- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:393.15-394.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》第6卷第12章(1144a28–31),论证实践智慧是以机敏这一自然能力为载体而在实践理智中产生的品质,并通过以善的目标为始基的实践推论结构,指明实践智慧若无伦理德性便无法成立。
" Ἔστι δ’ ἡ φρόνησις οὐχ ἡ δύναμις, ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης. ἡ δ’ ἕξις τῷ ὄμματι τούτῳ1 γίνεται τῆς ψυχῆς οὐκ ἄνευ ἀρετῆς, ὡς εἴρηταί τε καὶ ἔστι δῆλον." Οὐκ ἔστι, φησίν, ἡ φρόνησις ἡ εἰρημένη δύναμις, ἀλλὰ δεῖται τῆς δυνάμεως ταύτης, ἵνα ἐν αὐτῇ ἐπιγίνηται. διὸ οὐκ ἄνευ ταύτης ὑπάρξαι δύναται, ὡς οὐδ’ ἄλλη τις ἕξις, εἰ μὴ ἔχει τὸ ὑποκείμενον δεκτικόν, οὐκ ἂν δ’ εἴη δεκτικόν, εἰ μὴ ἔχει τὴν πρὸς τὴν ἕξιν ἐπιτηδειότητα καὶ εὐφυΐαν. ἡ δὲ ἕξις ἡ ἐπιγινομένη τῇ δεινότητι, ἥ ἐστιν ἡ φρόνησις, γίνεται τῷ ὄμματι τούτῳ τῆς ψυχῆς. ποίῳ τούτῳ; ἤγουν τῷ εἰρημένῳ, ὅ ἐστιν ὁ πρακτικὸς νοῦς. οὗτος δέ ἐστιν ὁ αὐτὸς μὲν τῷ θεωρητικῷ κατὰ τὴν οὐσίαν, τῇ δὲ ἐνεργείᾳ, ἕτερος, ὡς καὶ πρότερον εἴρηται. ὁ γὰρ αὐτὸς νοῦς ὅτε μὲν περὶ τὰ καθόλου καὶ τὰ ὑπὲρ αἴσθησιν καταγίνεται, σοφίαν τε κατορθοῖ καὶ ἐπιστήμην, καὶ νοῦς θεωρητικὸς καὶ διάνοια λέγεται, ὅτε δὲ περὶ τὰ καθ’ ἕκαστα καὶ πρακτά, νοῦς τε πρακτικὸς καὶ λογισμὸς ὀνομάζεται. πῶς δ’ οὐκ ἄνευ ἀρετῆς ἡ ἕξις αὕτη τῷ ὄμματι τῆς ψυχῆς γίνεται, εἴρηται μὲν καὶ τῷ Ἀριστοτέλει, ῥητέον δὲ καὶ ἔτι. ἡ γὰρ ἀρετὴ τὰς ὀρέξεις ποιεῖ ἀγαθάς, τοῦ ἡγεμονοῦντος λόγου ταύτας ῥυθμίσαντος, καὶ διὰ τοῦτο καὶ τὰ ὀρεκτά, τὰ δὲ ὀρεκτά εἰσι τὰ τέλη καὶ οἱ σκοποί, πρὸς ἃ ὁ λόγος τὰ συμβαλλόμενα ἐφευρίσκειν δυνάμενος φρόνησις λέγεται, ὡς πρὸς ἀγαθῶν σκοπῶν καὶ τελῶν ἐπιτυχίαν τὰ συντείνοντα ἐφευρίσκουσα. οὐκ ἂν δὲ ἄλλως ἀγαθαί τε ὀρέξεις ἔσονται καὶ ἀγαθὰ ὀρεκτὰ ἄνευ ἀγαθῶν ἕξεων ὑπαρχουσῶν ταῖς ὀρεκτικαῖς δυνάμεσιν. αὗται δ’ εἰσὶν αἱ ἀρεταί, καὶ οὕτω δῆλόν ἐστιν, ὡς ἄνευ ἀρετῆς οὐκ ἔσται ἡ φρόνησις.
