- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:392.1-393.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《尼各马可伦理学》1144a22,引入作为达成目标之能力的“机敏”(deinotes)概念,阐明当其朝向高尚目标时是可称赞的,而朝向低劣目标时则变为“奸诈”。进而结合奥德修斯及历史人物的评价,辨析这种天赋能力与实践智慧之间的关联与差别。
" Λεκτέον δ’ ἐπιστήσασι1 σαφέστερον περὶ αὐτῶν. ἔστι δή τις δύναμις, ἣν καλοῦσι δεινότητα. αὕτη δέ 〈ἐστι〉 τοιαύτη, ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν. ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἂν δὲ φαῦλος, πανουργία. διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι." Κατὰ μὲν 〈τὴν〉 ἀλήθειαν καλῶς εἴρηται, φησί, τὰ λεχθέντα, ἐπεὶ δὲ συγκέχυται καὶ ἀσαφῶς ἔτι ἔχει, δεῖ τὸν νοῦν ἐπιστῆσαι τοῖς εἰρημένοις καὶ τὸν λόγον ἁπλώσαντας σαφέστερον ἐπαγγεῖλαι τὸ προκείμενον, ἵνα καὶ ἡ πρὸς τὸ ζητηθὲν λύσις σαφεστέρα γένηται. ἀνατρέχει τοίνυν ἐπί τι ἕτερον, περὶ οὗ διδάσκων ἡμᾶς δείκνυσι καὶ τὴν φρόνησιν ἀναγκαιοτάτην καὶ ἀπαραίτητον τοῖς ἐνεργεῖν βουλομένοις κατ’ ἀρετήν. εἰς ὃ δὲ ἀνατρέχει, ἐστὶ δύναμίς τις, ἣν καλοῦσι δεινότητα, ἣν καὶ ὁρίζονται, δύναμιν εἶναι λέγοντες ἐφευρετικὴν τῶν πρὸς τὸν σκοπὸν συντελούντων. αὕτη γὰρ ἡ δύναμίς ἐστι τοιαύτη, φησίν, ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι πράττειν καὶ τυγχάνειν αὐτῶν. ταῦτα μέν φησιν ὁ φιλόσοφος, δεῖ δὲ διϊδεῖν ἐπιστήσαντας τὴν τῶν ῥήσεων διάνοιαν. πᾶς γὰρ ἄνθρωπος ἐνεργῆσαι βουλόμενος σκοπόν τι καὶ τέλος ἑαυτῷ τῆς πράξεως τίθεται. δεῖ οὖν αὐτῷ δυνάμεώς τινος καὶ ἐπιτηδειότητος, ἐξ ἧς πράττειν δυνήσεται ταῦτα, ἃ πρὸς τὸν σκοπὸν ἐκεῖνον ὑπάρχει συντείνοντα, καὶ πρὸ τοῦ σκοποῦ τυγχάνειν ἐκείνων, ἃ ἄγει πρὸς αὐτὸν ὡς εἰς τέλος. εἰ μὲν οὖν εὐφυΐα ἤρκει μόνη πρὸς τὸ κατορθοῦν, οὐκ ἂν ἑτέρας τινὸς ἢ δυνάμεως ἢ ἕξεως ἐδεόμεθα πρὸς τὰς ἀγαθὰς ἀποβάσεις τῶν πράξεων. ἐπεὶ δὲ τὴν εὐφυΐαν ταύτην μόνην ἔχοντες ἄνθρωποι οὔπω σπουδαῖοι ἐξ ἀνάγκης εἰσίν, ἀλλ’ ἐνδέχεται καὶ φαύλους εἶναι αὐτούς, διὰ τοῦτο δεῖ καὶ προσθήκης οὐ τῆς τυχούσης. αὕτη δ’ ἐστίν, ἵν’ εἴη ὁ προτεθεὶς σκοπὸς ἀγαθός, καὶ οὕτως ἔσται ἐπαινετὴ καὶ ἡ δύναμις, εἰ δὲ φαῦλον εἴη τὸ τέλος τὸ προτιθέμενον, πανουργία ὀνομάζεται ἡ δύναμις. διὰ τοῦτο καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι· δεινοὺς μέν· τῷ τῆς εὐφυΐας ταύτης ὀνόματι ἐπὶ τῆς φρονήσεως καταχρώμεθα, ἄλλως τε καὶ ὕπεστι τῇ ἕξει καὶ τῇ ἐνεργείᾳ ἤδη παρούσῃ ἡ δύναμις καὶ ἡ ἐπιτηδειότης· διὸ καὶ ἀληθές ἐστι, δεινὸν τὸν φρόνιμον λέγεσθαι· πανούργους δὲ παραχρώμενοι2 τῇ κλήσει τῆς ἐπὶ τὸν χείρω σκοπὸν ἀγούσης δεινότητος. ἔτι δὲ πανοῦργον τὸν φρόνιμον λέγομεν διὰ τὸ ἐντρεχὲς αὐτοῦ τῆς διανοίας καὶ πρὸς τὴν ἐνέργειαν ἑτοιμότατον, πᾶν ἐφευρίσκοντα τὸ πρὸς τὸν σκοπὸν αὐτοῦ συμβαλλόμενον, καὶ τὸν Ὁμηρικὸν δὲ Ὀδυσσέα δεινὸν λέγομεν φρόνιμον ὄντα καὶ εὑρετικὸν τῶν πρὸς τὸν ὑγιῆ σκοπὸν συντελούντων. καὶ τὸν Περικλέα ὁ Θουκυδίδης τοιοῦτόν τινα λέγει, ἐξ οἰκείας συνέσεως τὰ πρὸς τὸν προκείμενον συντελοῦντα σκοπὸν ἐξευρίσκοντα καὶ οὔτε προμανθάνοντά τι οὔτ’ ἐπιμανθάνοντα, τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστον γνώμονα καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστον εἰκαστήν.3 τούτῳ γὰρ διαφέρει δεινότης φρονήσεως, ὅτι ἡ μὲν τῶν πρὸς τὸν ἁπλῶς σκοπὸν συντελούντων ἐφευρετική ἐστι δύναμις, ἡ δὲ φρόνησις τῶν πρὸς τὸν ὑγιῆ σκοπόν, καὶ ὅτι ἡ μὲν φρόνησις ἕξις ἐκ πολυπειρίας προσγινομένη τῇ ψυχῇ, δεῖται δὲ τῆς δεινότητος, δυνάμεως οὔσης καὶ εὐφυΐας καὶ ἐκ φύσεως προσούσης τῷ ἐν ἡμῖν λόγῳ, ἵν’ ἐν αὐτῇ ἐπιγένηται καὶ κοσμήσῃ αὐτήν, καὶ οὕτω σκοπὸν ἀεὶ προτιθεμένη ἀγαθὸν ἐπιτυγχάνει τῶν σκοπουμένων, τὰ πρὸς αὐτὸν συντελοῦντα εὐφυῶς ἐφευρίσκουσα. διὰ τοῦτο καὶ Ἀριστοτέλης ἐπάγει τοῖς εἰρημένοις, τὴν διαφορὰν παραδοὺς δεινότητος καὶ φρονήσεως· φησὶ γὰρ
