- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:394.29-396.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过狄俄墨得斯与帕里斯面对海伦之美的对比,论证了实践始基与终极目的唯有对善人而言才是显明的,邪恶会歪曲目的;随后借助机敏与实践智慧的类比,开启对自然德性与本真德性关系的考察。
" Ἔστω γὰρ λόγου χάριν τὸ τυχόν. τοῦτο δ’ εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται.1 διαστρέφει γὰρ ἡ μοχθηρία καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς." Ἔτι τὸ αὐτὸ κατασκευάζει, ὅτι ὑπὸ τῆς ἀρετῆς τὸ τέλος προτίθεται καὶ σκοπὸς τῇ φρονήσει γίνεται τοὺς τρόπους ἐπιτηδευούσῃ τοὺς πρὸς κατόρθωσιν. ποιεῖται δὲ καὶ πάλιν τὸν λόγον κοινότερον, μὴ λαμβάνων ἕν τι ὡρισμένως τῶν ἀγαθῶν ἀλλὰ τὸ τυχὸν λέγων, οὐχ ὡς ἀδιάφορον ὄν, εἴτε πονηρὸν εἴη εἴτ’ ἀγαθόν, ἀλλ’ ὡς ἓν μὲν τῶν πρακτῶν ἀγαθῶν, οὐχ ὡς τοῦτο δὲ ἢ ἐκεῖνο, ἀλλ’ ὃ ἂν τύχῃ προκείμενον ἐξ αὐτῶν. τοῦτο δ’ οὐ φαίνεται τοιοῦτον ὄν, εἰ μὴ τῷ ἀγαθῷ. τῷ γὰρ πονηρῷ τὴν ἕξιν ἀνθρώπῳ οὐκ ἐφαρμόζει τἀγαθόν, ὡς οὐδὲ τῇ λελοξευμένῃ γραμμῇ ἡ εὐθεῖα. τῆς δὲ γνώμης τῆς ἀγαθῆς ψυχῆς φανερὸν τἀγαθὸν γίνεται, ὡς ἐφαρμόζον αὐτῇ. διὰ τοῦτό φησι καὶ αὐτός, ὅτι ἡ μοχθηρία διάστροφον τὴν γνῶσιν ποιεῖ τῆς ψυχῆς καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς. ἀπαρέσκεται γὰρ ἡ πονηρία τοῖς ἀγαθοῖς σκοποῖς καὶ τέλεσι, τοῖς δὲ πονηροῖς ἐπαρέσκεται, καὶ διὰ τοῦτο ὁ πονηρὸς τελικὰς ἀρχὰς τὰ χείρω τίθεται καὶ τούτων ἐπιτυγχάνειν ἐφίεται. εἴπωμεν δὲ καὶ ἐπὶ παραδείγματος· προκείσθω κάλλος Ἑλένης καὶ ἐπιβαλλέσθων ἄμφω τὰς σφῶν ὄψεις, Διομήδης τε ὁ Τυδέως καὶ ὁ Πριαμίδης Ἀλέξανδρος· ὁ μὲν Διομήδης σώφρων ὢν ἀνὴρ καὶ προσφόρως ἐθίσας χρῆσθαι τῇ ἐνεργείᾳ τῆς ὄψεως μέχρι τῆς ὁράσεως στήσεται καὶ τῇ ταύτης τέρψει τὸ αὔταρκες ἕξει τῆς τοῦ ὁρατοῦ ἀπολαύσεως, ὁ δὲ Πάρις ἀκόλαστος ὢν οὐκ ἀρκετῶς ἕξει, εἰ μὴ τοῦ ὁρατοῦ καὶ κατὰ τὴν ἁφὴν ἀπολαύσεται, ἑτέρου τέλους παρὰ τὴν ὅρασιν ὀρεγόμενος καὶ ἀρχὴν ἑτέραν καὶ σκοπὸν αὐτῷ θέμενος ἕτερον, τὸ διαφθεῖραι γάμον ἀλλότριον, ὃν ἡ μοχθηρία τῷ φαύλῳ ὑπέθετο.2 οὕτως ἄρ’ ἀλλήλων δέονται ἡ ἀρετὴ καὶ ἡ φρόνησις, ἵν’ ἡ μὲν σκοπὸν καὶ τέλος τὸ ἀγαθὸν προθῆται, ἡ δὲ ἐπαρεσκομένη τούτῳ τοὺς τρόπους ἐπιτηδεύσῃ τῆς κτήσεως. καλῶς ἄρα εἴρηκεν ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν, ἤτοι σπουδαῖον καὶ ἀρετῆς ἀντεχόμενον.