“然而实践智慧并不是这种能力,但也不能没有这种能力;并且正如已经说过的且是明显的那样,这一品质若没有德性就不会在灵魂的这只眼睛中产生。” 他说,实践智慧并非前述的能力,但需要这种能力,以便能够产生于其上。因此,没有这种能力它便无法存立,正如任何其他品质若没有接受它的载体就无法存立一样;而如果载体不具有对该品质的适应资质与天资,它也不会是能接受的。附加于机敏之上的品质,即实践智慧,是在灵魂的这只眼睛中产生的。是怎样的“这只”?即前述的那只,也就是实践理智。正如早先所言,实践理智在本质上与理论理智是同一的,但在活动上则有别。因为当同一理智从事于普遍之物以及超越感觉之物时,它成就智慧与科学知识,并被称为理论理智与思想;而当它从事于个别之物和实践之物时,则被命名为实践理智与计算。这种品质为何若无德性就不会在灵魂的眼睛中产生,亚里士多德固然已经谈及,但仍须进一步阐明。因为德性在支配性的理性整饬了欲望之后,使诸欲望成为善的,并因此也使欲望的客体成为善的;欲望的客体就是终极目的与目标,而理性由于能够发现有助于它们的手段而被称为实践智慧,因为它能发现趋向于达成善的目标与终极目的的手段。若非欲望能力具有善的品质,绝不可能产生善的欲望与善的欲望客体。而这些善的品质正是诸德性,由此显而易见,没有德性就不会有实践智慧。
"Οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν,2 ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον, ὁτιδήποτε ὄν.3" Τὸ προκείμενόν ἐστι δεῖξαι τὴν τῆς φρονήσεως ἕξιν μὴ γινομένην ἄνευ ἀρετῆς τῷ ὄμματι τούτῳ τῆς ψυχῆς, ἤτοι τῷ εἰρημένῳ καὶ παραδεδομένῳ πρὸ μικροῦ, ὅ ἐστιν ὁ πρακτικὸς νοῦς. διὰ τοῦτο καὶ τῇ τούτῳ φωνῇ, δεικτικῇ οὔσῃ, ἐχρήσατο, ὥσπερ προκειμένου τοῦ πράγματος, διὰ τὸ προσφάτως εἰρῆσθαι περὶ αὐτοῦ. δείκνυσι δὲ οὕτως, ὅτι οἱ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἀρχὴν λέγων τὴν τελικήν, ἥ ἐστι τὸ προκείμενον ἔργον, εἰς κατόρθωσιν, ὅπερ δεῖ εἶναι ἀγαθόν, εἴπερ ἡ φρόνησις τοὺς τρόπους ἐφευρίσκει δι’ ὧν ἐκεῖνο κτηθήσεται. οὐ γὰρ ἂν εἴη φρόνησις, εἰ μὴ ἀγαθὸν ὂν σκόπιμον ἑαυτῇ ποιεῖται καὶ ἐπιτηδεύσεις ἐπινοεῖται, ἵν’ αὐτοῦ ἐπιτεύξηται. τὸ γὰρ μὴ ἀγαθὰ τίθεσθαι σκόπιμα καὶ τελικὰ τῶν πράξεων αἴτια πανουργίας ἐστίν, οὐ φρονήσεως, ὡς εἴρηται· οὐκ ἂν δὲ εἴη τὸ σκοπούμενον καὶ ἐν ὀρέξει κείμενον ἀγαθόν, εἰ μὴ ἀρετὴ εἴη ἡ ὀρεγομένη αὐτοῦ. πῶς οὖν οἱ συλλογισμοὶ ἐν τοῖς τοιούτοις γίνονται; καὶ πῶς τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τελικὴν ἀρχὴν τίθενται; τόδε τὸ προκείμενον ἀγαθόν ἐστιν, τὸ ἀγαθὸν ἄξιον ἐπιμελείας πρὸς τὴν κτῆσίν ἐστι, τὸ προκείμενον ἄρα ἄξιον ἐπιμελείας καὶ μελέτης παντοίας πρὸς τὴν κτῆσίν ἐστιν. εἰπὼν δὲ οἱ μὲν γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἐπήγαγε τῷ λόγῳ τούτῳ τὴν ἐλάττω πρότασιν, λέγων ἐπεὶ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον ὁτιδήποτε ὄν, συγκεχυμένως εἰπὼν τὸ ὁτιδήποτε ὂν ἄνευ ὡρισμένου τινὸς παραδείγματος. ὃ γὰρ ἂν εἴη ἀγαθόν, ἔστι καὶ ἄριστον, ἐπεὶ ἐξ ἀρετῆς αἱρετὸν γέγονε. διὸ καὶ τῇ φρονήσει, ἕξει οὔσῃ τοῦ ὄμματος τῆς ψυχῆς, ἄξιον κρίνεται ἐπιμελείας καὶ σπουδῆς.