“然而,必须集中注意力把关于它们的事情说得更清楚。确实存在某种能力,人们称之为机敏;而这种能力是如此性质,以至于能够做出并达成那些趋向于所设定目标的事情。因此,如果目标是高尚的,它是值得称赞的;但如果是低劣的,它就是奸诈。因此我们甚至说有实践智慧的人既是机敏的又是奸诈的。” 他说,就真实而言,所说的话固然讲得很好,但既然它们是混杂的且仍属不明,就必须将心思集中于所言之事上,并且展开这一论说,把摆在面前的论题传达得更明晰,以便对所探究问题的消解也变得更为清楚。于是他追溯到另一事物上,通过就此教导我们,他也指明实践智慧对于那些意欲依循德性而活动的人而言是至为必需且不可或缺的。他所追溯之物是某种能力,人们称之为机敏,人们也对它加以定义,说它是能够发现有助于达成目标之手段的能力。因为他说,这种能力就是具有如此性质,能够做出并达成那些趋向于所设定目标的事情。哲学家固然是这样说的,但我们必须集中注意力看清这些说法的意图。因为每一个意欲活动的人,都会为自己的行动设定某种目标和终极目的。因此,他需要某种能力和适切的资质,依据它他才能够做出那些现成趋向于那一目标的事情,并且在达到目标之前达成那些将他引向目标如引向终极目的的事物。因此,如果仅仅天资就足以达成成功,我们就不需要任何别的能力或品质来达成行动的善好结果了。然而,由于仅拥有这种天资的人尚非必然优秀,反而他们也可能是低劣的,为此就需要一种非同寻常的补充。这种补充就是:所确立的目标应当是善的,这样该能力也将是值得称赞的;但如果所确立的终极目的是低劣的,这种能力就被称作奸诈。因此我们甚至说有实践智慧的人既是机敏的又是奸诈的。说机敏,是因为我们把这种天资的名称转借于实践智慧之上,况且这种能力与资质本来就潜在地构成了已经现存的品质与活动的基础;所以有实践智慧的人被称为机敏的,确实是真实的。另一方面,说奸诈,则是误用了那种引向较恶目标的机敏之称谓。此外,我们称有实践智慧的人为奸诈,是由于他心灵的灵敏以及对活动极度准备就绪,能发现一切有助于其目标的事物;我们称荷马史诗中的奥德修斯为机敏的,也因为他是有实践智慧的,并且能发现有助于健康目标的事物。修昔底德也把伯里克利说成是这等样人,指出他凭借自身的悟性就能发现有助于既定目标之事,既不预先学习也不在事后补充学习,对于当下的事情凭借最少的商榷便是最强的判断者,对于未来的事情则对将发生之事具有最大范围内的最佳推测能力。因为机敏与实践智慧的区别就在于此:机敏是发现单纯有助于目标之手段的能力,而实践智慧则是发现有助于健全目标之手段的能力;并且实践智慧是由诸多经验而附加于灵魂之上的品质,但它需要机敏——机敏作为一种能力和天资,依本性存在于我们内在的理性之中——以便实践智慧能够产生于机敏之上并整饬它,从而始终将善的目标确立在自身之前,凭借天资熟练地发现有助于目标的手段,进而达成所瞄准之物。正因如此,亚里士多德在交代了机敏与实践智慧的区别之后,也接着上述言论补充道;因为他说,
- 6.109ἐπιστήσασι
与无人称动词性形容词 λεκτέον 连用的与格分词。其逻辑主语“我们”([ἡμῖν])被省略,构成“[我们]必须集中注意力[述说]”的句式。在下文埃乌斯特拉提奥斯的注文中,该句被转换为 δεῖ τὸν νοῦν ἐπιστῆσαι,表示将注意力或心思集中于所论之事。
- 6.109καταχρώμεθα ... παραχρώμενοι
通过复合动词 καταχράομαι 与 παραχρώμενοι 的前缀(κατα- 与 παρα-)所形成的含义对比。前者表示名称的转借或延伸使用(将天赋机敏之名称用于建立在其基础上的实践智慧),具有正面或合理的意味;后者则指误用或滥用,表明将服务于恶劣目标的狡黠名称加诸有实践智慧之人是一种语言上的曲解与借用偏差。
- 6.109τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστον γνώμονα καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστον εἰκαστήν
以 λέγει 为核心、以 τὸν Περικλέα 为宾语的双重宾语/述格宾语并列结构。支配属格 τῶν παραχρῆμα(当下之事)的名词短语 κράτιστον γνώμονα(最强判断者)与支配 τῶν μελλόντων(未来之事)的名词短语 ἄριστον εἰκαστήν(最佳推测者)形成工整对照。其中 ἐπὶ πλεῖστον τοῦ γενησομένου 作状语,意为“在将发生之事的绝大部分范围内”。