“因为为了论证起见,不妨设它是碰巧的任何事物。但这若非对善人而言就不会显现;因为邪恶会歪曲,并使人在实践始基上受蒙骗。” 他进一步确立同一点,即终极目的是由德性所设定的,并成为致力于达成手段的实践智慧的目标。他再次使这一说法更具普遍性,并不确定地选取诸善中的某一个,而是说“碰巧的任何事物”,这并不是说它是无所谓好坏的中性之物,而是说它是实践的诸善之一,只是不指明为这一个或那一个,而是指它们之中恰好摆在面前的那一个。但这若非对善人而言,就不会显现为这样的东西。因为善并不适合于品质败坏的人,正如直线不适合于弯曲的线条一样。但对于善的灵魂的判断而言,善作为与其相符之物而变得显明。正因如此,他本人也说,邪恶使灵魂的认识发生歪曲,并使人在实践始基上受蒙骗。因为恶德厌弃善的目标与终极目的,却喜好恶的,正因如此,恶人把较差的事物确立为目的性始基,并渴望达成这些。我们也用一个例子来说明吧:假设海伦的美貌摆在眼前,提丢斯之子狄俄墨得斯与普里阿摩斯之子亚历山大二人都投以目光。狄俄墨得斯作为一个节制的人,且已习惯于恰当地运用视觉的活动,他将止步于观看,并在观看的愉悦中获得对于可见之物享受的自足;而帕里斯作为一个放荡的人,除非通过触觉也享受那可见之物,否则便不会感到满足,他欲求着观看之外的另一终极目的,并为自己确立了另一个始基和另一个目标,即破坏他人的婚姻,而邪恶把这一目标暗示给了这个卑劣之徒。因此,德性与实践智慧相互需要,以便前者把善确立为目标和终极目的,而后者在悦纳这一目标后构想出获得的诸手段。因此,亚里士多德说“若不是善人,即优秀且坚持德性的人,就不可能是具有实践智慧的”,是十分正确的。
"Σκεπτέον δὴ πάλιν καὶ περὶ ἀρετῆς· καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως ἔχει ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα· οὐ ταὐτὸν μέν, ὅμοιον δέ· οὕτως ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν κυρίαν." Μέχρι μὲν τοῦδε τὴν φρόνησιν ἔδειξεν ἄνευ μὴ οὖσαν τῆς ἀρετῆς, δεομένην αὐτῆς περὶ τὰς προθέσεις τῶν σκοπῶν καὶ τελῶν, ἵν’ εἴη ἀγαθὰ ταῦτα, ὡς ἀγαθῶν ἕξεων ὄντα ὀρεκτά, ἑξῆς δὲ δεῖξαι προτίθεται τὸ ἀνάπαλιν, ἤτοι τὴν ἀρετὴν εἶναι μὴ δυναμένην ἄνευ φρονήσεως. πρότερον δὲ τίθησιν ἔχουσάν τινα ὁμοιότητα πρὸς τὴν φρόνησιν τὴν ἀρετήν. ὡς γὰρ ἐκείνη φυσική τις δύναμις προϋπόκειται3 ἡ λεγομένη δεινότης, εὐφυΐα τις οὖσα πρὸς αὐτήν, τὴν ψυχὴν προπαρασκευάζουσα πρὸς ὑποδοχὴν τὴν αὐτῆς, οὕτω κἀνταῦθα ἡ φυσικὴ ἀρετὴ προϋπάρχει τῆς κυρίας, εὐφυΐα τις οὖσα καὶ αὐτὴ πρὸς ὑποδοχὴν τῆς κυρίως ἀρετῆς. διὰ τοῦτό φησιν, ὅτι δεῖ καὶ περὶ ἀρετῆς ἐπισκέψασθαι, ὅτι καὶ ἡ ἀρετὴ παραπλήσιόν τι ἔχει πρὸς τὴν φρόνησιν. ὡς γὰρ ἡ φρόνησις πρὸς τὴν δεινότητα· οὐ ταὐτὸν μέν, ὅμοιον δέ· οὐ ταὐτὸν μέν, ὅτι ἐκείνη μὲν ἐκ φύσεως ταῖς ψυχαῖς πρόσεστιν, εὐφυΐα τις οὖσα καὶ ἐπιτηδειότης πρὸς φρόνησιν, ἡ δὲ φρόνησις ἐπίκτητός ἐστιν ὄρεξις καὶ ἐξ ἐπιμελείας καὶ πολλῆς προσοχῆς καὶ πείρας πραγμάτων ἡμῖν περιγίνεται· ὅμοιον δέ, ὅτι ὥσπερ ἐκείνη ἐφευρετική ἐστι τῶν συντελούντων πρὸς σκοπόν, οὕτω καὶ ἡ φρόνησις ἐκ τῆς ἀρετῆς τὸν σκοπὸν προτιθέμενον θεωροῦσα, τὰ πρὸς αὐτὸν ἄγοντα βουλευομένη συνίστησι. οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὡς εἶναι κἀνταῦθα τὴν φυσικὴν ἀρετὴν ὡς ἐκεῖ τὴν δεινότητα, τὴν δὲ κυρίαν ἀρετὴν ἐνταῦθα ὡς ἐκεῖ τὴν φρόνησιν.
“因此,对于德性也必须重新予以考察;因为德性之关系,正如实践智慧对待机敏一样——虽非同一,却是相似;自然德性对待本真德性亦是如此。” 到目前为止,他表明了实践智慧若无德性便不能存立,在目标与终极目的的设定上需要德性,以便这些目标作为善的品质的欲望客体而是善的;接下来他打算表明相反的一面,即德性若无实践智慧便不可能存立。但他事先确立了德性与实践智慧具有某种相似性。因为正如对于实践智慧而言,被称为机敏的某种自然能力作为基础预先存在,作为对它的一种天资预先准备好灵魂以接受它,同样在这里,自然德性也先于本真德性而存在,它本身也是接受本真德性的一种天资。正因如此他说,必须也对德性进行考察,因为德性对待实践智慧也有某种相似之处。“因为正如实践智慧对待机敏——虽非同一,却是相似。”说非同一,是因为机敏是出于自然而存在于灵魂之中,是对实践智慧的一种天资与适性,而实践智慧则是后天的欲望,是通过关照、高度专注和对事务的经验而来到我们身上的;说相似,是因为正如机敏能发现有助于目标的手段,实践智慧也是在注视着由德性所设定的目标之后,通过审虑构建出导向该目标的手段。在诸德性的情况中亦是如此,从而这里的自然德性就如同那里的机敏,而这里的本真德性就如同那里的实践智慧。
- 6.112τοῦτο δ’ εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται
与格 τῷ ἀγαθῷ 为判断与格(“对善人而言”)。在 φαίνεται 之后省略了表语补足语(“作为这样的东西/作为善”),这由厄斯特拉提乌斯在注解中补充的 τοῦτο δ’ οὐ φαίνεται τοιοῦτον ὄν 所明示。
- 6.112ὃν ἡ μοχθηρία τῷ φαύλῳ ὑπέθετο
关系代词 ὃν(阳性单数宾格)的先行词是前文的阳性名词 σκοπόν(“目标”),而非紧邻的阴性名词 ἀρχήν,指邪恶所暗示的目标(破坏他人婚姻)。动词 ὑποτίθημι 在此作中动态,意为“提示、作为目标提出”。
- 6.113ὡς γὰρ ἐκείνη φυσική τις δύναμις προϋπόκειται
底本中的主格 ἐκείνη 在句法上与后文的 φυσική τις δύναμις 及 ἡ λεγομένη δεινότης 一致,作为复合主语的一部分。尽管从语义上与后半句的“本真德性”(προϋπάρχει τῆς κυρίας)形成相对关系,但在语法上它与 δεινότης 处于同格(“作为机敏的那种自然能力作为基础预先存在”)。
