就是见证,他说伦理学这一整体论著的名称从一开始就是这样由习惯一词略微偏转而得名的。因为习惯并不像性格那样也是自然的,而是通过锻炼和训练而后天增添的,并通过习惯养成而化为品质。因此,灵魂中从出生起就存在对各种伦理德性的适性。但尽管如此,我们并不满足于将那些称为本真的德性,而是在寻求某种别的东西,即本真地为善之物,也就是本真的德性,即使我们在自然德性上也同名地使用相同的名称。“并且这些特征以另一种方式存在”,即本真之善与本真德性并非如此出于自然而存在,而是以另一种方式存在,即出于必然性与练习,并在理知主持与主导之下存在。
- 6.114οὐ κυρίως ἐστὶ καὶ ἡ φρόνησις ἀρετή
此处是在将传抄的 οὐ 理解为否定副词,还是理解为承前指代 τοῦ λόγου καὶ τῆς διανοίας 的关系代词 οὗ(阳性/中性属格单数,其气息符号与重音在传抄中脱落)之间的构文判断。若依字面作否定副词读为“实践智慧也并非本真意义上的德性”,则与前文关于“实践智慧是推理部分的本真德性”的界定相矛盾。将其读作关系代词(“实践智慧亦为其本真意义上的德性”),则能与前文的界定以及后文“无理性动物因缺乏理性与思想故而亦无机敏”的推论完全契合。
- 6.114ἐκεῖναι δὲ φυσικαί, διότι οὐκ ἐκ γενετῆς ὑπάρχουσιν οἷς ὑπάρχουσιν
此处涉及指示代名词 ἐκεῖναι 的指代对象以及谓语中否定省略的构文判断。在紧接着的前一疑问句(ἀλλ’ ἐκεῖναι μὲν λέγονται ἠθικαί, αὗται δὲ φυσικαί)中,ἐκεῖναι 指代后天获得的伦理德性,αὗται 指代先天的自然德性。在回答部分中,ἐκεῖναι 同样指后天伦理德性,承袭前一分句 οὐκ ἀπὸ τοῦ ἤθους 中的否定,在谓语中补出否定(“而那些[后天德性并不是]自然的,因为它们并非从出生起就属于那些拥有它们的人”)。若作肯定解,则会导致“自然德性并非生来即有”这一与亚里士多德本文完全相悖的矛盾结论。