“因为关于实践之事的推论具有一个始基:‘既然终极目的与最善之物——无论它是什么——是如此这般的。’” 摆在面前的任务是表明:实践智慧的品质若无德性,便不会在灵魂的这只眼睛中产生,亦即不会在刚才所述及且传授的那只眼睛,即实践理智中产生。因此,他用了指示性的“这只”一词,仿佛事物正摆在眼前一般,这是由于方才谈论过它。他这样来表明:关于实践之事的推论具有一个始基,他所说的始基是指目的性的始基,即摆在面前留待达成的行为,既然实践智慧要发现用以获得那一行为的手段,这行为就必须是善的。因为若非在它是善的前提下将它确立为自己的目标,并构想出做法以达成它,实践智慧就不成其为实践智慧。事实上,正如已经说过的,不把善的事物确立为行动的目标与终极原因,属于奸诈而非实践智慧;而如果不是德性在欲求它,所瞄准的和处于欲望之中的事物绝不可能是善的。那么,在这些事情中推论是如何进行的呢?他们又是如何将善和最善之物确立为目的性的始基的呢?“摆在面前的这个是善的;善是值得付出关照去获得的;因此摆在面前的这个是值得付出关照和一切实践去获得的。”在说了“因为关于实践之事的推论具有一个始基”之后,他又为这一陈述附上了小前提,说“既然终极目的与最善之物——无论它是什么——是如此这般的”,他在没有给出特定例子的情况下,概括性地说了“无论它是什么”。因为凡是善的,也是最善的,既然它因德性而成为值得欲求的。因此,对于作为灵魂之眼的品质的实践智慧而言,它也被判定为值得付出关照与热忱。
- 6.110τῷ ὄμματι τούτῳ
与格 τῷ ὄμματι τούτῳ 与动词 γίνεται 连用,作处所或归属与格,表示该品质赖以产生的所在地。针对指示代词 τούτῳ(“这个”),欧斯特拉提乌斯将其解释为指代前文刚论及的实践理智(ὁ πρακτικὸς νοῦς),并以此为契机展开了理论理智与实践理智的区别。
- 6.111ἀρχὴν ἔχοντές εἰσιν
现在分词 ἔχοντες 与系动词 εἰσιν 构成的迂说法(periphrasis),等同于单用现在时 ἔχουσι(“具有始基”)。属格 τῶν πρακτῶν 是表示推论对象领域的宾格性属格(“关于实践之事的推论”)。欧斯特拉提乌斯将此处的“始基”(ἀρχή)解释为行动所指向的目的因(τελικὴ ἀρχή)。
- 6.111ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον, ὁτιδήποτε ὄν
引自亚里士多德原文,在连词 ἐπειδή 引导的从属分句中省略了作谓语的系词 ἐστί。欧斯特拉提乌斯将此分句理解为引入实践三段论之前提(具体而言为小前提)的表述,并解释说“无论它是什么”(ὁτιδήποτε ὄν)是没有限定特定例子的概括性表达。
